§3.37ἡδέως δʼ ἂν ὑμῖν ἐπʼ εὐνοίᾳ καὶ φιλίᾳ μέμψιν ποιησαίμην νῦν μὲν ἐν κεφαλαίῳ, μικρὸν δʼ ὕστερον διʼ ἐπιστολῆς μακρᾶς, ἣν ἐάνπερ ἐγὼ ζῶ προσδοκᾶτε, ἂν μὴ τὰ δίκαια γένηται μοι παρʼ ὑμῶν πρότερον·
私はあなたがたに対して、好意と友情に基づいて、喜んで苦言を呈したいと思います。 今は要約として、そして少し後には長い手紙によって。 もしそれより前に、あなたがたから私に対して公正な扱いがなされないならば、私が生きている限り、その手紙を待つがよい。
οἵτινες, ὦ ʽτί ἂν εἰπὼν μήθʼ ἁμαρτεῖν δοκοίην μήτε ψευσαίμην; ʼ λίαν ὀλίγωροι, οὔτε τοὺς ἄλλους οὔθʼ ὑμᾶς αὐτοὺς αἰσχύνεσθε, ἐφʼ οἷς Ἀριστογείτονʼ ἀφείκατε, ἐπὶ τούτοις Δημοσθένην ἐκβεβληκότες,
あなたがたは――ああ、『何と言えば私は過ちを犯さず、嘘をつかずに済むだろうか』――あまりに怠慢であり、他の人々に対しても、あなたがた自身に対しても恥じ入ることがありません。 アリストゲイトンを無罪にした、まさにその理由によって、デモステネスを追放しておきながら。
§3.38καὶ ἃ τοῖς τολμῶσιν μηδὲν ὑμῶν φροντίζειν μηδὲ λαβοῦσι παρʼ ὑμῶν ἔξεστιν ἔχειν, ταῦτʼ οὐ διδόντες ἐμοί, ἵνα, ἂν οἷός τʼ ὦ, τά τʼ ὀφειλόμενʼ εἰσπράξας καὶ τοὺς φίλους ἐρανίσας τὰ πρὸς ὑμᾶς διοικήσω, καὶ μὴ γῆρας καὶ φυγὴν ἐπίχειρα τῶν ὑπὲρ ὑμῶν πεπονημένων ἔχων, κοινὸν ὄνειδος τῶν ἀδικησάντων, ἐπὶ ξένης περιιὼν ὁρῶμαι.
また、あなたがたを何とも思わず、あなたがたから何も得ていない傲慢な者たちには所有することが許されているものを、私には与えようとしません。 それは、私が能力の及ぶ限り、未払いの債権を回収し、友人に援助を求めて、あなたがたへの支払いを管理するためであり、また、あなたがたのために骨折った報酬が老齢と亡命となることなしに(これは不正を働いた者たちの共通の不名誉ですが)、異郷を彷徨い歩く姿をさらされないためです。
§3.39βουλομένου δέ μου ἐν μὲν ὑμετέρας χάριτος καὶ μεγαλοψυχίας τάξει τὴν οἴκαδέ μοι ἄφιξιν γενέσθαι, ἐμαυτῷ δὲ λύσιν τῆς γεγονυίας οὐ δικαίως βλασφημίας πορίσασθαι, καὶ μόνον αἰτοῦντος ἄδειαν ὅσονπερ χρόνον τὴν ἔκτεισιν δεδώκατε, ταῦτα μὲν οὐ συγχωρεῖτε, ἐρωτᾶτε δέ, ὡς ἀπαγγέλλεται πρὸς ἐμέ, "τίς οὖν αὐτὸν κωλύει παρεῖναι καὶ ταῦτα πράττειν; "
私は、帰国があなたがたの恩義と寛大さのもとに実現することを望み、自分自身にとっては不当に被った中傷の解消をもたらすことを望み、ただ、あなたがたが支払いのために猶予したのと同じだけの期間の安全(免責)のみを求めているのに、あなたがたはこれらを承認せず、私に伝えられるところによれば、『では、誰が彼が帰国してこれらのことを処理するのを妨げているのか』と問いかけているのです。
