§3.106.1αἱ δʼ ἐσχατιαί κως τῆς οἰκεομένης τὰ κάλλιστα ἔλαχον, κατά περ ἡ Ἑλλὰς τὰς ὥρας πολλόν τι κάλλιστα κεκρημένας ἔλαχε.
どういうわけか、人が住む世界の辺境の地は最も素晴らしい分け前を獲得した。 ちょうどギリシアが、はるかに最も見事に調和した季節を獲得したように。
§3.106.2τοῦτο μὲν γὰρ πρὸς τὴν ἠῶ ἐσχάτη τῶν οἰκεομενέων ἡ Ἰνδική ἐστι, ὥσπερ ὀλίγῳ πρότερον εἴρηκα·
というのも、一方では、東に向かってはインドが、私が少し前に述べたように、人の住む世界の最果てである。
ἐν ταύτῃ τοῦτο μὲν τὰ ἔμψυχα, τετράποδά τε καὶ τὰ πετεινά, πολλῷ μέζω ἢ ἐν τοῖσι ἄλλοισι χωρίοισι ἐστί, πάρεξ τῶν ἵππων (οὗτοι δὲ ἑσσοῦνται ὑπὸ τῶν Μηδικῶν, Νησαίων δὲ καλευμένων ἵππων), τοῦτο δὲ χρυσὸς ἄπλετος αὐτόθι ἐστί, ὃ μὲν ὀρυσσόμενος, ὁ δὲ καταφορεύμενος ὑπὸ ποταμῶν, ὁ δὲ ὥσπερ ἐσήμηνα ἁρπαζόμενος.
この地においては、一方では、馬を除いては、四肢獣も鳥類も含めて生き物が他のいかなる場所におけるよりもはるかに巨大である(これらの馬は、メディアの、ニサイオンと呼ばれる馬に劣っている)。 他方では、そこには莫大な金が存在し、あるものは掘り出され、あるものは川によって運ばれ、またあるものは私が説明したように奪い取られる。
§3.106.3τὰ δὲ δένδρεα τὰ ἄγρια αὐτόθι φέρει καρπὸν εἴρια καλλονῇ τε προφέροντα καὶ ἀρετῇ τῶν ἀπὸ τῶν ὀίων·
また、そこにある野生の木々は、美しさにおいても質の高さにおいても羊から採れるものを凌駕する羊毛を実として結ぶ。
καὶ ἐσθῆτι Ἰνδοὶ ἀπὸ τούτων τῶν δενδρέων χρέωνται.
そしてインド人たちは、これらの木から採れるものを衣服として用いている。