§1.77.1Κροῖσος δὲ μεμφθεὶς κατὰ τὸ πλῆθος τὸ ἑωυτοῦ στράτευμα (ἦν γάρ οἱ ὁ συμβαλὼν στρατὸς πολλὸν ἐλάσσων ἢ ὁ Κύρου), τοῦτο μεμφθείς, ὡς τῇ ὑστεραίῃ οὐκ ἐπειρᾶτο ἐπιὼν ὁ Κῦρος, ἀπήλαυνε ἐς τὰς Σάρδις ἐν νόῳ ἔχων παρακαλέσας μὲν Αἰγυπτίους κατὰ τὸ ὅρκιον
クロイソスは、自分の軍勢の数に不満を抱き(というのも、交戦した軍勢はキュロスのものよりずっと少なかったからである)、この人数不足に不満を抱いて、翌日キュロスが攻撃を仕掛けてこないのを見ると、サルディスへと退却した。
§1.77.2(ἐποιήσατο γὰρ καὶ πρὸς Ἄμασιν βασιλεύοντα Αἰγύπτου συμμαχίην πρότερον ἤ περ πρὸς Λακεδαιμονίους), μεταπεμψάμενος δὲ καὶ Βαβυλωνίους (καὶ γὰρ πρὸς τούτους αὐτῷ ἐπεποίητο συμμαχίη, ἐτυράννευε δὲ τὸν χρόνον τοῦτον τῶν Βαβυλωνίων Λαβύνητος), §1.77.3ἐπαγγείλας δὲ καὶ Λακεδαιμονίοισι παρεῖναι ἐς χρόνον ῥητόν ἁλίσας τε δὴ τούτους καὶ τὴν ἑωυτοῦ συλλέξας στρατιὴν ἐνένωτο τὸν χειμῶνα παρείς, ἅμα τῷ ἔαρι στρατεύειν ἐπὶ τοὺς Πέρσας.
彼は、誓約に従ってエジプト人を招集し、(というのも、彼はラケダイモン人たちと同盟を結ぶよりも前に、エジプトを支配していたアマシスとも同盟を結んでいたからである)、さらにバビロン人たちをも召喚し(彼らの間にも同盟が結ばれており、この時バビロン人たちを支配していたのはラビュネトスであった)、ラケダイモン人たちにも指定の期日に参集するよう布告し、これらの同盟軍を集め、かつ自身の軍勢を再招集したうえで、冬をやり過ごし、春の訪れとともにペルシア人たちに対して遠征しようと心に決めていた。
§1.77.4καὶ ὃ μὲν ταῦτα φρονέων, ὡς ἀπίκετο ἐς τὰς Σάρδις, ἔπεμπε κήρυκας κατὰ τὰς συμμαχίας προερέοντας ἐς πέμπτον μῆνα συλλέγεσθαι ἐς Σάρδις·
彼はこうしたことを考えながらサルディスに到着すると、同盟関係に従って使者を派遣し、五ヶ月目にサルディスへ集結するようあらかじめ布告した。
τὸν δὲ παρεόντα καὶ μαχεσάμενον στρατὸν Πέρσῃσι, ὃς ἦν αὐτοῦ ξεινικός, πάντα ἀπεὶς διεσκέδασε οὐδαμὰ ἐλπίσας μὴ κοτε ἄρα ἀγωνισάμενος οὕτω παραπλησίως Κῦρος ἐλάσῃ ἐπὶ Σάρδις.
一方、手元にあってペルシア人と戦った軍勢、すなわち彼の傭兵部隊であったものを、すべて解散させて退かせた。 あのように互角の戦いをした後に、キュロスがサルディスへ進撃してくることなど、到底あり得ないと考えたからである。