§1.1παντὸς ἀρχομένῳ σπουδαίου καὶ λόγου καὶ ἔργου ἀπὸ τῶν θεῶν ὑπολαμβάνω προσήκειν πρῶτον ἄρχεσθαι.
いかなる真剣な言論であれ行動であれ、それを始めようとする者にとって、まずは神々から始めることがふさわしいと私は考える。
εὔχομαι δὴ τοῖς θεοῖς πᾶσι καὶ πάσαις, ὅ τι τῷ δήμῳ τῷ Ἀθηναίων ἄριστόν ἐστι καὶ τοῖς εὐνοοῦσι τῷ δήμῳ καὶ νῦν καὶ εἰς τὸν ἔπειτα χρόνον, τοῦτʼ ἐμοὶ μὲν ἐπὶ νοῦν ἐλθεῖν γράψαι, τοῖς δʼ ἐκκλησιάσασιν Ἀθηναίων ἑλέσθαι.
私は、アテナイの民衆にとって、また民衆に好意を寄せる人々にとって、今も将来にわたっても最善であること、これこそが、私には書くべきこととして心に浮かび、民会に集まったアテナイ市民にはこれを選択することができるよう、すべての神々と女神たちに祈る。
εὐξάμενος δὲ ταῦτα, τῆς ἀγαθῆς ἐπινοίας ἐλπίδʼ ἔχων παρὰ τῶν θεῶν, τάδʼ ἐπιστέλλω.
このように祈り、神々から善い思慮をいただく希望を持って、私は以下を書き送る。
§1.2Δημοσθένης τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν.
デモステネスから評議会と民衆へ、挨拶を送る。
περὶ μὲν τῆς ἐμῆς οἴκαδʼ ἀφίξεως ἀεὶ νομίζω πᾶσιν ὑμῖν ἔσεσθαι βουλεύσασθαι, διόπερ νῦν οὐδὲν περὶ αὐτῆς γέγραφα·
私の帰国については、いつでも諸君一同が審議できることと考える。 それゆえ、今はそれについて何も書いていない。
τὸν δὲ παρόντα καιρὸν ὁρῶν ἑλομένων μὲν ὑμῶν τὰ δέοντα ἅμα δόξαν καὶ σωτηρίαν καὶ ἐλευθερίαν δυνάμενον κτήσασθαι οὐ μόνον ὑμῖν ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν Ἕλλησιν, ἀγνοησάντων δʼ ἢ παρακρουσθέντων οὐ ῥᾴδιον αὖθις τὸν αὐτὸν ἀναλαβεῖν, ᾠήθην χρῆναι τὴν ἐμαυτοῦ γνώμην ὡς ἔχω περὶ τούτων εἰς μέσον θεῖναι.
しかし現在の好機は、諸君がなすべきことを選択するなら、諸君だけでなく他のすべてのギリシア人にとっても、名声と安全と自由を同時に獲得しうるものである一方、もし諸君が無知であったり欺かれたりするなら、再び同じ好機を取り戻すのは容易ではないと見て、私はこれらに関して自分が抱いている意見を公に提示すべきであると考えた。
§1.3ἔστι μὲν οὖν ἔργον ἐξ ἐπιστολῆς ἐμμεῖναι συμβουλῇ·
書簡によって助言を貫き通すことは、実に困難なことである。
πολλοῖς γὰρ εἰώθατʼ ἀπαντᾶν ὑμεῖς πρὸ τοῦ περιμεῖναι μαθεῖν.
というのも、諸君は学んで知るのを待つ前に、多くのことに反対しがちだからである。
λέγοντι μὲν οὖν ἔστιν αἰσθέσθαι τί βούλεσθε καὶ διορθώσασθαι τἀγνοούμενα ῥᾴδιον·
実際、語る者にとっては、諸君が何を望んでいるかを察知し、誤解されている点を訂正することは容易である。
τὸ δὲ βιβλίον οὐδεμίαν ἔχει βοήθειαν τοιαύτην πρὸς τοὺς θορυβοῦντας.
しかし、書かれたものは、騒ぎ立てる者たちに対してそのような助けを一切持たない。
οὐ μὴν ἀλλʼ ἐὰν ἐθελήσητʼ ἀκοῦσαι σιγῇ καὶ περιμείνητε πάντα μαθεῖν, οἴομαι, ὡς σὺν θεοῖς εἰρῆσθαι, καίπερ βραχέων τῶν γεγραμμένων ὄντων, αὐτός τε φανήσεσθαι μετὰ πάσης εὐνοίας τὰ δέονθʼ ὑπὲρ ὑμῶν πράττων καὶ τὰ συμφέρονθʼ ὑμῖν ἐμφανῆ δείξειν.
