§2.152.1τὸν δὲ Ψαμμήτιχον τοῦτον πρότερον φεύγοντα τὸν Αἰθίοπα Σαβακῶν, ὅς οἱ τὸν πατέρα Νεκῶν ἀπέκτεινε, τοῦτον φεύγοντα τότε ἐς Συρίην, ὡς ἀπαλλάχθη ἐκ τῆς ὄψιος τοῦ ὀνείρου ὁ Αἰθίοψ, κατήγαγον Αἰγυπτίων οὗτοι οἳ ἐκ νομοῦ τοῦ Σαΐτεω εἰσί.
Now this Psammetichus had previously been in exile, fleeing from the Ethiopian Sabacos, who had killed his father Necos—fleeing at that time to Syria; but when the Ethiopian departed because of the vision of the dream, those of the Egyptians who were from the Saite nome brought him back.
§2.152.2μετὰ δὲ βασιλεύοντα τὸ δεύτερον πρὸς τῶν ἕνδεκα βασιλέων καταλαμβάνει μιν διὰ τὴν κυνέην φεύγειν ἐς τὰ ἕλεα.
Afterward, while he was ruling for the second time, it befell him, because of the helmet, to flee to the marshes at the hands of the eleven kings.
§2.152.3ἐπιστάμενος ὦν ὡς περιυβρισμένος εἴη πρὸς αὐτῶν, ἐπενόεε τίσασθαι τοὺς διώξαντας.
Knowing, therefore, that he had been deeply wronged by them, he purposed to avenge himself on those who had driven him out.
πέμψαντι δέ οἱ ἐς Βουτοῦν πόλιν ἐς τὸ χρηστήριον τῆς Λητοῦς, ἔνθα δὴ Αἰγυπτίοισι ἐστὶ μαντήιον ἀψευδέστατον, ἦλθε χρησμὸς ὡς τίσις ἥξει ἀπὸ θαλάσσης χαλκέων ἀνδρῶν ἐπιφανέντων.
When he sent to the city of Buto, to the oracle of Leto—which is the most unerring oracle for the Egyptians—an oracle came to him that vengeance would come from the sea when bronze men should appear.
§2.152.4καὶ τῷ μὲν δὴ ἀπιστίη μεγάλη ὑπεκέχυτο χαλκέους οἱ ἄνδρας ἥξειν ἐπικούρους.
And indeed, great disbelief was poured over him that bronze men would come as his allies.
χρόνου δὲ οὐ πολλοῦ διελθόντος ἀναγκαίη κατέλαβε Ἴωνάς τε καὶ Κᾶρας ἄνδρας κατὰ ληίην ἐκπλώσαντας ἀπενειχθῆναι ἐς Αἴγυπτον, ἐκβάντας δὲ ἐς γῆν καὶ ὁπλισθέντας χαλκῷ ἀγγέλλει τῶν τις Αἰγυπτίων ἐς τὰ ἕλεα ἀπικόμενος τῷ Ψαμμητίχῳ, ὡς οὐκ ἰδὼν πρότερον χαλκῷ ἄνδρας ὁπλισθέντας, ὡς χάλκεοι ἄνδρες ἀπιγμένοι ἀπὸ θαλάσσης λεηλατεῦσι τὸ πεδίον.
But after no long time had passed, necessity befell certain Ionian and Carian men, who had sailed out for plunder, to be carried off course to Egypt; and when they landed and were clad in bronze armor, one of the Egyptians came to the marshes and reported to Psammetichus—having never before seen men clad in bronze armor—that bronze men had arrived from the sea and were plundering the plain.
§2.152.5ὁ δὲ μαθὼν τὸ χρηστήριον ἐπιτελεύμενον φίλα τε τοῖσι Ἴωσι καὶ Καρσὶ ποιέεται καί σφεας μεγάλα ὑπισχνεύμενος πείθει μετʼ ἑωυτοῦ γενέσθαι.
Understanding that the oracle was being fulfilled, he made friends with the Ionians and Carians, and, promising them great things, persuaded them to join his side.
ὡς δὲ ἔπεισε, οὕτω ἅμα τοῖσι τὰ ἑωυτοῦ βουλομένοισι Αἰγυπτίοισι καὶ τοῖσι ἐπικούροισι καταιρέει τοὺς βασιλέας.
Once he had persuaded them, he then, together with those Egyptians who wished his cause and these allies, overthrew the kings.