§1.79.1Κῦρος δὲ αὐτίκα ἀπελαύνοντος Κροίσου μετὰ τὴν μάχην τὴν γενομένην ἐν τῇ Πτερίῃ, μαθὼν ὡς ἀπελάσας μέλλοι Κροῖσος διασκεδᾶν τὸν στρατόν, βουλευόμενος εὕρισκε πρῆγμά οἷ εἶναι ἐλαύνειν ὡς δύναιτο τάχιστα ἐπὶ τὰς Σάρδις, πρὶν ἢ τὸ δεύτερον ἁλισθῆναι τῶν Λυδῶν τὴν δύναμιν.
キュロスは、プテリアで起こった戦いの後、クロイソスが退却するやいなや、クロイソスが退却した上で軍隊を解散するつもりであることを知ると、熟考した末、リュディア人の軍勢が再び招集される前に、できるだけ速やかにサルディスへと進軍することが自分にとって得策であると判断した。
§1.79.2ὡς δέ οἱ ταῦτα ἔδοξε, καὶ ἐποίεε κατὰ τάχος·
彼がこのように決心すると、ただちに実行に移した。
ἐλάσας γὰρ τὸν στρατὸν ἐς τὴν Λυδίην αὐτὸς ἄγγελος Κροίσῳ ἐληλύθεε.
というのも、彼は軍をリュディアへと進め、自らクロイソスへの使者としてやって来たからである。
ἐνθαῦτα Κροῖσος ἐς ἀπορίην πολλὴν ἀπιγμένος, ὥς οἱ παρὰ δόξαν ἔσχε τὰ πρήγματα ἢ ὡς αὐτὸς κατεδόκεε, ὅμως τοὺς Λυδοὺς ἐξῆγε ἐς μάχην.
そこでクロイソスは、事態が自分の予想、すなわち彼自身が考えていたのとは全く異なる展開を見せたため、大きな困惑に陥ったものの、それでもリュディア人たちを戦闘へと率い出した。
§1.79.3ἦν δὲ τοῦτον τὸν χρόνον ἔθνος οὐδὲν ἐν τῇ Ἀσίῃ οὔτε ἀνδρηιότερον οὔτε ἀλκιμώτερον τοῦ Λυδίου.
当時、アジアにおいては、リュディア人よりも勇敢で精強な部族は存在しなかった。
ἡ δὲ μάχη σφέων ἦν ἀπʼ ἵππων, δόρατά τε ἐφόρεον μεγάλα, καὶ αὐτοὶ ἦσαν ἱππεύεσθαι ἀγαθοί.
彼らの戦い方は馬に乗ってのものであり、彼らは大きな槍を携え、乗馬に極めて長けていた。