それでもなお、もし諸君が静かに聴くことを望み、すべてを理解するまで待ってくれるなら、神々の助けを借りて言うのだが、書かれたものは短いとはいえ、私自身が諸君のために誠心誠意なすべきことを行う者として現れ、諸君に益となることを明瞭に示すことができるだろうと考えている。
§1.4οὐχ ὡς ἀπορούντων δʼ ὑμῶν ῥητόρων, οὐδὲ τῶν ἄνευ λογισμοῦ ῥᾳδίως ὅ τι ἂν τύχωσιν ἐρούντων, ἔδοξέ μοι τὴν ἐπιστολὴν πέμπειν·
諸君に弁論家が不足しているからでも、あるいは熟慮もなしに口から出まかせを軽々しく語るような者が不足しているからでもなく、私はこの書簡を送ることに決めたのである。
ἀλλʼ ὅσα τυγχάνω διʼ ἐμπειρίαν καὶ τὸ παρηκολουθηκέναι τοῖς πράγμασιν εἰδώς, ταῦτʼ ἐβουλήθην τοῖς μὲν προαιρουμένοις λέγειν ἐμφανῆ ποιήσας ἀφθόνους ἀφορμὰς ὧν ὑπολαμβάνω συμφέρειν ὑμῖν δοῦναι, τοῖς δὲ πολλοῖς ῥᾳδίαν τὴν τῶν βελτίστων αἵρεσιν καταστῆσαι.
むしろ、私が経験と、これまでの事態の推移を注視してきたことによって、たまたま知っている限りの事柄、これらを、演説しようとする者たちに明らかにすることで、彼らに私が諸君の益になると考える豊富なお膳立てを提供し、また一般の多くの人々にとっては、最善の選択を容易なものにしておきたいと望んだのである。
ὧν μὲν οὖν ἕνεκʼ ἐπῆλθέ μοι τὴν ἐπιστολὴν γράφειν, ταῦτʼ ἐστίν.
このように、私がこの書簡を書く思いに至った理由は、以上の通りである。
§1.5δεῖ δʼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, πρῶτον μὲν ἁπάντων πρὸς ὑμᾶς αὐτοὺς ὁμόνοιαν εἰς τὸ κοινῇ συμφέρον τῇ πόλει παρασχέσθαι καὶ τὰς ἐκ τῶν προτέρων ἐκκλησιῶν ἀμφισβητήσεις ἐᾶσαι, δεύτερον δὲ πάντας ἐκ μιᾶς γνώμης τοῖς δόξασι προθύμως συναγωνίζεσθαι·
アテナイの諸君、まず何よりも、諸君自身の間で国家の共同の利益のために調和を示し、先の民会から生じた論争を不問に付すことが必要である。 第二に、すべての者が一つの決意のもとで、決議された事柄のために熱心に共に行動することである。
ὡς τὸ μήθʼ ἓν μήθʼ ἁπλῶς πράττειν οὐ μόνον ἐστὶν ἀνάξιον ὑμῶν καὶ ἀγεννές, ἀλλὰ καὶ τοὺς μεγίστους κινδύνους ἔχει.
なぜなら、一致団結せず、またひたすら一途に行動しないことは、諸君にふさわしくなく卑劣であるばかりでなく、極めて大きな危険を孕んでいるからである。
§1.6δεῖ δὲ μηδὲ ταῦτα λαθεῖν ὑμᾶς, ἃ καθʼ αὑτὰ μὲν οὐκ ἔστιν αὐτάρκη κατασχεῖν πράγματα, προστεθέντα δὲ ταῖς δυνάμεσι πολλῷ πάντʼ εὐκατεργαστότερʼ ὑμῖν ποιήσει.
また、諸君は次のことを見過ごしてはならない。 それ自体としては情勢を維持するのに十分ではないが、諸君の戦力に加えられるならば、すべてのことをはるかに容易に達成できるようにする、そうした事柄である。
τίνʼ οὖν ἐστιν ταῦτα;
では、それは何か。
μήτε πόλει μηδεμιᾷ μήτε τῶν ἐν ἑκάστῃ τῶν πόλεων συνηγωνισμένων τοῖς καθεστηκόσι μηδενὶ μήτε πικραίνεσθαι μήτε μνησικακεῖν.
いかなる都市に対しても、また各都市において現体制に味方して共に戦った人々の誰に対しても、敵意を抱かず、恨みを残さないことである。
§1.7ὁ γὰρ τοιοῦτος φόβος τοὺς συνειδότας αὑτοῖς, ὡς ἀναγκαίοις τοῖς καθεστηκόσι καὶ κίνδυνον ἔχουσι πρόδηλον προθύμους συναγωνιστὰς ποιεῖ·
というのも、そのような恐怖は、自分の過去の行動を自覚している人々を、現体制が不可欠であり明白な危険を孕んでいるがゆえに、現体制の熱心な共闘者にしてしまうからである。
ἀφεθέντες δὲ τοῦ δέους τούτου πάντες ἠπιώτεροι γενήσονται.
しかし、この恐怖から解放されれば、誰もがより穏やかになるだろう。
τοῦτο δʼ οὐ μικρὰν ὠφέλειαν ἔχει.
そしてこれは少なからぬ有益さをもたらす。
κατὰ μὲν δὴ πόλεις τὰ τοιαῦτʼ εὔηθες προλέγειν, μᾶλλον δʼ οὐδʼ ἐν δυνατῷ·
もっとも、各都市においてこのようなことをあらかじめ宣言することは愚かであり、むしろ不可能でさえある。
ὡς δʼ ἂν ὑμῖν αὐτοῖς ὀφθῆτε χρώμενοι, τοιαύτην καὶ κατὰ τῶν ἄλλων προσδοκίαν παραστήσεθʼ ἑκάστοις.
だが、諸君自身に対してどのように振る舞うかによって、他者に対しても同様の期待を一人ひとりに抱かせることになるのである。