§49ἐπεὶ σύνοιδά γε πολλοὺς μὲν ἐξ ἀδόξων καὶ ταπεινῶν ἐπιφανεῖς διὰ τῆς πραγματείας ταύτης γεγενημένους, Σόλωνα δὲ καὶ ζῶντα καὶ τελευτήσαντα μεγίστης δόξης ἠξιωμένον·
なぜなら私は、多くの人がこの営みを通じて無名で卑しい境遇から著名になったこと、またソロンが生きているときも死んだ後も最大の誉れに値されたことを知っているからである。
ὃς οὐκ ἀπεληλαμένος τῶν ἄλλων τιμῶν, ἀλλὰ τῆς μὲν ἀνδρείας τὸ πρὸς Μεγαρέας τρόπαιον ὑπόμνημα καταλιπών, τῆς δʼ εὐβουλίας τὴν Σαλαμῖνος κομιδήν, §50τῆς δʼ ἄλλης συνέσεως τοὺς νόμους, οἷς ἔτι καὶ νῦν οἱ πλεῖστοι τῶν Ἑλλήνων χρώμενοι διατελοῦσιν, ὅμως τοσούτων αὐτῷ καλῶν ὑπαρχόντων, ἐπʼ οὐδενὶ μᾶλλον ἐσπούδασεν ἢ τῶν ἑπτὰ σοφιστῶν ὅπως γένηται, νομίζων τὴν φιλοσοφίαν οὐκ ὄνειδος, ἀλλὰ τιμὴν τοῖς χρωμένοις φέρειν, καλῶς ἐγνωκὼς αὐτὸ τοῦτʼ οὐχ ἧττον ἢ καὶ τἄλλʼ ἐφʼ οἷς διήνεγκεν.
彼は他の栄誉から退けられることなく、一方では勇敢さの記念碑としてメガラ人に対する戦勝記念碑を残し、他方では良き配慮の記念としてサラミスの奪還を残し、またその他の理解力の記念として法律を残したが、これらを今なおギリシア人の大部分は使い続けている。 しかし、これほど多くの素晴らしい成果が彼に備わっていたにもかかわらず、彼は「七賢人」の一人になること以上に熱心に努めたことはなかった。 それは、哲学がそれを用いる人々に不名誉ではなく、名誉をもたらすと考えたからであり、彼が傑出した他の事柄に劣らず、まさにこのことをよく認識していたからである。
§51ἐγὼ μὲν οὖν οὔτʼ αὐτὸς ἄλλως γιγνώσκω, σοί τε παραινῶ φιλοσοφεῖν, μεμνημένῳ τῶν ἐξ ἀρχῆς ὑπαρξάντων σαυτῷ·
それゆえ、私自身も他のようには考えないし、あなたにも、最初からあなたに備わっているものを心に留めつつ、哲学することを勧める。
τούτου γὰρ ἕνεκα διῆλθον ἐν ἀρχῇ τοῦ λόγου κἀγὼ περὶ αὐτῶν, οὐχ ὡς ἐκ τοῦ τὴν σὴν φύσιν ἐπαινεῖν ἀνακτήσεσθαί σε προσδοκῶν, ἀλλʼ ἵνα μᾶλλον προτρέψω σε πρὸς τὴν φιλοσοφίαν, ἐὰν μὴ παρὰ μικρὸν ποιήσῃ, μηδʼ ἐπὶ τοῖς ὑπάρχουσιν ἀγαθοῖς μέγα φρονήσας τῶν μελλόντων ὀλιγωρήσῃς.
というのも、私が言説の冒頭でそれらについて詳しく述べたのもまさにこのためであり、それはあなたの天性を褒めることによってあなたを惹きつけようと期待したからではなく、むしろあなたを哲学へと促すためである。 あなたがそれを些細なこととみなさず、また現在ある恵みに高慢になって将来のことを軽んじたりしないようにするためである。
§52μηδʼ εἰ τῶν ἐντυγχανόντων κρείττων εἶ, μηδὲν τῶν ἄλλων ζήτει διενεγκεῖν, ἀλλʼ ἡγοῦ κράτιστον μὲν εἶναι τὸ πρωτεύειν ἐν ἅπασιν, τούτου δʼ ὀρεγόμενον ὀφθῆναι μᾶλλον συμφέρειν ἢ προέχοντʼ ἐν τοῖς τυχοῦσιν.
