§3.37ἡδέως δʼ ἂν ὑμῖν ἐπʼ εὐνοίᾳ καὶ φιλίᾳ μέμψιν ποιησαίμην νῦν μὲν ἐν κεφαλαίῳ, μικρὸν δʼ ὕστερον διʼ ἐπιστολῆς μακρᾶς, ἣν ἐάνπερ ἐγὼ ζῶ προσδοκᾶτε, ἂν μὴ τὰ δίκαια γένηται μοι παρʼ ὑμῶν πρότερον·
出于善意和友谊,我乐意对你们提出怨言,现在先简明扼要地提一下,稍后则会通过一封长信——只要我活着,你们就可以期待这封信,除非你们在此之前先对我主持公道。
οἵτινες, ὦ ʽτί ἂν εἰπὼν μήθʼ ἁμαρτεῖν δοκοίην μήτε ψευσαίμην;
你们这些人——啊,‘我说什么才能显得既不犯错也不撒谎呢?
ʼ λίαν ὀλίγωροι, οὔτε τοὺς ἄλλους οὔθʼ ὑμᾶς αὐτοὺς αἰσχύνεσθε, ἐφʼ οἷς Ἀριστογείτονʼ ἀφείκατε, ἐπὶ τούτοις Δημοσθένην ἐκβεβληκότες, §3.38καὶ ἃ τοῖς τολμῶσιν μηδὲν ὑμῶν φροντίζειν μηδὲ λαβοῦσι παρʼ ὑμῶν ἔξεστιν ἔχειν, ταῦτʼ οὐ διδόντες ἐμοί, ἵνα, ἂν οἷός τʼ ὦ, τά τʼ ὀφειλόμενʼ εἰσπράξας καὶ τοὺς φίλους ἐρανίσας τὰ πρὸς ὑμᾶς διοικήσω, καὶ μὴ γῆρας καὶ φυγὴν ἐπίχειρα τῶν ὑπὲρ ὑμῶν πεπονημένων ἔχων, κοινὸν ὄνειδος τῶν ἀδικησάντων, ἐπὶ ξένης περιιὼν ὁρῶμαι.
’——实在太疏忽了,无论是面对他人还是面对你们自己,你们都不感到羞耻,因为你们一方面释放了阿里斯托盖同,另一方面却以同样的罪名驱逐了德摩斯梯尼,而且,那些胆敢根本不在乎你们、也未曾从你们那里获得任何东西的人被允许拥有的东西,你们却不肯赐予我;这是为了让我(如果可能的话)在收回拖欠我的债务并向朋友筹集资助后,能够妥善处理与你们的债务关系,而不是以晚年和流亡作为为你们操劳的报偿——这对于那些行不义之人是一个共同的耻辱——在异国他乡流离失所。
§3.39βουλομένου δέ μου ἐν μὲν ὑμετέρας χάριτος καὶ μεγαλοψυχίας τάξει τὴν οἴκαδέ μοι ἄφιξιν γενέσθαι, ἐμαυτῷ δὲ λύσιν τῆς γεγονυίας οὐ δικαίως βλασφημίας πορίσασθαι, καὶ μόνον αἰτοῦντος ἄδειαν ὅσονπερ χρόνον τὴν ἔκτεισιν δεδώκατε, ταῦτα μὲν οὐ συγχωρεῖτε, ἐρωτᾶτε δέ, ὡς ἀπαγγέλλεται πρὸς ἐμέ, "τίς οὖν αὐτὸν κωλύει παρεῖναι καὶ ταῦτα πράττειν;
我本来希望自己的归国能被看作是你们的恩惠和宽宏大量,并以此为自己洗刷不公的中伤,而且我仅请求给予我与你们所允许的还款期限相同时间的免责保障,但你们却不答应这些,反而像向我转告的那样,问道:“那么,是谁阻止他回来处理这些事的呢?
