§2.160.1ἐπὶ τοῦτον δὴ τὸν Ψάμμιν βασιλεύοντα Αἰγύπτου ἀπίκοντο Ἠλείων ἄγγελοι, αὐχέοντες δικαιότατα καὶ κάλλιστα τιθέναι τὸν ἐν Ὀλυμπίῃ ἀγῶνα πάντων ἀνθρώπων, καὶ δοκέοντες παρὰ ταῦτα οὐδʼ ἂν τοὺς σοφωτάτους ἀνθρώπων Αἰγυπτίους οὐδὲν ἐπεξευρεῖν·
このプサミスがエジプトを支配している時に、エリスの使節たちが到着した。 彼らは、自分たちが全人類の中で最も公正に、かつ最も見事にオリンピアの競技会を主催していると豪語し、これ以上に、いかに最も賢明な人々であるエジプト人であっても何一つ考案することはできないだろうと考えていた。
§2.160.2ὡς δὲ ἀπικόμενοι ἐς τὴν Αἴγυπτον οἱ Ἠλεῖοι ἔλεγον τῶν εἵνεκα ἀπίκοντο, ἐνθαῦτα ὁ βασιλεὺς οὗτος συγκαλέεται Αἰγυπτίων τοὺς λεγομένους εἶναι σοφωτάτους.
エリス人たちがエジプトに到着し、自分たちのやって来た目的を告げると、そこでこの王は、エジプト人の中で最も賢明であると言われる者たちを召集した。
συνελθόντες δὲ οἱ Αἰγύπτιοι ἐπυνθάνοντο τῶν Ἠλείων λεγόντων ἅπαντα τὰ κατήκει σφέας ποιέειν περὶ τὸν ἀγῶνα·
集まったエジプト人たちは、競技会に関して自分たちが行うべき規定の事柄をすべて語るエリス人たちから詳細を尋ねた。
ἀπηγησάμενοι δὲ τὰ πάντα ἔφασαν ἥκειν ἐπιμαθησόμενοι εἴ τι ἔχοιεν Αἰγύπτιοι τούτων δικαιότερον ἐπεξευρεῖν.
すべてを語り終えると彼らは、エジプト人がこれらよりも何かより公正なことを見出すことができるかどうか、教えを乞うためにやって来たのだと言った。
§2.160.3οἳ δὲ βουλευσάμενοι ἐπειρώτων τοὺς Ἠλείους εἴ σφι οἱ πολιῆται ἐναγωνίζονται.
エジプト人たちは協議したのち、エリス人に、彼らの市民も競技に参加するのかと尋ねた。
οἳ δὲ ἔφασαν καὶ σφέων καὶ τῶν ἄλλων Ἑλλήνων ὁμοίως τῷ βουλομένῳ ἐξεῖναι ἀγωνίζεσθαι.
するとエリス人たちは、自国民も、また他のギリシア人も、望む者であれば誰でも同様に競技に参加することが許されている、と答えた。
§2.160.4οἱ δὲ Αἰγύπτιοι ἔφασαν σφέας οὕτω τιθέντας παντὸς τοῦ δικαίου ἡμαρτηκέναι.
するとエジプト人たちは、彼らがそのように競技を主催するならば、公正さを完全に欠くことになると言った。
οὐδεμίαν γὰρ εἶναι μηχανὴν ὅκως οὐ τῷ ἀστῷ ἀγωνιζομένῳ προσθήσονται, ἀδικέοντες τὸν ξεῖνον.
というのも、同胞の市民が競技している場合に、彼らの味方をして異邦人に対して不正を働くことにならないような方法は、全くあり得ないからである。
ἀλλʼ εἰ δὴ βούλονται δικαίως τιθέναι καὶ τούτου εἵνεκα ἀπικοίατο ἐς Αἴγυπτον, ξείνοισι ἀγωνιστῇσι ἐκέλευον τὸν ἀγῶνα τιθέναι, Ἠλείων δὲ μηδενὶ εἶναι ἀγωνίζεσθαι.
そうではなく、もし真に公正に主催することを望み、そのためにエジプトにやって来たのであれば、異邦の競技者だけのために競技会を催し、エリス人は誰一人として参加できないようにすべきである、と勧告した。
ταῦτα μὲν Αἰγύπτιοι Ἠλείοισι ὑπεθήκαντο.
このようにエジプト人たちはエリス人たちに進言した。