§3.111.1τὸ δὲ δὴ κινάμωμον ἔτι τούτων θωμαστότερον συλλέγουσι.
しかし、シナモンについては、彼らはこれらよりもさらに驚くべき方法で集めている。
ὅκου μὲν γὰρ γίνεται καὶ ἥτις μιν γῆ ἡ τρέφουσα ἐστί, οὐκ ἔχουσι εἰπεῖν, πλὴν ὅτι λόγῳ οἰκότι χρεώμενοι ἐν τοῖσιδε χωρίοισι φασὶ τινὲς αὐτὸ φύεσθαι ἐν τοῖσι ὁ Διόνυσος ἐτράφη·
というのも、それがどこで生じ、それを育む土地が何であるか、彼らには言うことができないからである。 ただ、もっともらしい議論を用いて、ある人々はそれがディオニュソスが育てられた地域で育つのだと言っているにすぎない。
§3.111.2ὄρνιθας δὲ λέγουσι μεγάλας φορέειν ταῦτα τὰ κάρφεα τὰ ἡμεῖς ἀπὸ Φοινίκων μαθόντες κινάμωμον καλέομεν, φορέειν δὲ τὰς ὄρνιθας ἐς νεοσσιὰς προσπεπλασμένας ἐκ πηλοῦ πρὸς ἀποκρήμνοισι ὄρεσι, ἔνθα πρόσβασιν ἀνθρώπῳ οὐδεμίαν εἶναι.
彼らが言うには、大きな鳥たちが、私たちがフェニキア人から学んでシナモンと呼んでいるこれらの乾いた木の枝を運んでおり、鳥たちは、人間が近づく手段が全くない、険しい崖の山々に泥で塗り固めて作られた巣へと、それらを運ぶのだという。
§3.111.3πρὸς ὦν δὴ ταῦτα τοὺς Ἀραβίους σοφίζεσθαι τάδε·
そこで、これに対してアラビア人たちは次のような計略をめぐらす。
βοῶν τε καὶ ὄνων τῶν ἀπογινομένων καὶ τῶν ἄλλων ὑποζυγίων τὰ μέλεα διαταμόντας ὡς μέγιστα κομίζειν ἐς ταῦτα τὰ χωρία, καί σφεα θέντας ἀγχοῦ τῶν νεοσσιέων ἀπαλλάσσεσθαι ἑκὰς αὐτέων·
死んだ牛やロバ、その他の荷獣の四肢をできるだけ大きく切り刻み、これらの地域へと運んでいき、それらを巣の近くに置いた上で、そこから遠くへと退く。
τὰς δὲ ὄρνιθας καταπετομένας τὰ μέλεα τῶν ὑποζυγίων ἀναφορέειν ἐπὶ τὰς νεοσσιάς, τὰς δὲ οὐ δυναμένας ἴσχειν καταρρήγνυσθαι ἐπὶ γῆν, τοὺς δὲ ἐπιόντας συλλέγειν.
すると鳥たちが舞い降りてきて、荷獣の四肢を巣へと運び上げるが、巣はその重さに耐えかねて、地上へと崩れ落ちる。 それを彼らが近寄って集めるのである。
οὕτω μὲν τὸ κινάμωμον συλλεγόμενον ἐκ τούτων ἀπικνέεσθαι ἐς τὰς ἄλλας χώρας.
このようにしてシナモンは集められ、これらの人々から他の国々へと届くのである。