Humanitext Reader

希罗多德 · 历史 §1.77.1-1.77.4

克罗伊索斯撤回萨尔迪斯与召集盟军的计划

第 77 段,共 1577 段 · 希腊语

内容简介

克罗伊索斯因己方人数不足且波斯军次日未发动进攻而退回萨尔迪斯。他计划在冬季集结埃及、巴比伦和拉刻代蒙的盟军,待春季再次远征,并因此解散了现有的雇佣军,认为居鲁士绝不会立即进军萨尔迪斯。

§1.77.1Κροῖσος δὲ μεμφθεὶς κατὰ τὸ πλῆθος τὸ ἑωυτοῦ στράτευμα (ἦν γάρ οἱ ὁ συμβαλὼν στρατὸς πολλὸν ἐλάσσων ἢ ὁ Κύρου), τοῦτο μεμφθείς, ὡς τῇ ὑστεραίῃ οὐκ ἐπειρᾶτο ἐπιὼν ὁ Κῦρος, ἀπήλαυνε ἐς τὰς Σάρδις ἐν νόῳ ἔχων παρακαλέσας μὲν Αἰγυπτίους κατὰ τὸ ὅρκιον §1.77.2(ἐποιήσατο γὰρ καὶ πρὸς Ἄμασιν βασιλεύοντα Αἰγύπτου συμμαχίην πρότερον ἤ περ πρὸς Λακεδαιμονίους), μεταπεμψάμενος δὲ καὶ Βαβυλωνίους (καὶ γὰρ πρὸς τούτους αὐτῷ ἐπεποίητο συμμαχίη, ἐτυράννευε δὲ τὸν χρόνον τοῦτον τῶν Βαβυλωνίων Λαβύνητος), §1.77.3ἐπαγγείλας δὲ καὶ Λακεδαιμονίοισι παρεῖναι ἐς χρόνον ῥητόν ἁλίσας τε δὴ τούτους καὶ τὴν ἑωυτοῦ συλλέξας στρατιὴν ἐνένωτο τὸν χειμῶνα παρείς, ἅμα τῷ ἔαρι στρατεύειν ἐπὶ τοὺς Πέρσας.
克罗伊索斯因自己的军队人数太少而感到不满(因为参战的军队比居鲁士的军队少得多),由于对人数不足感到不满,而且看到第二天居鲁士并没有试图发动进攻,他便退回萨尔迪斯,心里打算按照盟约召集埃及人(因为他甚至在与拉刻代蒙人结盟之前,就与统治埃及的阿马西斯结成了同盟),并派人去召集巴比伦人(因为他与他们也结成了同盟,而当时统治巴比伦人的是拉比内图斯),并通知拉刻代蒙人在指定的期限内到场;他决定在集结了这些盟军并重整了自己的军队之后,度过冬天,待到开春便向波斯人发动远征。
§1.77.4καὶ ὃ μὲν ταῦτα φρονέων, ὡς ἀπίκετο ἐς τὰς Σάρδις, ἔπεμπε κήρυκας κατὰ τὰς συμμαχίας προερέοντας ἐς πέμπτον μῆνα συλλέγεσθαι ἐς Σάρδις· τὸν δὲ παρεόντα καὶ μαχεσάμενον στρατὸν Πέρσῃσι, ὃς ἦν αὐτοῦ ξεινικός, πάντα ἀπεὶς διεσκέδασε οὐδαμὰ ἐλπίσας μὴ κοτε ἄρα ἀγωνισάμενος οὕτω παραπλησίως Κῦρος ἐλάσῃ ἐπὶ Σάρδις.
怀着这样的意图,他一到达萨尔迪斯,就向各同盟国派遣使者,宣布在第五个月到萨尔迪斯集结;而对于现有的、曾与波斯人作战的军队——这原本是他的外籍雇佣军,他将其全部解散遣返,因为他绝没有料到,居鲁士在经历了一场如此势均力敌的战斗之后,还会向萨尔迪斯进军。

词汇与语法注释

  1. 1.77.1μεμφθεὶς ... τοῦτο μεμφθείς — 动词 μέμφομαι(不满)的过去时被动分词 μεμφθείς 在此处作中动意,带直接宾语(第一次是 τὸ ἑωυτοῦ στράτευμα,第二次是 τοῦτο)。由于插入了括号内的原因解释(ἦν γάρ...)导致句子中断,相同的分词被再次重复,以恢复主句的句法流。
  2. 1.77.1ἐν νόῳ ἔχων ... ἐνένωτο — §1.77.1 中以 ἐν νόῳ ἔχων(意图)开始的意图表达,支配了一系列过去时分词(παρακαλέσας、μεταπεμψάμενος、ἐπαγγείλας、ἁλίσας、συλλέξας),并最终收敛于 §1.77.3 的主动词 ἐνένωτο(ἐννοέω 或 ἐν νόῳ ἔχω 的过去完成时中动/被动,“心已决定”)。依赖于 ἐνένωτο 的不定式是 στρατεύειν。
  3. 1.77.4οὐδαμὰ ἐλπίσας μὴ κοτε ἄρα ... ἐλάσῃ — 由表示否定预期的分词 οὐδαμὰ ἐλπίσας(绝没有料到)支配,否定词 μὴ 与过去时虚拟语气 ἐλάσῃ(ἐλαύνω 的第三人称单数)连用,表示否定性的预测或担忧(“绝没有想到……会进军”)。

引用这一段

希罗多德, 历史 §1.77.1-1.77.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.77.1-1.77.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。