Humanitext Reader

ヘロドトス · 歴史 §1.80.1-1.80.6

ラクダを用いたキュロスの計略とサルディス包囲

80 / 1577 箇所 · ギリシア語

要旨

キュロスはサルディスの平原で、リュディアの強力な騎兵に対抗するため、ラクダを用いたハルパゴスの計略を実行する。ラクダを恐れたリュディアの馬が退却する中、リュディア兵は下馬して奮戦するも、敗れて城内に包囲される。

§1.80.1ἐς τὸ πεδίον δὲ συνελθόντων τοῦτο τὸ πρὸ τοῦ ἄστεος ἐστὶ τοῦ Σαρδιηνοῦ, ἐὸν μέγα τε καὶ ψιλὸν (διὰ δὲ αὐτοῦ ποταμοὶ ῥέοντες καὶ ἄλλοι καὶ Ὕλλος συρρηγνῦσι ἐς τὸν μέγιστον, καλεόμενον δὲ Ἕρμον, ὃς ἐξ ὄρεος ἱροῦ μητρὸς Δινδυμήνης ῥέων ἐκδιδοῖ ἐς θάλασσαν κατὰ Φωκαίην πόλιν), §1.80.2ἐνθαῦτα ὁ Κῦρος ὡς εἶδε τοὺς Λυδοὺς ἐς μάχην τασσομένους, καταρρωδήσας τὴν ἵππον ἐποίησε Ἁρπάγου ὑποθεμένου ἀνδρὸς Μήδου τοιόνδε·
彼らがサルディスの町の前に広がる、広大で樹木のない平原に集まったとき(この平原を貫いて、ヒュロス川をはじめとする他の川が流れ、ヘルメス川と呼ばれる最大の川に合流している。 ヘルメス川は、母神ディンデュメネの聖なる山から流れ出て、フォカイアの町の近くで海に注いでいる)、そこでキュロスは、リュディア人たちが戦闘の隊形を整えているのを見ると、彼らの騎兵を恐れ、メディア人ハルパゴスの提案に従って次のようにした。
ὅσαι τῷ στρατῷ τῷ ἑωυτοῦ εἵποντο σιτοφόροι τε καὶ σκευοφόροι κάμηλοι, ταύτας πάσας ἁλίσας καὶ ἀπελὼν τὰ ἄχθεα ἄνδρας ἐπʼ αὐτὰς ἀνέβησε ἱππάδα στολὴν ἐνεσταλμένους, σκευάσας δὲ αὐτοὺς προσέταξε τῆς ἄλλης στρατιῆς προϊέναι πρὸς τὴν Κροίσου ἵππον, τῇ δὲ καμήλῳ ἕπεσθαι τὸν πεζὸν στρατὸν ἐκέλευσε, ὄπισθε δὲ τοῦ πεζοῦ ἐπέταξε τὴν πᾶσαν ἵππον.
すなわち、自分の軍隊に従っていた食糧輸送用および荷物輸送用のラクダをすべて集め、その荷物を下ろして、騎兵の装束を身にまとわせた男たちをその上に乗せた。 そして彼らをそのように仕立てると、他の軍勢の先頭に立ってクロイソスの騎兵に向かって進むよう命じ、ラクダの後には歩兵が従うよう命じ、歩兵の後ろにすべての騎兵を配置した。
§1.80.3ὡς δέ οἱ πάντες διετετάχατο, παραίνεσε τῶν μὲν ἄλλων Λυδῶν μὴ φειδομένους κτείνειν πάντα τὸν ἐμποδὼν γινόμενον, Κροῖσον δὲ αὐτὸν μὴ κτείνειν, μηδὲ ἢν συλλαμβανόμενος ἀμύνηται.
彼のすべての軍勢が配置を終えると、彼は、他のリュディア人については容赦なく、立ち塞がる者をすべて殺すよう命じたが、クロイソス自身については、たとえ捕らえられる際に抵抗して身を守ろうとしても、殺してはならないと命じた。
