§1.1παντὸς ἀρχομένῳ σπουδαίου καὶ λόγου καὶ ἔργου ἀπὸ τῶν θεῶν ὑπολαμβάνω προσήκειν πρῶτον ἄρχεσθαι.
我认为,对于任何开始进行严肃的言论或行动的人来说,首先从神明开始是合适的。
εὔχομαι δὴ τοῖς θεοῖς πᾶσι καὶ πάσαις, ὅ τι τῷ δήμῳ τῷ Ἀθηναίων ἄριστόν ἐστι καὶ τοῖς εὐνοοῦσι τῷ δήμῳ καὶ νῦν καὶ εἰς τὸν ἔπειτα χρόνον, τοῦτʼ ἐμοὶ μὲν ἐπὶ νοῦν ἐλθεῖν γράψαι, τοῖς δʼ ἐκκλησιάσασιν Ἀθηναίων ἑλέσθαι.
因此,我向所有的男神和女神祈祷,愿对雅典人民以及不论现在还是将来对人民怀有善意的人们最有利的事情,能够显现在我的心中让我写下来,并让聚集在民会中的雅典人予以选择。
εὐξάμενος δὲ ταῦτα, τῆς ἀγαθῆς ἐπινοίας ἐλπίδʼ ἔχων παρὰ τῶν θεῶν, τάδʼ ἐπιστέλλω.
如此祈祷之后,怀着从神明那里获得善意启迪的希望,我写信告知如下。
§1.2Δημοσθένης τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν.
德摩斯梯尼向议事会和人民致敬。
περὶ μὲν τῆς ἐμῆς οἴκαδʼ ἀφίξεως ἀεὶ νομίζω πᾶσιν ὑμῖν ἔσεσθαι βουλεύσασθαι, διόπερ νῦν οὐδὲν περὶ αὐτῆς γέγραφα· τὸν δὲ παρόντα καιρὸν ὁρῶν ἑλομένων μὲν ὑμῶν τὰ δέοντα ἅμα δόξαν καὶ σωτηρίαν καὶ ἐλευθερίαν δυνάμενον κτήσασθαι οὐ μόνον ὑμῖν ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν Ἕλλησιν, ἀγνοησάντων δʼ ἢ παρακρουσθέντων οὐ ῥᾴδιον αὖθις τὸν αὐτὸν ἀναλαβεῖν, ᾠήθην χρῆναι τὴν ἐμαυτοῦ γνώμην ὡς ἔχω περὶ τούτων εἰς μέσον θεῖναι.
关于我的回国一事,我认为你们所有人随时都可以进行商议,因此现在对此不着一字;然而,看到眼下的时机——如果你们选择了必要的事,不仅对你们而且对所有其他希腊人而言,都能够同时获得名声、安全和自由,但如果你们无知或被蒙蔽,就很难再次重获同样的契机——我认为必须将我关于这些事情的真实看法向大众公开。
§1.3ἔστι μὲν οὖν ἔργον ἐξ ἐπιστολῆς ἐμμεῖναι συμβουλῇ· πολλοῖς γὰρ εἰώθατʼ ἀπαντᾶν ὑμεῖς πρὸ τοῦ περιμεῖναι μαθεῖν.
事实上,通过信件来贯彻建议是一件难事;因为你们习惯在等待了解清楚之前,就对许多事情表示反对。
λέγοντι μὲν οὖν ἔστιν αἰσθέσθαι τί βούλεσθε καὶ διορθώσασθαι τἀγνοούμενα ῥᾴδιον· τὸ δὲ βιβλίον οὐδεμίαν ἔχει βοήθειαν τοιαύτην πρὸς τοὺς θορυβοῦντας.
对于演讲者来说,容易察觉你们的需求并纠正被误解之处;但一本书信对于喧哗哄闹的人却没有任何这样的帮助。
οὐ μὴν ἀλλʼ ἐὰν ἐθελήσητʼ ἀκοῦσαι σιγῇ καὶ περιμείνητε πάντα μαθεῖν, οἴομαι, ὡς σὺν θεοῖς εἰρῆσθαι, καίπερ βραχέων τῶν γεγραμμένων ὄντων, αὐτός τε φανήσεσθαι μετὰ πάσης εὐνοίας τὰ δέονθʼ ὑπὲρ ὑμῶν πράττων καὶ τὰ συμφέρονθʼ ὑμῖν ἐμφανῆ δείξειν.
