§3.107.1πρὸς δʼ αὖ μεσαμβρίης ἐσχάτη Ἀραβίη τῶν οἰκεομενέων χωρέων ἐστί, ἐν δὲ ταύτῃ λιβανωτός τε ἐστὶ μούνῃ χωρέων πασέων φυόμενος καὶ σμύρνη καὶ κασίη καὶ κινάμωμον καὶ λήδανον.
他方、南に向かっては、アラビアが人の住む諸地域の中で最も端にある。 そして、この地においてのみ、すべての国のうちで、乳香が自生し、没薬、カシア、肉桂、レダノンが採れる。
ταῦτα πάντα πλὴν τῆς σμύρνης δυσπετέως κτῶνται οἱ Ἀράβιοι.
アラビア人たちは、没薬を除いて、これらすべてを困難を伴って手に入れている。
§3.107.2τὸν μέν γε λιβανωτὸν συλλέγουσι τὴν στύρακα θυμιῶντες, τὴν ἐς Ἕλληνας Φοίνικες ἐξάγουσι·
すなわち、彼らは、フェニキア人がギリシア人に向けて輸出している香膠を燻すことによって、乳香を採集する。
ταύτην θυμιῶντες λαμβάνουσι·
彼らはこれを燻すことによって、乳香を手に入れるのである。
τὰ γὰρ δένδρεα ταῦτα τὰ λιβανωτοφόρα ὄφιες ὑπόπτεροι, μικροὶ τὰ μεγάθεα, ποικίλοι τὰ εἴδεα, φυλάσσουσι πλήθεϊ πολλοὶ περὶ δένδρον ἕκαστον, οὗτοι οἵ περ ἐπʼ Αἴγυπτον ἐπιστρατεύονται, οὐδενὶ δὲ ἄλλῳ ἀπελαύνονται ἀπὸ τῶν δενδρέων ἢ τῆς στύρακος τῷ καπνῷ.
というのも、これら乳香を宿す樹木を、大きさは小さく、姿はまだらな、翼のある蛇たちが、各々の樹木の周りに多数群がって守っているからである。 これらこそ、エジプトへと攻め入るあの蛇たちであり、香膠の煙以外の何ものによっても、木々から追い払われることはない。