Humanitext Reader

希罗多德 · 历史 §2.32.1-2.32.7

纳萨莫内斯青年探索利比亚沙漠

第 248 段,共 1577 段 · 希腊语

内容简介

希罗多德讲述了从昔兰尼人处听来的纳萨莫内斯年轻人的探险故事。这些年轻人向西穿过沙漠,抵达了一座由身材矮小的黑人居住的城市,城旁有一条向东流淌且有鳄鱼的大河。

§2.32.1ἀλλὰ τάδε μὲν ἤκουσα ἀνδρῶν Κυρηναίων φαμένων ἐλθεῖν τε ἐπὶ τὸ Ἄμμωνος χρηστήριον καὶ ἀπικέσθαι ἐς λόγους Ἐτεάρχῳ τῷ Ἀμμωνίων βασιλέι, καί κως ἐκ λόγων ἄλλων ἀπικέσθαι ἐς λέσχην περὶ τοῦ Νείλου, ὡς οὐδεὶς αὐτοῦ οἶδε τὰς πηγάς, καὶ τὸν Ἐτέαρχον φάναι ἐλθεῖν κοτε παρʼ αὐτὸν Νασαμῶνας ἄνδρας.
但我从一些昔兰尼人那里听说,他们曾前往阿蒙的神谕所,并与阿蒙人的国王埃特阿尔科斯交谈;不知怎的,他们从其他话题转到了关于尼罗河的讨论,说没有人知道它的源头;埃特阿尔科斯说,曾有一些纳萨莫内斯人来到他那里。
§2.32.2τὸ δὲ ἔθνος τοῦτο ἐστὶ μὲν Λιβυκόν, νέμεται δὲ τὴν Σύρτιν τε καὶ τὴν πρὸς ἠῶ χώρην τῆς Σύρτιος οὐκ ἐπὶ πολλόν.
这个民族属于利比亚人,居住在锡尔特以及锡尔特以东不远的地方。
§2.32.3ἀπικομένους δὲ τοὺς Νασαμῶνας καὶ εἰρωτωμένους εἴ τι ἔχουσι πλέον λέγειν περὶ τῶν ἐρήμων τῆς Λιβύης, φάναι παρὰ σφίσι γενέσθαι ἀνδρῶν δυναστέων παῖδας ὑβριστάς, τοὺς ἄλλα τε μηχανᾶσθαι ἀνδρωθέντας περισσὰ καὶ δὴ καὶ ἀποκληρῶσαι πέντε ἑωυτῶν ὀψομένους τὰ ἔρημα τῆς Λιβύης, καὶ εἴ τι πλέον ἴδοιεν τῶν τὰ μακρότατα ἰδομένων.
当纳萨莫内斯人到达并被问及是否能对利比亚的荒漠多说些什么时,他们说,在他们那里曾有一些权贵的儿子,是些放荡不羁的年轻人;这些人长大后,策划了各种奇特的冒险,特别是他们抽签选出自己中的五个人去探索利比亚的荒漠,看看是否能比那些到过最远地方的人看到更多的东西。
§2.32.4τῆς γὰρ Λιβύης τὰ μὲν κατὰ τὴν βορηίην θάλασσαν ἀπʼ Αἰγύπτου ἀρξάμενοι μέχρι Σολόεντος ἄκρης, ἣ τελευτᾷ τῆς Λιβύης, παρήκουσι παρὰ πᾶσαν Λίβυες καὶ Λιβύων ἔθνεα πολλά, πλὴν ὅσον Ἕλληνες καὶ Φοίνικες ἔχουσι· τὰ δὲ ὑπὲρ θαλάσσης τε καὶ τῶν ἐπὶ θάλασσαν κατηκόντων ἀνθρώπων, τὰ κατύπερθε θηριώδης ἐστὶ ἡ Λιβύη· τὰ δὲ κατύπερθε τῆς θηριώδεος ψάμμος τε ἐστὶ καὶ ἄνυδρος δεινῶς καὶ ἔρημος πάντων.
因为在利比亚,从埃及开始直到作为利比亚尽头的索罗伊斯角,沿着北海的这一带,除了希腊人和腓尼基人占领的地方外,全境都居住着利比亚人和许多利比亚部落;而在海边及沿海居民之上的内陆地区,则是野兽横行的利比亚;而在野兽地带之上的更内陆,则是沙漠,极其缺水,是一片万物不生的荒野。
§2.32.5εἶπαι ὦν τοὺς νεηνίας ἀποπεμπομένους ὑπὸ τῶν ἡλίκων, ὕδασί τε καὶ σιτίοισι εὖ ἐξηρτυμένους, ἰέναι τὰ πρῶτα μὲν διὰ τῆς οἰκεομένης, ταύτην δὲ διεξελθόντας ἐς τὴν θηριώδεα ἀπικέσθαι, ἐκ δὲ ταύτης τὴν ἔρημον διεξιέναι, τὴν ὁδὸν ποιευμένους πρὸς ζέφυρον ἄνεμον,
据他们说,这些被同辈人送行的年轻人,备足了水和粮食,首先穿过了有人居住的地区,穿过这里后到达了野兽地带,又从那里穿过沙漠,向着西风的方向前进。
§2.32.6διεξελθόντας δὲ χῶρον πολλὸν ψαμμώδεα καὶ ἐν πολλῇσι ἡμέρῃσι ἰδεῖν δή κοτε δένδρεα ἐν πεδίῳ πεφυκότα, καί σφεας προσελθόντας ἅπτεσθαι τοῦ ἐπεόντος ἐπὶ τῶν δενδρέων καρποῦ, ἁπτομένοισι δέ σφι ἐπελθεῖν ἄνδρας μικρούς, μετρίων ἐλάσσονας ἀνδρῶν, λαβόντας δὲ ἄγειν σφέας·
在走了许多天、穿过了一大片沙地之后,他们终于看到平原上长着树木,便走上前去采摘树上的果实。
φωνῆς δὲ οὔτε τι τῆς ἐκείνων τοὺς Νασαμῶνας γινώσκειν οὔτε τοὺς ἄγοντας τῶν Νασαμώνων·
当他们采摘时,一些身材矮小、比普通人还要矮的人袭击了他们,将他们抓住并带走;纳萨莫内斯人完全不懂这些人的语言,带路的人也听不懂纳萨莫内斯人的语言。
§2.32.7ἄγειν τε δὴ αὐτοὺς διʼ ἑλέων μεγίστων, καὶ διεξελθόντας ταῦτα ἀπικέσθαι ἐς πόλιν ἐν τῇ πάντας εἶναι τοῖσι ἄγουσι τὸ μέγαθος ἴσους, χρῶμα δὲ μέλανας.
他们带着年轻人穿过极大的沼泽地,穿过这里后,来到了一座城市,那里的所有人身材都和带他们来的人一样矮小,而且肤色漆黑。
παρὰ δὲ τὴν πόλιν ῥέειν ποταμὸν μέγαν, ῥέειν δὲ ἀπὸ ἑσπέρης αὐτὸν πρὸς ἥλιον ἀνατέλλοντα, φαίνεσθαι δὲ ἐν αὐτῷ κροκοδείλους.
城市旁流淌着一条大河,它从西方流向太阳升起的方向,河里可以看到鳄鱼。

