§2.160.1ἐπὶ τοῦτον δὴ τὸν Ψάμμιν βασιλεύοντα Αἰγύπτου ἀπίκοντο Ἠλείων ἄγγελοι, αὐχέοντες δικαιότατα καὶ κάλλιστα τιθέναι τὸν ἐν Ὀλυμπίῃ ἀγῶνα πάντων ἀνθρώπων, καὶ δοκέοντες παρὰ ταῦτα οὐδʼ ἂν τοὺς σοφωτάτους ἀνθρώπων Αἰγυπτίους οὐδὲν ἐπεξευρεῖν·
During the reign of this Psammis over Egypt, messengers from Elis arrived, boasting that they established the contest in Olympia most justly and beautifully of all men, and thinking that not even the Egyptians, the wisest of men, could devise anything further than this.
§2.160.2ὡς δὲ ἀπικόμενοι ἐς τὴν Αἴγυπτον οἱ Ἠλεῖοι ἔλεγον τῶν εἵνεκα ἀπίκοντο, ἐνθαῦτα ὁ βασιλεὺς οὗτος συγκαλέεται Αἰγυπτίων τοὺς λεγομένους εἶναι σοφωτάτους.
When the Elians arrived in Egypt and stated the purpose of their coming, this king thereupon summoned those of the Egyptians who were said to be the wisest.
συνελθόντες δὲ οἱ Αἰγύπτιοι ἐπυνθάνοντο τῶν Ἠλείων λεγόντων ἅπαντα τὰ κατήκει σφέας ποιέειν περὶ τὸν ἀγῶνα· ἀπηγησάμενοι δὲ τὰ πάντα ἔφασαν ἥκειν ἐπιμαθησόμενοι εἴ τι ἔχοιεν Αἰγύπτιοι τούτων δικαιότερον ἐπεξευρεῖν.
When the Egyptians assembled, they inquired of the Elians as they stated all that it was proper for them to do concerning the contest; and having explained everything, they said they had come to learn if the Egyptians could devise anything more just than these rules.
§2.160.3οἳ δὲ βουλευσάμενοι ἐπειρώτων τοὺς Ἠλείους εἴ σφι οἱ πολιῆται ἐναγωνίζονται.
After consulting together, the Egyptians asked the Elians whether their own citizens competed in the games.
οἳ δὲ ἔφασαν καὶ σφέων καὶ τῶν ἄλλων Ἑλλήνων ὁμοίως τῷ βουλομένῳ ἐξεῖναι ἀγωνίζεσθαι.
They replied that it was open to any of themselves and of the other Greeks alike, whoever wished, to compete.
§2.160.4οἱ δὲ Αἰγύπτιοι ἔφασαν σφέας οὕτω τιθέντας παντὸς τοῦ δικαίου ἡμαρτηκέναι. οὐδεμίαν γὰρ εἶναι μηχανὴν ὅκως οὐ τῷ ἀστῷ ἀγωνιζομένῳ προσθήσονται, ἀδικέοντες τὸν ξεῖνον.
But the Egyptians said that in organizing it in this way they erred completely from all justice; for there was no way that they would not favor their own citizen when he competed, thereby doing injustice to the stranger.
ἀλλʼ εἰ δὴ βούλονται δικαίως τιθέναι καὶ τούτου εἵνεκα ἀπικοίατο ἐς Αἴγυπτον, ξείνοισι ἀγωνιστῇσι ἐκέλευον τὸν ἀγῶνα τιθέναι, Ἠλείων δὲ μηδενὶ εἶναι ἀγωνίζεσθαι.
But if they indeed wished to organize it justly, and had come to Egypt for this purpose, they urged them to hold the contest for foreign competitors only, and that no Elian should be allowed to compete.
ταῦτα μὲν Αἰγύπτιοι Ἠλείοισι ὑπεθήκαντο.
This was the advice the Egyptians gave to the Elians.