§1.80.1ἐς τὸ πεδίον δὲ συνελθόντων τοῦτο τὸ πρὸ τοῦ ἄστεος ἐστὶ τοῦ Σαρδιηνοῦ, ἐὸν μέγα τε καὶ ψιλὸν (διὰ δὲ αὐτοῦ ποταμοὶ ῥέοντες καὶ ἄλλοι καὶ Ὕλλος συρρηγνῦσι ἐς τὸν μέγιστον, καλεόμενον δὲ Ἕρμον, ὃς ἐξ ὄρεος ἱροῦ μητρὸς Δινδυμήνης ῥέων ἐκδιδοῖ ἐς θάλασσαν κατὰ Φωκαίην πόλιν), §1.80.2ἐνθαῦτα ὁ Κῦρος ὡς εἶδε τοὺς Λυδοὺς ἐς μάχην τασσομένους, καταρρωδήσας τὴν ἵππον ἐποίησε Ἁρπάγου ὑποθεμένου ἀνδρὸς Μήδου τοιόνδε· ὅσαι τῷ στρατῷ τῷ ἑωυτοῦ εἵποντο σιτοφόροι τε καὶ σκευοφόροι κάμηλοι, ταύτας πάσας ἁλίσας καὶ ἀπελὼν τὰ ἄχθεα ἄνδρας ἐπʼ αὐτὰς ἀνέβησε ἱππάδα στολὴν ἐνεσταλμένους, σκευάσας δὲ αὐτοὺς προσέταξε τῆς ἄλλης στρατιῆς προϊέναι πρὸς τὴν Κροίσου ἵππον, τῇ δὲ καμήλῳ ἕπεσθαι τὸν πεζὸν στρατὸν ἐκέλευσε, ὄπισθε δὲ τοῦ πεζοῦ ἐπέταξε τὴν πᾶσαν ἵππον.
When they had met in the plain that lies before the city of Sardis, which is broad and bare of trees (through which flow several rivers, including the Hyllus, all rushing to join the greatest one, called the Hermus, which, flowing from the sacred mountain of Mother Dindymene, empties into the sea near the city of Phocaea), there Cyrus, when he saw the Lydians drawing up for battle, fearing their cavalry, did as Harpagus, a Mede, had suggested to him, in this manner: gathering all the food-carrying and baggage-carrying camels that followed his army, and taking off their burdens, he mounted on them men equipped in cavalry attire; and having so prepared them, he ordered them to go ahead of the rest of the army against Croesus' cavalry, and he commanded the infantry to follow the camels, and behind the infantry he posted his entire cavalry.
§1.80.3ὡς δέ οἱ πάντες διετετάχατο, παραίνεσε τῶν μὲν ἄλλων Λυδῶν μὴ φειδομένους κτείνειν πάντα τὸν ἐμποδὼν γινόμενον, Κροῖσον δὲ αὐτὸν μὴ κτείνειν, μηδὲ ἢν συλλαμβανόμενος ἀμύνηται.
And when all his forces had been drawn up, he charged them to kill without mercy all other Lydians who came in their way, but not to kill Croesus himself, not even if, when being captured, he should defend himself.
§1.80.4ταῦτα μὲν παραίνεσε, τὰς δὲ καμήλους ἔταξε ἀντία τῆς ἵππου τῶνδε εἵνεκεν· κάμηλον ἵππος φοβέεται, καὶ οὐκ ἀνέχεται οὔτε τὴν ἰδέην αὐτοῦ ὁρέων οὔτε τὴν ὀδμὴν ὀσφραινόμενος.
These orders he gave, and he stationed the camels opposite the cavalry for this reason: a horse fears a camel, and can endure neither the sight of its form nor the smell of its odor.
αὐτοῦ δὴ ὦν τούτου εἵνεκεν ἐσεσόφιστο, ἵνα τῷ Κροίσῳ ἄχρηστον ᾖ τὸ ἱππικόν, τῷ δή τι καὶ ἐπεῖχε ἐλλάμψεσθαι ὁ Λυδός.
For this very reason, therefore, he had devised this trick, so that Croesus' cavalry might be rendered useless, upon which very force the Lydian relied to win great glory.
§1.80.5ὡς δὲ καὶ συνήισαν ἐς τὴν μάχην, ἐνθαῦτα ὡς ὤσφροντο τάχιστα τῶν καμήλων οἱ ἵπποι καὶ εἶδον αὐτάς, ὀπίσω ἀνέστρεφον, διέφθαρτό τε τῷ Κροίσῳ ἡ ἐλπίς.
And when they also came together in battle, as soon as the horses smelled the camels and saw them, they turned backward, and Croesus' hope was ruined.
§1.80.6οὐ μέντοι οἵ γε Λυδοὶ τὸ ἐνθεῦτεν δειλοὶ ἦσαν, ἀλλʼ ὡς ἔμαθον τὸ γινόμενον, ἀποθορόντες ἀπὸ τῶν ἵππων πεζοὶ τοῖσι Πέρσῃσι συνέβαλλον.
Nevertheless, the Lydians did not show themselves cowards from that moment, but when they perceived what was happening, leaping down from their horses, they engaged the Persians on foot.
χρόνῳ δὲ πεσόντων ἀμφοτέρων πολλῶν ἐτράποντο οἱ Λυδοί, κατειληθέντες δὲ ἐς τὸ τεῖχος ἐπολιορκέοντο ὑπὸ τῶν Περσέων.
In time, after many had fallen on both sides, the Lydians were turned to flight, and being penned up inside the wall, they were besieged by the Persians.