" §3.40τὸ ἐπίστασθαι αἰσχύνεσθαι, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὸ ἀναξίως τῶν ὑπὲρ ὑμῶν πεπολιτευμένων πράττειν, καὶ τὸ τὰ ὄντʼ ἀπολωλεκέναι διὰ τούτους οἷσ, ἵνα μὴ διπλᾶ καταθῶνται ἃ οὐκ ἠδύνανθʼ ἁπλᾶ, ἐπείσθην ὑπογράψασθαι πρὸσ τὴν ἀρχὴν τὰς καταβολάς· παρʼ ὧν μετὰ μὲν τῆς ὑμετέρας εὐνοίας ἀφικόμενος μέρος, εἰ καὶ μὴ πάντα, ἴσως ἂν κομισαίμην, ὥστε μηδὲν ἀσχημονεῖν τὸ λοιπὸν τοῦ βίου, ἂν δʼ ὡς οἱ ταῦτα λέγοντες ἀξιοῦσί μʼ ἔλθω, ἅμʼ ἀδοξίᾳ καὶ ἀπορίᾳ καὶ φόβῳ συνέξομαι.
” 是知道羞耻,雅典的人们,是做出不配于那些曾代表你们执政的人的行为,以及因为那些人而失去了我所有的财产——为了不让他们在无法偿还单倍债务时被课以双倍罚款,我才被劝说在官署登记了这些分期付款;如果我怀着你们的善意归来,或许能从他们那里收回一部分,即便不是全部,这样在余生中就不至于狼狈不堪;但如果我按照那些说风凉话的人所要求的那样回来,我将同时被恶名、穷困和恐惧所缠身。
§3.41ὧν οὐδὲν ὑμεῖς συλλογίζεσθε, ἀλλὰ ῥημάτων μοι καὶ φιλανθρωπίας φθονοῦντες, ἂν οὕτω τύχῃ, διʼ ὑμᾶς περιόψεσθʼ ἀπολόμενον· οὐ γὰρ ἂν δεηθείην ἄλλων ἢ ὑμῶν.
你们根本不考虑这些,反而嫉妒我的言辞和人情味,如果事情真如此,你们将眼睁睁看着我因你们而毁灭;因为除了你们之外,我不会向任何人乞求。
καὶ τότε φήσετε δεινὰ πεπονθέναι με, ἀκριβῶς οἶδα, ὅτʼ οὔτʼ ἐμοὶ πλέον οὐδὲν οὔθʼ ὑμῖν ἔσται.
而且我确切地知道,到那个时候你们会说我遭受了可怕的境遇,但这无论对我还是对你们都将不再有任何用处。
οὐ γὰρ δὴ χρήματά γʼ εἶναι μοι προσδοκᾶτʼ ἔξω τῶν φανερῶν, ὧν ἀφίσταμαι.
因为你们绝不该期望我除了已公开并放弃的财产外,还拥有什么其他钱财。
καὶ τὰ λοιπὰ βούλομαι συναγαγεῖν, ἐάν μοι μὴ φιλονίκως, ἀλλʼ ἀνθρωπίνως δῶτε τὸ πρὸς τούτοις ἀσφαλῶς εἶναι.
我只想把余下的财产收集起来,只要你们不怀敌意、而是怀着人性的关怀,允许我在这些之外获得安全。
§3.42οὐ μὴν οὐδὲ παρʼ Ἁρπάλου με λαβόντα δείξετε· οὔτε γὰρ ἠλέγχθην οὔτʼ ἔλαβον.
而且,你们绝无法证明我曾从哈帕路斯那里拿过钱;因为我既未被定罪,也未曾拿过。
εἰ δὲ τὸ περιφανὲς ἀξίωμα τῆς βουλῆς προσβλέπετε, τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε· οὐ γὰρ ἔχω τούτου πραότερον πρόσταγμα τοῖς τοιαῦτʼ ἐξημαρτηκόσιν εἰς ἐμέ.