§3.40τὸ ἐπίστασθαι αἰσχύνεσθαι, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὸ ἀναξίως τῶν ὑπὲρ ὑμῶν πεπολιτευμένων πράττειν, καὶ τὸ τὰ ὄντʼ ἀπολωλεκέναι διὰ τούτους οἷσ, ἵνα μὴ διπλᾶ καταθῶνται ἃ οὐκ ἠδύνανθʼ ἁπλᾶ, ἐπείσθην ὑπογράψασθαι πρὸσ τὴν ἀρχὴν τὰς καταβολάς·
それは、恥を知ること、アテナイの皆さん、そしてあなたがたのために国政を担ってきた者にふさわしくない振る舞いをすること、そして、一倍の額を支払えなかった者たちが二倍の額を課されることがないようにと、私が当局に支払いの引き受けを約束させられた者たちのせいで、財産を失ってしまったことです。
παρʼ ὧν μετὰ μὲν τῆς ὑμετέρας εὐνοίας ἀφικόμενος μέρος, εἰ καὶ μὴ πάντα, ἴσως ἂν κομισαίμην, ὥστε μηδὲν ἀσχημονεῖν τὸ λοιπὸν τοῦ βίου, ἂν δʼ ὡς οἱ ταῦτα λέγοντες ἀξιοῦσί μʼ ἔλθω, ἅμʼ ἀδοξίᾳ καὶ ἀπορίᾳ καὶ φόβῳ συνέξομαι.
彼らから、あなたがたの好意とともに帰還するなら、すべてではないにしてもその一部を私は回収できるかもしれず、そうすれば生涯の残りをみっともなく過ごさずに済むでしょうが、もし今、そう言う者たちが私に求めるように帰るなら、私は不名誉と困窮と恐怖に同時に襲われることになるでしょう。
§3.41ὧν οὐδὲν ὑμεῖς συλλογίζεσθε, ἀλλὰ ῥημάτων μοι καὶ φιλανθρωπίας φθονοῦντες, ἂν οὕτω τύχῃ, διʼ ὑμᾶς περιόψεσθʼ ἀπολόμενον·
あなたがたはこれらのことを全く考慮せず、ただ私の言葉と人間愛を嫉妬し、もしそうなれば、あなたがたのせいで私が滅び行くのを見過ごすことになるでしょう。
οὐ γὰρ ἂν δεηθείην ἄλλων ἢ ὑμῶν.
なぜなら私はあなたがた以外の者に助けを求めないからです。
καὶ τότε φήσετε δεινὰ πεπονθέναι με, ἀκριβῶς οἶδα, ὅτʼ οὔτʼ ἐμοὶ πλέον οὐδὲν οὔθʼ ὑμῖν ἔσται.
そしてそのとき、あなたがたは私がひどい目に遭ったと言うでしょう、私はそれを確信しています。 だが、そのときには私にとってもあなたがたにとっても何の役にも立ちません。
οὐ γὰρ δὴ χρήματά γʼ εἶναι μοι προσδοκᾶτʼ ἔξω τῶν φανερῶν, ὧν ἀφίσταμαι.
まさか私が公開している財産のほかに、隠し財産を持っているとは期待していないでしょう。
καὶ τὰ λοιπὰ βούλομαι συναγαγεῖν, ἐάν μοι μὴ φιλονίκως, ἀλλʼ ἀνθρωπίνως δῶτε τὸ πρὸς τούτοις ἀσφαλῶς εἶναι.
私は残りのものを集めたいのです、もしあなたがたが嫉妬からではなく、人間的な優しさをもって、私にこれらに加えて安全を許してくれるならば。
§3.42οὐ μὴν οὐδὲ παρʼ Ἁρπάλου με λαβόντα δείξετε·
また、ハルパロスから私が金品を受け取ったことを証明することもできないでしょう。
οὔτε γὰρ ἠλέγχθην οὔτʼ ἔλαβον.
なぜなら私は有罪を立証されておらず、受け取ってもいないからです。
εἰ δὲ τὸ περιφανὲς ἀξίωμα τῆς βουλῆς προσβλέπετε, τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε·
もしアレオパゴス評議会の輝かしい権威に目を向けるなら、アリストゲイトンの裁判を思い出して、顔を覆いなさい。
οὐ γὰρ ἔχω τούτου πραότερον πρόσταγμα τοῖς τοιαῦτʼ ἐξημαρτηκόσιν εἰς ἐμέ.
