§3.106.1αἱ δʼ ἐσχατιαί κως τῆς οἰκεομένης τὰ κάλλιστα ἔλαχον, κατά περ ἡ Ἑλλὰς τὰς ὥρας πολλόν τι κάλλιστα κεκρημένας ἔλαχε.
In some way, the extreme parts of the inhabited world have been allotted the most excellent things, just as Greece has been allotted seasons blended by far the most beautifully.
§3.106.2τοῦτο μὲν γὰρ πρὸς τὴν ἠῶ ἐσχάτη τῶν οἰκεομενέων ἡ Ἰνδική ἐστι, ὥσπερ ὀλίγῳ πρότερον εἴρηκα· ἐν ταύτῃ τοῦτο μὲν τὰ ἔμψυχα, τετράποδά τε καὶ τὰ πετεινά, πολλῷ μέζω ἢ ἐν τοῖσι ἄλλοισι χωρίοισι ἐστί, πάρεξ τῶν ἵππων (οὗτοι δὲ ἑσσοῦνται ὑπὸ τῶν Μηδικῶν, Νησαίων δὲ καλευμένων ἵππων), τοῦτο δὲ χρυσὸς ἄπλετος αὐτόθι ἐστί, ὃ μὲν ὀρυσσόμενος, ὁ δὲ καταφορεύμενος ὑπὸ ποταμῶν, ὁ δὲ ὥσπερ ἐσήμηνα ἁρπαζόμενος.
For on the one hand, towards the east, India is the most extreme of inhabited lands, as I said a little while ago; in this country, on the one hand, the living creatures, both four-footed beasts and birds, are much larger than in other places, except for the horses (and these are surpassed by the Median horses called Nisaean); on the other hand, there is gold in abundance there, some of it mined, some brought down by rivers, and some, as I have indicated, carried off.
§3.106.3τὰ δὲ δένδρεα τὰ ἄγρια αὐτόθι φέρει καρπὸν εἴρια καλλονῇ τε προφέροντα καὶ ἀρετῇ τῶν ἀπὸ τῶν ὀίων· καὶ ἐσθῆτι Ἰνδοὶ ἀπὸ τούτων τῶν δενδρέων χρέωνται.
And the wild trees there bear wool as their fruit, surpassing in beauty and quality that from sheep; and the Indians use clothing made from these trees.