§1.61.1ἀπολαβὼν δὲ τὴν τυραννίδα τρόπῳ τῷ εἰρημένῳ ὁ Πεισίστρατος κατὰ τὴν ὁμολογίην τὴν πρὸς Μεγακλέα γενομένην γαμέει τοῦ Μεγακλέος τὴν θυγατέρα.
Having recovered the tyranny in the manner described, Pisistratus, in accordance with the agreement made with Megacles, married the daughter of Megacles.
οἷα δὲ παίδων τέ οἱ ὑπαρχόντων νεηνιέων καὶ λεγομένων ἐναγέων εἶναι τῶν Ἀλκμεωνιδέων, οὐ βουλόμενός οἱ γενέσθαι ἐκ τῆς νεογάμου γυναικὸς τέκνα ἐμίσγετό οἱ οὐ κατὰ νόμον.
But since he already had young sons, and the Alcmaeonids were said to be under a curse, he did not wish to have children by his newly married wife, and had intercourse with her in an unnatural way.
§1.61.2τὰ μέν νυν πρῶτα ἔκρυπτε ταῦτα ἡ γυνή, μετὰ δὲ εἴτε ἱστορεύσῃ εἴτε καὶ οὒ φράζει τῇ ἑωυτῆς μητρί, ἣ δὲ τῷ ἀνδρί.
At first the wife kept this secret, but later, whether she was questioned or not, she told her mother, and she in turn told her husband.
ὀργῇ δὲ ὡς εἶχε καταλλάσσετο τὴν ἔχθρην τοῖσι στασιώτῃσι.
And Megacles, in his rage, reconciled his enmity with his political rivals.
μαθὼν δὲ ὁ Πεισίστρατος τὰ ποιεύμενα ἐπʼ ἑωυτῷ ἀπαλλάσσετο ἐκ τῆς χώρης τὸ παράπαν, ἀπικόμενος δὲ ἐς Ἐρέτριαν ἐβουλεύετο ἅμα τοῖσι παισί.
When Pisistratus learned of what was being done against him, he departed entirely from the country; and having arrived at Eretria, he held counsel together with his sons.
§1.61.3Ἱππίεω δὲ γνώμῃ νικήσαντος ἀνακτᾶσθαι ὀπίσω τὴν τυραννίδα, ἐνθαῦτα ἤγειρον δωτίνας ἐκ τῶν πολίων αἵτινές σφι προαιδέοντό κού τι.
When the opinion of Hippias prevailed, namely that they should win back the tyranny, they thereupon collected contributions from those cities which were under some prior obligation to them.
πολλῶν δὲ μεγάλα παρασχόντων χρήματα, Θηβαῖοι ὑπερεβάλοντο τῇ δόσι τῶν χρημάτων.
Many contributed large sums of money, but the Thebans surpassed them all in the giving of money.
§1.61.4μετὰ δέ, οὐ πολλῷ λόγῳ εἰπεῖν, χρόνος διέφυ καὶ πάντα σφι ἐξήρτυτο ἐς τὴν κάτοδον· καὶ γὰρ Ἀργεῖοι μισθωτοὶ ἀπίκοντο ἐκ Πελοποννήσου, καὶ Νάξιός σφι ἀνὴρ ἀπιγμένος ἐθελοντής, τῷ οὔνομα ἦν Λύγδαμις, προθυμίην πλείστην παρείχετο, κομίσας καὶ χρήματα καὶ ἄνδρας.
Afterward, to speak briefly, time passed, and everything was prepared for their return; for indeed Argive mercenaries arrived from the Peloponnese, and a man of Naxos named Lygdamis, who had come of his own free will, showed the greatest zeal, bringing both money and men.