词汇与语法注释

  1. 2.32.1ἤκουσα ἀνδρῶν Κυρηναίων φαμένων — 动词 ἤκουσα(听见)后接表示信息来源的属格名词(ἀνδρῶν)和与之相一致的属格分词(φαμένων),表示“我听见昔兰尼人说……”。
  2. 2.32.1τὸν Ἐτέαρχον φάναι — 由 ἤκουσα 间接引入或依附于前文 φαμένων 的“对格加不定式”(AcI)结构,意为“(他们说)埃特阿尔科斯说……”。
  3. 2.32.3τῶν τὰ μακρότατα ἰδομένων — 依附于比较级 πλέον(更多、更远)的比较属格。短语 τῶν ἰδομένων 是带冠词的实体化分词,意为“(相比于)那些看得最远的人”。
  4. 2.32.4ἀπʼ Αἰγύπτου ἀρξάμενοι — 用于表示地理起点的习惯分词表达。字面意为“从埃及开始”,实际起到“从埃及起”的作用。主格复数分词 ἀρξάμενοι 在性、数、格上与主句主语 Λίβυες(利比亚人)保持一致。
  5. 2.32.5εἶπαι ὦν — 不定式 εἶπαι(对应雅典方言的不定过去时不定式 εἰπεῖν)在此用作独立的叙事不定式,这是希罗多德在长期维持间接引语时常用的一种文体特征。

引用这一段

希罗多德, 历史 §2.32.1-2.32.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.32.1-2.32.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。