然而,如果你们愿意静静地倾听,并等待了解全部情况,我认为——可以是在神明的保佑下说——虽然所写的内容简短,但我自己不仅会表现出为你们的利益尽心尽力做必要的事,而且会向你们清楚地展示有益之处。
§1.4οὐχ ὡς ἀπορούντων δʼ ὑμῶν ῥητόρων, οὐδὲ τῶν ἄνευ λογισμοῦ ῥᾳδίως ὅ τι ἂν τύχωσιν ἐρούντων, ἔδοξέ μοι τὴν ἐπιστολὴν πέμπειν· ἀλλʼ ὅσα τυγχάνω διʼ ἐμπειρίαν καὶ τὸ παρηκολουθηκέναι τοῖς πράγμασιν εἰδώς, ταῦτʼ ἐβουλήθην τοῖς μὲν προαιρουμένοις λέγειν ἐμφανῆ ποιήσας ἀφθόνους ἀφορμὰς ὧν ὑπολαμβάνω συμφέρειν ὑμῖν δοῦναι, τοῖς δὲ πολλοῖς ῥᾳδίαν τὴν τῶν βελτίστων αἵρεσιν καταστῆσαι.
我决定寄出这封信,并非因为你们缺乏演说家,也不是因为缺乏那些不加思考就随口胡说的人;而是因为我通过经验和对事态的密切关注而恰好了解的那些事,我希望通过将它们向那些选择发言的人公开,从而为他们提供我认为对你们有利的丰富材料,并为大众创造出易于选择最佳方案的条件。
ὧν μὲν οὖν ἕνεκʼ ἐπῆλθέ μοι τὴν ἐπιστολὴν γράφειν, ταῦτʼ ἐστίν.
这就是我之所以想要写这封信的原因。
§1.5δεῖ δʼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, πρῶτον μὲν ἁπάντων πρὸς ὑμᾶς αὐτοὺς ὁμόνοιαν εἰς τὸ κοινῇ συμφέρον τῇ πόλει παρασχέσθαι καὶ τὰς ἐκ τῶν προτέρων ἐκκλησιῶν ἀμφισβητήσεις ἐᾶσαι, δεύτερον δὲ πάντας ἐκ μιᾶς γνώμης τοῖς δόξασι προθύμως συναγωνίζεσθαι·
雅典的男子汉们,首先,你们必须在彼此之间展现出为了城邦共同利益的和谐,并搁置先前民会所产生的争议;其次,所有人应以同一信念,积极为已通过的决议共同奋斗。
ὡς τὸ μήθʼ ἓν μήθʼ ἁπλῶς πράττειν οὐ μόνον ἐστὶν ἀνάξιον ὑμῶν καὶ ἀγεννές, ἀλλὰ καὶ τοὺς μεγίστους κινδύνους ἔχει.
因为既不团结也不专一地去行动,不仅不配于你们且显卑劣,而且还伴随着极大的危险。
§1.6δεῖ δὲ μηδὲ ταῦτα λαθεῖν ὑμᾶς, ἃ καθʼ αὑτὰ μὲν οὐκ ἔστιν αὐτάρκη κατασχεῖν πράγματα, προστεθέντα δὲ ταῖς δυνάμεσι πολλῷ πάντʼ εὐκατεργαστότερʼ ὑμῖν ποιήσει.
此外,你们不应忽视以下这些事,虽然它们本身不足以维系大局,但若与你们的力量相结合,将使一切对你们而言都容易得多。
τίνʼ οὖν ἐστιν ταῦτα;
那么这些是什么呢?
μήτε πόλει μηδεμιᾷ μήτε τῶν ἐν ἑκάστῃ τῶν πόλεων συνηγωνισμένων τοῖς καθεστηκόσι μηδενὶ μήτε πικραίνεσθαι μήτε μνησικακεῖν.
就是既不对任何城邦怀恨在心,也不对各城邦中曾与现行政权并肩作战的任何人耿耿于怀。
§1.7ὁ γὰρ τοιοῦτος φόβος τοὺς συνειδότας αὑτοῖς, ὡς ἀναγκαίοις τοῖς καθεστηκόσι καὶ κίνδυνον ἔχουσι πρόδηλον προθύμους συναγωνιστὰς ποιεῖ· ἀφεθέντες δὲ τοῦ δέους τούτου πάντες ἠπιώτεροι γενήσονται.
因为这种恐惧会使那些心知肚明自己所作所为的人,为了自身生计而视现存秩序为必然且面临显而易见的危险,从而成为现政权的热心协作者;但一旦免除了这种恐惧,所有人都会变得更加温和。
τοῦτο δʼ οὐ μικρὰν ὠφέλειαν ἔχει.
这具有不小的益处。
κατὰ μὲν δὴ πόλεις τὰ τοιαῦτʼ εὔηθες προλέγειν, μᾶλλον δʼ οὐδʼ ἐν δυνατῷ· ὡς δʼ ἂν ὑμῖν αὐτοῖς ὀφθῆτε χρώμενοι, τοιαύτην καὶ κατὰ τῶν ἄλλων προσδοκίαν παραστήσεθʼ ἑκάστοις.
事实上,针对各个城邦提前宣布此类事情是愚蠢的,或者说,甚至是不可能的;但无论你们被看到如何对待自己,你们也会让每个人对其他人产生同样的期待。