§2.31.1μέχρι μέν νυν τεσσέρων μηνῶν πλόου καὶ ὁδοῦ γινώσκεται ὁ Νεῖλος πάρεξ τοῦ ἐν Αἰγύπτῳ ῥεύματος·
エジプト国内の流れを除けば、ナイル川は船旅と陸路を合わせて四ヶ月の道のりにわたって知られている。
τοσοῦτοι γὰρ συμβαλλομένῳ μῆνες εὑρίσκονται ἀναισιμούμενοι ἐξ Ἐλεφαντίνης πορευομένῳ ἐς τοὺς αὐτομόλους τούτους.
というのも、エレファンティネからこれらの脱走兵のもとへと旅をする者にとって、計算してみると、それだけの月数が費やされるからである。
ῥέει δὲ ἀπὸ ἑσπέρης τε καὶ ἡλίου δυσμέων.
そして川は西、すなわち太陽の沈む方角から流れている。
τὸ δὲ ἀπὸ τοῦδε οὐδεὶς ἔχει σαφέως φράσαι·
しかし、これより先については、誰も明確に語ることができない。
ἔρημος γὰρ ἐστὶ ἡ χώρη αὕτη ὑπὸ καύματος.
なぜなら、この地は暑さのために不毛の荒野となっているからである。