§1.80.4ταῦτα μὲν παραίνεσε, τὰς δὲ καμήλους ἔταξε ἀντία τῆς ἵππου τῶνδε εἵνεκεν·
このように命令を下した上で、彼は次のような理由から、ラクダを敵の騎兵の向かいに配置した。
κάμηλον ἵππος φοβέεται, καὶ οὐκ ἀνέχεται οὔτε τὴν ἰδέην αὐτοῦ ὁρέων οὔτε τὴν ὀδμὴν ὀσφραινόμενος.
すなわち、馬はラクダを恐れ、その姿を見ることも、その臭いを嗅ぐことも耐えられないのである。
αὐτοῦ δὴ ὦν τούτου εἵνεκεν ἐσεσόφιστο, ἵνα τῷ Κροίσῳ ἄχρηστον ᾖ τὸ ἱππικόν, τῷ δή τι καὶ ἐπεῖχε ἐλλάμψεσθαι ὁ Λυδός.
まさにこの理由のために彼は計略を案じたのであった。 それはクロイソスにとって、リュディア人が大いに活躍することを期待していたあの騎兵が、役に立たなくなるようにするためであった。
§1.80.5ὡς δὲ καὶ συνήισαν ἐς τὴν μάχην, ἐνθαῦτα ὡς ὤσφροντο τάχιστα τῶν καμήλων οἱ ἵπποι καὶ εἶδον αὐτάς, ὀπίσω ἀνέστρεφον, διέφθαρτό τε τῷ Κροίσῳ ἡ ἐλπίς.
こうして彼らが戦闘に突入したとき、馬たちはラクダの臭いを嗅ぎ、その姿を見るやいなや、ただちに後退し、クロイソスの希望は打ち砕かれた。
§1.80.6οὐ μέντοι οἵ γε Λυδοὶ τὸ ἐνθεῦτεν δειλοὶ ἦσαν, ἀλλʼ ὡς ἔμαθον τὸ γινόμενον, ἀποθορόντες ἀπὸ τῶν ἵππων πεζοὶ τοῖσι Πέρσῃσι συνέβαλλον.
しかし、リュディア人たちもそれによって臆病になったわけではなく、事態を察知すると、馬から飛び降りて歩兵としてペルシア人と交戦した。
χρόνῳ δὲ πεσόντων ἀμφοτέρων πολλῶν ἐτράποντο οἱ Λυδοί, κατειληθέντες δὲ ἐς τὸ τεῖχος ἐπολιορκέοντο ὑπὸ τῶν Περσέων.
やがて、双方に多くの死者が出た後、リュディア人たちは敗走し、城壁の中に逃げ込んでペルシア人に包囲された。

語釈・文法注

  1. 1.80.1συνελθόντων — 属格独立構文の現在(またはアオリスト)分詞形。主語の代名詞は省略されているが、文脈上、戦うために集まった「両軍」を指す。
  2. 1.80.2ἐποίησε Ἁρπάγου ὑποθεμένου — Ἁρπάγου ὑποθεμένου は属格独立構文(「ハルパゴスが提案したとき/提案したことに従って」)。これが主動詞 ἐποίησε(〜を行った)の行動の前提や契機を示している。
  3. 1.80.4τῷ δή τι καὶ ἐπεῖχε ἐλλάμψεσθαι ὁ Λυδός — 関係代名詞 τῷ は中性単数与格で τὸ ἱππικόν を先行詞とする。ἐπέχω (ここでは「〜を期待する」「〜に望みをかける」の意)が不定詞 ἐλλάμψεσθαι(輝く、手柄を立てる)を伴い、与格 τῷ は「それ(騎兵)に」という依存先を示す。

この箇所を引用する

ヘロドトス, 歴史 §1.80.1-1.80.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.80.1-1.80.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。