Humanitext Reader

ヘロドトス · 歴史 §2.152.1-2.152.5

青銅の男たちの到来とプサメティコスの復権

374 / 1577 箇所 · ギリシア語

要旨

沼沢地に追放されたプサメティコスは、レトの神託に従ってエジプトに漂着した青銅の甲冑を身につけたイオニア人とカリア人の傭兵と同盟を結び、他の11人の王たちを打ち倒す。

§2.152.1τὸν δὲ Ψαμμήτιχον τοῦτον πρότερον φεύγοντα τὸν Αἰθίοπα Σαβακῶν, ὅς οἱ τὸν πατέρα Νεκῶν ἀπέκτεινε, τοῦτον φεύγοντα τότε ἐς Συρίην, ὡς ἀπαλλάχθη ἐκ τῆς ὄψιος τοῦ ὀνείρου ὁ Αἰθίοψ, κατήγαγον Αἰγυπτίων οὗτοι οἳ ἐκ νομοῦ τοῦ Σαΐτεω εἰσί.
かつてこのプサメティコスが、彼の父ネコスを殺したエチオピア人サバコスから逃れてシリアへ亡命していたとき、エチオピア人が夢の幻影のためにエジプトを去ると、サイス県の出身であるエジプト人たちが彼を呼び戻した。
§2.152.2μετὰ δὲ βασιλεύοντα τὸ δεύτερον πρὸς τῶν ἕνδεκα βασιλέων καταλαμβάνει μιν διὰ τὴν κυνέην φεύγειν ἐς τὰ ἕλεα.
その後、彼が二度目の王位に就いていたとき、兜の件が原因で、11人の王たちによって沼沢地へ逃れることを余儀なくされた。
§2.152.3ἐπιστάμενος ὦν ὡς περιυβρισμένος εἴη πρὸς αὐτῶν, ἐπενόεε τίσασθαι τοὺς διώξαντας.
そこで、自分が彼らからひどい仕打ちを受けたと知った彼は、自分を追放した者たちに復讐することを企てた。
πέμψαντι δέ οἱ ἐς Βουτοῦν πόλιν ἐς τὸ χρηστήριον τῆς Λητοῦς, ἔνθα δὴ Αἰγυπτίοισι ἐστὶ μαντήιον ἀψευδέστατον, ἦλθε χρησμὸς ὡς τίσις ἥξει ἀπὸ θαλάσσης χαλκέων ἀνδρῶν ἐπιφανέντων.
彼がブトの町にある、エジプト人にとって最も確実な神託所であるレトの神託所へ使者を送ったところ、「海から青銅の男たちが現れるとき、復讐がもたらされるであろう」という神託が下った。
§2.152.4καὶ τῷ μὲν δὴ ἀπιστίη μεγάλη ὑπεκέχυτο χαλκέους οἱ ἄνδρας ἥξειν ἐπικούρους.
しかし彼には、青銅の男たちが援軍としてやって来るなどということは、到底信じられないことに思われた。
χρόνου δὲ οὐ πολλοῦ διελθόντος ἀναγκαίη κατέλαβε Ἴωνάς τε καὶ Κᾶρας ἄνδρας κατὰ ληίην ἐκπλώσαντας ἀπενειχθῆναι ἐς Αἴγυπτον, ἐκβάντας δὲ ἐς γῆν καὶ ὁπλισθέντας χαλκῷ ἀγγέλλει τῶν τις Αἰγυπτίων ἐς τὰ ἕλεα ἀπικόμενος τῷ Ψαμμητίχῳ, ὡς οὐκ ἰδὼν πρότερον χαλκῷ ἄνδρας ὁπλισθέντας, ὡς χάλκεοι ἄνδρες ἀπιγμένοι ἀπὸ θαλάσσης λεηλατεῦσι τὸ πεδίον.
それからまもなくして、略奪のために船出したイオニア人とカリア人の男たちが、嵐などのやむを得ない事情によってエジプトに漂着することになった。 彼らが陸に上がり、青銅の武具で武装していると、エジプト人の一人が沼沢地へやって来てプサメティコスに報告した。 彼はそれまで青銅で武装した男たちを見たことがなかったので、海から青銅の男たちがやって来て平野を略奪している、と報告したのである。
§2.152.5ὁ δὲ μαθὼν τὸ χρηστήριον ἐπιτελεύμενον φίλα τε τοῖσι Ἴωσι καὶ Καρσὶ ποιέεται καί σφεας μεγάλα ὑπισχνεύμενος πείθει μετʼ ἑωυτοῦ γενέσθαι.
プサメティコスは神託が実現しつつあることを悟ると、イオニア人とカリア人を歓迎して友好を結び、彼らに多大な恩賞を約束して自分の味方になるよう説得した。
ὡς δὲ ἔπεισε, οὕτω ἅμα τοῖσι τὰ ἑωυτοῦ βουλομένοισι Αἰγυπτίοισι καὶ τοῖσι ἐπικούροισι καταιρέει τοὺς βασιλέας.
そして説得に成功すると、彼は自分の味方をするエジプト人たちや援軍とともに、他の王たちを打ち倒した。

語釈・文法注

  1. 2.152.1τὸν δὲ Ψαμμήτιχον τοῦτον πρότερον φεύγοντα ... κατήγαγον — 文頭の対格 τὸν δὲ Ψαμμήτιχον τοῦτον は、関係節や時間節、分詞句が長く挿入された後、主節の動詞 κατήγαγον の直接目的語として係っている。途中の τοῦτον φεύγοντα は、この対格を読者に想起させるために繰り返されたものである。
  2. 2.152.2καταλαμβάνει μιν διὰ τὴν κυνέην φεύγειν — 非人称的・事象的な意味での καταλαμβάνει(〜という事態が襲う)に、対格 μιν と不定詞 φεύγειν が結合した対格不定詞構文。「彼が〜へ逃亡せざるを得ない事態が彼を襲った」の意。
  3. 2.152.4ἀπιστίη μεγάλη ὑπεκέχυτο χαλκέους οἱ ἄνδρας ἥξειν ἐπικούρους — 対格不定詞句 χαλκέους ... ἥξειν は、主語名詞 ἀπιστίη(不信、疑念)の内容を説明する同格節のように機能している。与格の οἱ は、三人称の指示代名詞(ここではプサメティコスを指す)の与格で、「彼のもとに」を表す。
  4. 2.152.4ἀναγκαίη κατέλαβε ... ἀπενειχθῆναι — 抽象名詞 ἀναγκαίη(必要、不可抗力、嵐などの物理的強制力)を主語とし、対格(Ἴωνάς τε καὶ Κᾶρας ἄνδρας)と不定詞(ἀπενειχθῆναι)を伴って、「不可抗力が彼らをエジプトに漂着させた(漂着せざるを得なくした)」という事態の強制力を表す構文。

この箇所を引用する

ヘロドトス, 歴史 §2.152.1-2.152.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.152.1-2.152.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。