§2.91.1ἑλληνικοῖσι δὲ νομαίοισι φεύγουσι χρᾶσθαι, τὸ δὲ σύμπαν εἰπεῖν, μηδʼ ἄλλων μηδαμὰ μηδαμῶν ἀνθρώπων νομαίοισι.
ギリシアの慣習を用いることは避けており、一口に言えば、他のいかなる人々の慣習も決して用いない。
οἱ μέν νυν ἄλλοι Αἰγύπτιοι οὕτω τοῦτο φυλάσσουσι, ἔστι δὲ Χέμμις πόλις μεγάλη νομοῦ τοῦ Θηβαϊκοῦ ἐγγὺς Νέης πόλιος·
さて、他のエジプト人たちはこのようにこのことを守っているが、テバイ県のネアポリスの近くに、ヘンミスという大きな都市がある。
§2.91.2ἐν ταύτῃ τῇ πόλι ἐστὶ Περσέος τοῦ Δανάης ἱρὸν τετράγωνον, πέριξ δὲ αὐτοῦ φοίνικες πεφύκασι.
この都市には、ダナエーの子ペルセウスの四角い神殿があり、その周囲にはナツメヤシが生い茂っている。
τὰ δὲ πρόπυλα τοῦ ἱροῦ λίθινα ἐστὶ κάρτα μεγάλα·
神殿の表門は石造りで非常に大きい。
ἐπὶ δὲ αὐτοῖσι ἀνδριάντες δύο ἑστᾶσι λίθινοι μεγάλοι.
その上には二体の大きな石の彫像が立っている。
ἐν δὲ τῷ περιβεβλημένῳ τούτῳ νηός τε ἔνι καὶ ἄγαλμα ἐν αὐτῷ ἐνέστηκε τοῦ Περσέος.
この囲まれた境内の中には社があり、その中にはペルセウスの像が置かれている。
§2.91.3οὗτοι οἱ Χεμμῖται λέγουσι τὸν Περσέα πολλάκις μὲν ἀνὰ τὴν γῆν φαίνεσθαί σφι πολλάκις δὲ ἔσω τοῦ ἱροῦ, σανδάλιόν τε αὐτοῦ πεφορημένον εὑρίσκεσθαι ἐὸν τὸ μέγαθος δίπηχυ, τὸ ἐπεὰν φανῇ, εὐθηνέειν ἅπασαν Αἴγυπτον.
これらヘンミスの住民たちが言うには、ペルセウスはしばしば彼らの土地に姿を現し、またしばしば神殿の内部に現れるという。 また、彼の履いていたサンダルが発見されるが、その大きさは二ペキュスあり、それが出現すると、エジプト全土が繁栄するという。
§2.91.4ταῦτα μὲν λέγουσι, ποιεῦσι δὲ τάδε Ἑλληνικὰ τῷ Περσέι·
彼らはこのように言うが、ペルセウスに対して以下のようなギリシア風のことを行っている。
ἀγῶνα γυμνικὸν τιθεῖσι διὰ πάσης ἀγωνίης ἔχοντα, παρέχοντες ἄεθλα κτήνεα καὶ χλαίνας καὶ δέρματα.
すべての競技種目を含む体育競技会を催し、家畜や外套、獣皮を賞品として提供している。
§2.91.5εἰρομένου δέ μευ ὅ τι σφι μούνοισι ἔωθε ὁ Περσεὺς ἐπιφαίνεσθαι καὶ ὅ τι κεχωρίδαται Αἰγυπτίων τῶν ἄλλων ἀγῶνα γυμνικὸν τιθέντες, ἔφασαν τὸν Περσέα ἐκ τῆς ἑωυτῶν πόλιος γεγονέναι·
私が、なぜ彼らだけにペルセウスが姿を现す習慣があるのか、またなぜ他のエジプト人たちと異なって体育競技会を催しているのかと尋ねると、彼らは、ペルセウスが自分たちの都市の出身だからであると言った。
τὸν γὰρ Δαναὸν καὶ τὸν Λυγκέα ἐόντας Χεμμίτας ἐκπλῶσαι ἐς τὴν Ἑλλάδα, ἀπὸ δὲ τούτων γενεηλογέοντες κατέβαινον ἐς τὸν Περσέα.
というのも、ダナオスとリュンケウスはヘンミスの住民であったが、ギリシアへ船で渡り、彼らから系図をたどってペルセウスに下るのだという。
§2.91.6ἀπικόμενον δὲ αὐτὸν ἐς Αἴγυπτον κατʼ αἰτίην τὴν καὶ Ἕλληνες λέγουσι, οἴσοντα ἐκ Λιβύης τὴν Γοργοῦς κεφαλήν, ἔφασαν ἐλθεῖν καὶ παρὰ σφέας καὶ ἀναγνῶναι τοὺς συγγενέας πάντας·
また、ギリシア人たちも言っているのと同じ理由で、リビアからゴルゴの首を持ち帰るために彼がエジプトにやって来たとき、彼らのところにもやって来て、親族一同を認知したのだと言った。
ἐκμεμαθηκότα δέ μιν ἀπικέσθαι ἐς Αἴγυπτον τὸ τῆς Χέμμιος οὔνομα, πεπυσμένον παρὰ τῆς μητρός.
また、彼がエジプトに到着したときには、母親から聞いてヘンミスの名をすでに知り抜いていたという。
ἀγῶνα δέ οἱ γυμνικὸν αὐτοῦ κελεύσαντος ἐπιτελέειν.
そして、彼自身が命じたことによって、彼らは彼のために体育競技会を行っているのだという。