§3.105.1ἐπεὰν δὲ ἔλθωσι ἐς τὸν χῶρον οἱ Ἰνδοὶ ἔχοντες θυλάκια, ἐμπλήσαντες ταῦτα τῆς ψάμμου τὴν ταχίστην ἐλαύνουσι ὀπίσω·
インド人たちは、袋を携えてその場所に到着すると、一刻も早くそれらに砂を満たして、急いで引き返す。
αὐτίκα γὰρ οἱ μύρμηκες ὀδμῇ, ὡς δὴ λέγεται ὑπὸ Περσέων, μαθόντες διώκουσι.
というのも、ペルシア人たちが語るところによれば、アリたちはすぐに匂いで察知し、追跡してくるからである。
εἶναι δὲ ταχυτῆτα οὐδενὶ ἑτέρῳ ὅμοιον, οὕτω ὥστε, εἰ μὴ προλαμβάνειν τοὺς Ἰνδοὺς τῆς ὁδοῦ ἐν ᾧ τοὺς μύρμηκας συλλέγεσθαι, οὐδένα ἂν σφέων ἀποσώζεσθαι.
彼らの素早さは他に比べるものがないほどであり、そのため、アリたちが集まっている間にインド人たちが道中で先んじておかなければ、彼らのうち誰一人として逃げ切ることはできないだろうという。
§3.105.2τοὺς μέν νυν ἔρσενας τῶν καμήλων, εἶναι γὰρ ἥσσονας θέειν τῶν θηλέων, παραλύεσθαι ἐπελκομένους, οὐκ ὁμοῦ ἀμφοτέρους·
そこで、牡のラクダは牝よりも走るのが劣るため、引きずられて遅れを取り、一頭ずつ(両頭同時ではなく)繋ぎから外される。
τὰς δὲ θηλέας ἀναμιμνησκομένας τῶν ἔλιπον τέκνων ἐνδιδόναι μαλακὸν οὐδέν.
これに対して牝のラクダは、後に残してきた我が子のことを思い出し、いささかも弱音を見せることなく走り続ける。
τὸν μὲν δὴ πλέω τοῦ χρυσοῦ οὕτω οἱ Ἰνδοὶ κτῶνται, ὡς Πέρσαι φασί·
ペルシア人たちの言うところによれば、インド人たちはこのようにして金の大部分を手に入れる。
ἄλλος δὲ σπανιώτερος ἐστι ἐν τῇ χώρῃ ὀρυσσόμενος.
しかし、その国には、採掘される別の、より希少な金も存在する。