§1.61.1ἀπολαβὼν δὲ τὴν τυραννίδα τρόπῳ τῷ εἰρημένῳ ὁ Πεισίστρατος κατὰ τὴν ὁμολογίην τὴν πρὸς Μεγακλέα γενομένην γαμέει τοῦ Μεγακλέος τὴν θυγατέρα.
このようにして述べられた方法で僭主の地位を取り戻したペイシストラトスは、メガクレスとの間でなされた合意に従って、メガクレスの娘を妻に迎えた。
οἷα δὲ παίδων τέ οἱ ὑπαρχόντων νεηνιέων καὶ λεγομένων ἐναγέων εἶναι τῶν Ἀλκμεωνιδέων, οὐ βουλόμενός οἱ γενέσθαι ἐκ τῆς νεογάμου γυναικὸς τέκνα ἐμίσγετό οἱ οὐ κατὰ νόμον.
しかし、すでに若い息子たちがいたこと、またアルクマイオン家が呪われた家系だと言われていたことから、この新妻との間に子供ができることを望まなかった彼は、彼女と不自然な方法で交わった。
§1.61.2τὰ μέν νυν πρῶτα ἔκρυπτε ταῦτα ἡ γυνή, μετὰ δὲ εἴτε ἱστορεύσῃ εἴτε καὶ οὒ φράζει τῇ ἑωυτῆς μητρί, ἣ δὲ τῷ ἀνδρί.
妻は最初はこのことを隠していたが、やがて、尋ねられてか尋ねられずにか、自分の母親に話し、母親は夫に話した。
ὀργῇ δὲ ὡς εἶχε καταλλάσσετο τὴν ἔχθρην τοῖσι στασιώτῃσι.
メガクレスは怒りに燃え、自分の政敵たちと和解して敵対関係を解消した。
μαθὼν δὲ ὁ Πεισίστρατος τὰ ποιεύμενα ἐπʼ ἑωυτῷ ἀπαλλάσσετο ἐκ τῆς χώρης τὸ παράπαν, ἀπικόμενος δὲ ἐς Ἐρέτριαν ἐβουλεύετο ἅμα τοῖσι παισί.
自分に対して企てられていることを知ったペイシストラトスは、その地から完全に退去し、エレトリアに到着すると、息子たちと共に相談した。
§1.61.3Ἱππίεω δὲ γνώμῃ νικήσαντος ἀνακτᾶσθαι ὀπίσω τὴν τυραννίδα, ἐνθαῦτα ἤγειρον δωτίνας ἐκ τῶν πολίων αἵτινές σφι προαιδέοντό κού τι.
ヒッピアスの、ふたたび僭主の地位を奪還すべきだという意見が通ると、そこで彼らは、以前から自分たちに恩義を感じていた都市から支援金を集めた。
πολλῶν δὲ μεγάλα παρασχόντων χρήματα, Θηβαῖοι ὑπερεβάλοντο τῇ δόσι τῶν χρημάτων.
多くの者が巨額の資金を提供したが、テーバイ人はその資金援助の額で他を圧倒した。
§1.61.4μετὰ δέ, οὐ πολλῷ λόγῳ εἰπεῖν, χρόνος διέφυ καὶ πάντα σφι ἐξήρτυτο ἐς τὴν κάτοδον·
その後、手短に言えば、月日が流れ、彼らの帰還のためのすべての準備が整った。
καὶ γὰρ Ἀργεῖοι μισθωτοὶ ἀπίκοντο ἐκ Πελοποννήσου, καὶ Νάξιός σφι ἀνὴρ ἀπιγμένος ἐθελοντής, τῷ οὔνομα ἦν Λύγδαμις, προθυμίην πλείστην παρείχετο, κομίσας καὶ χρήματα καὶ ἄνδρας.
というのも、ペロポネソスからアルゴス人の傭兵たちが到着し、またナクソスから自発的にやって来たリグダミスという名の男が、資金と兵士の双方をもたらして、最大の熱意を示したからである。