私に対してそのような過ちを犯した者たちに対して、これ以上穏やかな忠告を私は持ちません。
§3.43οὐ γὰρ δήπου τοῖς αὐτοῖς γε λόγοις ὑπὸ τῆς αὐτῆς βουλῆς ἀποφανθέντʼ ἐκεῖνον μὲν ἀφεῖσθαι δίκαιον εἶναι φήσετε, ἐμὲ δʼ ἀπολωλέναι·
同一の評議会によって、同一の告発のもとで告発されたあの者を無罪にすることが正しく、私を破滅させることが正しいと、あなたがたが言うはずがないからです。
οὐχ οὕτως ὑμεῖς ἀλογίστως ἔχετε.
あなたがたはそれほど理性を欠いてはいません。
οὔτε γὰρ ἄξιος οὔτʼ ἐπιτήδειος οὔτε χείρων, ἀτυχὴς μέντοι διʼ ὑμᾶς, ὁμολογῶ·
私はそれに価しない者でも、ふさわしくない者でも、あるいは劣った者でもありません。 ただあなたがたのせいで不幸なのだと、白状しましょう。
πῶς γὰρ οὐκ ἀτυχής, ᾧ πρὸς τοῖς ἄλλοις κακοῖς καὶ πρὸς Ἀριστογείτονʼ ἐμαυτὸν ἐξετάζειν συμβαίνει, καὶ ταῦτʼ ἀπολωλότι πρὸς σωτηρίας τετυχηκότα;
他の災難に加えて、自分をアリストゲイトンと比較せねばならず、しかも彼が救われたのに、私が破滅しているという状況にある者が、どうして不幸でないと言えようか。
§3.44καὶ μή μʼ ὑπολαμβάνετʼ ὀργίζεσθαι τοῖς λόγοις τούτοις·
そして、私がこれらの言葉によって怒っていると思わないでください。
οὐ γὰρ ἂν πάθοιμι τοῦτο πρὸς ὑμᾶς ἐγώ·
私はあなたがたに対してそのような感情を抱きはしないからです。
ἀλλʼ ἔχει τινὰ τις ἀδικουμένοις ῥᾳστώνην τὸ λέγειν ἃ πάσχουσιν, ὥσπερ τοῖς ἀλγοῦσι τὸ στένειν, ἐπεὶ τῇ γʼ εὐνοίᾳ οὕτως ἔχω πρὸς ὑμᾶς ὡς ὑμᾶς ἂν εὐξαίμην πρὸς ἐμέ.
ただ、不当な扱いを受けている者にとって、自分が被っていることを語ることは、苦しんでいる者がうめき声を上げるのと同様に、いくらかの慰めになるのです。 私のあなたがたへの好意は、私があなたがたに私への好意を祈るほどのものであるからです。
καὶ τοῦτʼ ἐν πᾶσιν πεποίηκα καὶ ποιήσω φανερόν.
私はこのことをすべてにおいて示してきましたし、これからも示し続けるでしょう。
§3.45ἔγνωκα γὰρ ἐξ ἀρχῆς παντὶ τῷ πολιτευομένῳ προσήκειν, ἄνπερ ᾖ δίκαιος πολίτης, ὥσπερ οἱ παῖδες πρὸς τοὺς γονέας, οὕτως πρὸς ἅπαντας τοὺς πολίτας ἔχειν, εὔχεσθαι μὲν ὡς εὐγνωμονεστάτων τυγχάνειν, φέρειν δὲ τοὺς ὄντας εὐμενῶς·
というのも、私は最初から、公正な市民であるならば、子供が親に対してそうであるように、すべての市民に対してそのような態度を取り、できる限り理解ある対応を受けられるよう祈り、かつ、現にある人々を温厚に受け入れることが、国政に関わる者すべてにふさわしいことだと知っているからです。
ἡ γὰρ ἐν τοῖς τοιούτοις ἧττα καλὴ καὶ προσήκουσα νίκη παρὰ τοῖς εὖ φρονοῦσι κρίνεται.
というのも、このような人々における敗北は美しく、ふさわしい勝利であると、良識ある者たちの間では判断されるからです。
εὐτυχεῖτε.
ご健勝を。