§2.32.1ἀλλὰ τάδε μὲν ἤκουσα ἀνδρῶν Κυρηναίων φαμένων ἐλθεῖν τε ἐπὶ τὸ Ἄμμωνος χρηστήριον καὶ ἀπικέσθαι ἐς λόγους Ἐτεάρχῳ τῷ Ἀμμωνίων βασιλέι, καί κως ἐκ λόγων ἄλλων ἀπικέσθαι ἐς λέσχην περὶ τοῦ Νείλου, ὡς οὐδεὶς αὐτοῦ οἶδε τὰς πηγάς, καὶ τὸν Ἐτέαρχον φάναι ἐλθεῖν κοτε παρʼ αὐτὸν Νασαμῶνας ἄνδρας.
しかし、私がキュレネ人の男たちから聞いたところでは、彼らはアンモンの神託所へ行き、アンモン人の王エテアルコスと対話する機会を得たという。 そして、その他の様々な話題から、どういうわけかナイル川についての雑談になり、その源流を誰も知らないという話になった。 するとエテアルコスは、かつて自分のところにナサモネス人の男たちがやって来たと語ったという。
§2.32.2τὸ δὲ ἔθνος τοῦτο ἐστὶ μὲν Λιβυκόν, νέμεται δὲ τὴν Σύρτιν τε καὶ τὴν πρὸς ἠῶ χώρην τῆς Σύρτιος οὐκ ἐπὶ πολλόν.
この民族はリビア系であり、シュルティスおよびシュルティスの東側の土地を、それほど遠くまでではないが、領有している。
§2.32.3ἀπικομένους δὲ τοὺς Νασαμῶνας καὶ εἰρωτωμένους εἴ τι ἔχουσι πλέον λέγειν περὶ τῶν ἐρήμων τῆς Λιβύης, φάναι παρὰ σφίσι γενέσθαι ἀνδρῶν δυναστέων παῖδας ὑβριστάς, τοὺς ἄλλα τε μηχανᾶσθαι ἀνδρωθέντας περισσὰ καὶ δὴ καὶ ἀποκληρῶσαι πέντε ἑωυτῶν ὀψομένους τὰ ἔρημα τῆς Λιβύης, καὶ εἴ τι πλέον ἴδοιεν τῶν τὰ μακρότατα ἰδομένων.
ナサモネス人たちが到着し、リビアの砂漠について何かそれ以上の情報を持っているかと尋ねられたとき、彼らは次のように語ったという。 自分たちのところに有力者の息子たちで、不遜な若者たちが現れた。 彼らは大人になると、様々な突飛な企てをしたが、とりわけ、自分たちのうち5人をくじで選んでリビアの砂漠を探索させ、最も遠くまで旅した人々よりもさらに何か多くのものを見ることができるかどうかを確かめさせようとした。
§2.32.4τῆς γὰρ Λιβύης τὰ μὲν κατὰ τὴν βορηίην θάλασσαν ἀπʼ Αἰγύπτου ἀρξάμενοι μέχρι Σολόεντος ἄκρης, ἣ τελευτᾷ τῆς Λιβύης, παρήκουσι παρὰ πᾶσαν Λίβυες καὶ Λιβύων ἔθνεα πολλά, πλὴν ὅσον Ἕλληνες καὶ Φοίνικες ἔχουσι·
というのも、リビアの、エジプトから始まってリビアの果てであるソロエイス岬に至るまでの北の海沿いの地域は、ギリシア人とフェニキア人が領有している部分を除いて、リビア人と多くのリビア人部族が全域にわたって住んでいるからである。
τὰ δὲ ὑπὲρ θαλάσσης τε καὶ τῶν ἐπὶ θάλασσαν κατηκόντων ἀνθρώπων, τὰ κατύπερθε θηριώδης ἐστὶ ἡ Λιβύη·
これに対して、海および海沿いに住む人々よりも内陸の地域は、野生動物の跋っこするリビアである。
τὰ δὲ κατύπερθε τῆς θηριώδεος ψάμμος τε ἐστὶ καὶ ἄνυδρος δεινῶς καὶ ἔρημος πάντων.
さらにその猛獣地帯より内陸は、砂漠であり、ひどく水に乏しく、すべてが不毛の地である。
§2.32.5εἶπαι ὦν τοὺς νεηνίας ἀποπεμπομένους ὑπὸ τῶν ἡλίκων, ὕδασί τε καὶ σιτίοισι εὖ ἐξηρτυμένους, ἰέναι τὰ πρῶτα μὲν διὰ τῆς οἰκεομένης, ταύτην δὲ διεξελθόντας ἐς τὴν θηριώδεα ἀπικέσθαι, ἐκ δὲ ταύτης τὴν ἔρημον διεξιέναι, τὴν ὁδὸν ποιευμένους πρὸς ζέφυρον ἄνεμον,
さて、その若者たちは、同世代の者たちに送り出され、水と食糧を十分に備えて旅立ったと、彼らは語った。 彼らはまず初めは人の住む地域を通って進み、ここを通り抜けて猛獣地帯に達し、さらにそこから砂漠を横断した。 西風の方角へ進路を取って進んだ。
§2.32.6διεξελθόντας δὲ χῶρον πολλὸν ψαμμώδεα καὶ ἐν πολλῇσι ἡμέρῃσι ἰδεῖν δή κοτε δένδρεα ἐν πεδίῳ πεφυκότα, καί σφεας προσελθόντας ἅπτεσθαι τοῦ ἐπεόντος ἐπὶ τῶν δενδρέων καρποῦ, ἁπτομένοισι δέ σφι ἐπελθεῖν ἄνδρας μικρούς, μετρίων ἐλάσσονας ἀνδρῶν, λαβόντας δὲ ἄγειν σφέας·
多くの砂地を、何日もかけて通り抜けたのち、あるときついに平野に生えている木々を目にした。 そして彼らは近づいて、木になっている実をもぎ取った。 彼らが実をもぎ取っていると、並みの人よりも小柄な、背の低い男たちが襲いかかってきて、彼らを捕らえて連行した。
φωνῆς δὲ οὔτε τι τῆς ἐκείνων τοὺς Νασαμῶνας γινώσκειν οὔτε τοὺς ἄγοντας τῶν Νασαμώνων·
言葉については、ナサモネス人たちも彼らの言葉を全く理解できず、連行する者たちもナサモネス人の言葉を理解できなかった。
§2.32.7ἄγειν τε δὴ αὐτοὺς διʼ ἑλέων μεγίστων, καὶ διεξελθόντας ταῦτα ἀπικέσθαι ἐς πόλιν ἐν τῇ πάντας εἶναι τοῖσι ἄγουσι τὸ μέγαθος ἴσους, χρῶμα δὲ μέλανας.
彼らは若者たちを非常に大きな湿地帯を通って連れて行き、そこを通り抜けると、住んでいる人々がみな彼らを連行した者たちと同じ背丈で、肌の黒い者たちである都市に到着した。
παρὰ δὲ τὴν πόλιν ῥέειν ποταμὸν μέγαν, ῥέειν δὲ ἀπὸ ἑσπέρης αὐτὸν πρὸς ἥλιον ἀνατέλλοντα, φαίνεσθαι δὲ ἐν αὐτῷ κροκοδείλους.
その都市の傍らを大河が流れており、それは西から日の昇る方角へと流れており、その川にはワニの姿が見られた。