但如果你们看重议会那显赫的威望,就请在回想起阿里斯托盖同的审判时掩面而泣吧;对于那些对我犯下如此罪过的人,我没有比这更温和的诫命了。
§3.43οὐ γὰρ δήπου τοῖς αὐτοῖς γε λόγοις ὑπὸ τῆς αὐτῆς βουλῆς ἀποφανθέντʼ ἐκεῖνον μὲν ἀφεῖσθαι δίκαιον εἶναι φήσετε, ἐμὲ δʼ ἀπολωλέναι· οὐχ οὕτως ὑμεῖς ἀλογίστως ἔχετε.
因为你们总不至于会说,在被同一个议会基于同样的指控宣告有罪之后,放走那个人是公正的,而让我毁灭却是公正的;你们还不至于如此失去理智。
οὔτε γὰρ ἄξιος οὔτʼ ἐπιτήδειος οὔτε χείρων, ἀτυχὴς μέντοι διʼ ὑμᾶς, ὁμολογῶ· πῶς γὰρ οὐκ ἀτυχής, ᾧ πρὸς τοῖς ἄλλοις κακοῖς καὶ πρὸς Ἀριστογείτονʼ ἐμαυτὸν ἐξετάζειν συμβαίνει, καὶ ταῦτʼ ἀπολωλότι πρὸς σωτηρίας τετυχηκότα;
因为我既不是无用之人,也不是不配之人,更不是更坏的人,但我承认,我确实因你们而遭遇不幸;因为一个人除了其他灾祸之外,竟沦落到要拿自己与阿里斯托盖同相比,而且还是在对方获得安全而自己却毁灭的情况下,他又怎能不算是不幸呢?
§3.44καὶ μή μʼ ὑπολαμβάνετʼ ὀργίζεσθαι τοῖς λόγοις τούτοις· οὐ γὰρ ἂν πάθοιμι τοῦτο πρὸς ὑμᾶς ἐγώ· ἀλλʼ ἔχει τινὰ τις ἀδικουμένοις ῥᾳστώνην τὸ λέγειν ἃ πάσχουσιν, ὥσπερ τοῖς ἀλγοῦσι τὸ στένειν, ἐπεὶ τῇ γʼ εὐνοίᾳ οὕτως ἔχω πρὸς ὑμᾶς ὡς ὑμᾶς ἂν εὐξαίμην πρὸς ἐμέ.
请不要以为我这些话是在发怒;因为我对你们是不会产生这种情绪的;但是对被不公对待的人来说,诉说自己所遭受的痛苦能带来某种宽慰,正如呻吟之于承受肉体痛苦的人一样,因为在善意方面,我对你们的感情正如我所期盼的你们对我的感情一样。
καὶ τοῦτʼ ἐν πᾶσιν πεποίηκα καὶ ποιήσω φανερόν.
这一点,我已经而且将来也会在所有人面前证明。
§3.45ἔγνωκα γὰρ ἐξ ἀρχῆς παντὶ τῷ πολιτευομένῳ προσήκειν, ἄνπερ ᾖ δίκαιος πολίτης, ὥσπερ οἱ παῖδες πρὸς τοὺς γονέας, οὕτως πρὸς ἅπαντας τοὺς πολίτας ἔχειν, εὔχεσθαι μὲν ὡς εὐγνωμονεστάτων τυγχάνειν, φέρειν δὲ τοὺς ὄντας εὐμενῶς· ἡ γὰρ ἐν τοῖς τοιούτοις ἧττα καλὴ καὶ προσήκουσα νίκη παρὰ τοῖς εὖ φρονοῦσι κρίνεται.
因为我从一开始就明白,任何一个参与政治的人,如果他是一个公正的公民,就应当像子女对待父母那样对待所有公民,祈祷能遇到最通情达理的人,但也要怀着善意包容那些不通情达理的人;因为在这些事情上的失败,在明智之人看来,被判定为高尚且合适的胜利。
εὐτυχεῖτε.
愿你们幸福。