§3.111.1τὸ δὲ δὴ κινάμωμον ἔτι τούτων θωμαστότερον συλλέγουσι.
But cinnamon they collect in a way still more wonderful than these.
ὅκου μὲν γὰρ γίνεται καὶ ἥτις μιν γῆ ἡ τρέφουσα ἐστί, οὐκ ἔχουσι εἰπεῖν, πλὴν ὅτι λόγῳ οἰκότι χρεώμενοι ἐν τοῖσιδε χωρίοισι φασὶ τινὲς αὐτὸ φύεσθαι ἐν τοῖσι ὁ Διόνυσος ἐτράφη·
For where it comes from, and what land is the one that nurtures it, they are not able to say, except that, employing a reasonable argument, some say that it grows in those regions in which Dionysus was brought up.
§3.111.2ὄρνιθας δὲ λέγουσι μεγάλας φορέειν ταῦτα τὰ κάρφεα τὰ ἡμεῖς ἀπὸ Φοινίκων μαθόντες κινάμωμον καλέομεν, φορέειν δὲ τὰς ὄρνιθας ἐς νεοσσιὰς προσπεπλασμένας ἐκ πηλοῦ πρὸς ἀποκρήμνοισι ὄρεσι, ἔνθα πρόσβασιν ἀνθρώπῳ οὐδεμίαν εἶναι.
They say that large birds carry these dry sticks, which we, having learned from the Phoenicians, call cinnamon, and that the birds carry them to nests plastered with mud against precipitous mountains, where there is no access for man.
§3.111.3πρὸς ὦν δὴ ταῦτα τοὺς Ἀραβίους σοφίζεσθαι τάδε· βοῶν τε καὶ ὄνων τῶν ἀπογινομένων καὶ τῶν ἄλλων ὑποζυγίων τὰ μέλεα διαταμόντας ὡς μέγιστα κομίζειν ἐς ταῦτα τὰ χωρία, καί σφεα θέντας ἀγχοῦ τῶν νεοσσιέων ἀπαλλάσσεσθαι ἑκὰς αὐτέων· τὰς δὲ ὄρνιθας καταπετομένας τὰ μέλεα τῶν ὑποζυγίων ἀναφορέειν ἐπὶ τὰς νεοσσιάς, τὰς δὲ οὐ δυναμένας ἴσχειν καταρρήγνυσθαι ἐπὶ γῆν, τοὺς δὲ ἐπιόντας συλλέγειν.
In view of this, then, the Arabians devise the following scheme: having cut up the limbs of dead oxen and donkeys and other beasts of burden into pieces as large as possible, they bring them to these regions, and having placed them near the nests, they withdraw far from them; and the birds, flying down, carry up the limbs of the beasts of burden to their nests, and the nests, not being able to bear the weight, break and fall down to the ground, and the Arabians, coming up, gather them.
οὕτω μὲν τὸ κινάμωμον συλλεγόμενον ἐκ τούτων ἀπικνέεσθαι ἐς τὰς ἄλλας χώρας.
Thus it is that cinnamon is collected, and from these people it comes to other countries.