また、出会う人々よりも優れているからといって、他の人々より傑出することを全く求めない、ということがあってはならない。 むしろ、あらゆることにおいて第一位に立つことが最善であり、このことを目指している姿を見せることの方が、平凡な事柄において抜きん出ていることよりも有益であると考えよ。
καὶ μὴ καταισχύνῃς τὴν φύσιν, μηδὲ ψευσθῆναι ποιήσῃς τῶν ἐλπίδων τοὺς ἐπὶ σοὶ μέγα φρονοῦντας, ἀλλʼ ὑπερβάλλεσθαι πειρῶ τῇ σαυτοῦ δυνάμει τὴν τῶν εὐνουστάτων ἐπιθυμίαν.
そして、自分の天性を恥じさせるようなことをせず、あなたに大きな期待を寄せている人々の希望を裏切ることのないようにし、むしろあなたに対して最も好意的な人々が抱く望みを、あなた自身の力によって凌駕するように努めよ。
§53καὶ νόμιζε τοὺς μὲν ἄλλους λόγους, ὅταν ἐπιεικῶς ἔχωσιν, τοῖς εἰποῦσιν δόξαν περιτιθέναι, τὰς δὲ συμβουλίας τοῖς πεισθεῖσιν ὠφέλειαν καὶ τιμὴν προσάπτειν·
そして、他の言説は、それらが優れているときには語り手に名声をもたらすが、勧告は、それに従う人々に有益さと名誉をもたらすと考えよ。
καὶ τὰς μὲν περὶ τῶν ἄλλων κρίσεις τὴν αἴσθησιν ἣν ἔχομεν δηλοῦν, τὰς δὲ τῶν ἐπιτηδευμάτων αἱρέσεις τὴν ὅλην φύσιν ἡμῶν δοκιμάζειν.
接着して、他者に関する判断は私たちが持っている認識を明らかにするが、どのような営みを選択するかは私たちの天性の全体を試すものであると考えよ。
ἐν οἷς ἅμα κρίνων αὐτὸς κριθήσεσθαι προσδόκα παρὰ πᾶσιν, κἀμὲ τὸν οὕτως ἐγκωμιάσαντά σʼ ἑτοίμως ἐν ἀγῶνι γενήσεσθαι τῆς σῆς δοκιμασίας.
これらの選択において、あなた自身が判断を下すと同時に、すべての人々から判断されることを覚悟しなさい。 そして、あなたをこのように惜しみなく称賛した私自身も、あなたの評価という試練に立たされることになるのだと。
§54διʼ ἃ δεῖ σε τῶν ἐπαίνων ἄξιον εἶναι δόξαντα καὶ ἐμὲ τῆς σῆς φιλίας ἀνεπιτίμητον ἀφεῖναι.
それゆえ、あなたは称賛に値すると認められる必要があり、また私を、あなたの友情に対して非難されることのない者として解放しなければならない。
οὐχ οὕτως δʼ ἄν σε προθύμως ἐπὶ τὴν φιλοσοφίαν παρεκάλουν, εἰ μὴ τῆς μὲν εὐνοίας τῆς ἐμῆς τοῦτον ἄν σοι κάλλιστον ἔρανον εἰσενεγκεῖν ᾤμην, τὴν δὲ πόλιν ἑώρων διὰ μὲν ἀπορίαν τῶν καλῶν κἀγαθῶν ἀνδρῶν τοῖς τυχοῦσιν πολλάκις χρωμένην, διὰ δὲ τὰς τούτων ἁμαρτίας αὐτὴν ταῖς μεγίσταις ἀτυχίαις περιπίπτουσαν.
もし、これが私の好意からあなたに寄せることのできる最も美しい贈り物であると考えず、また、ポリスが優れた人物の不足のために、しばしば平凡な人々を登用し、彼らの過ちによって最大の不幸に陥っているのを見ていなかったなら、私はこれほど熱心にあなたに哲学を勧めはしなかっただろう。
§55ἵνʼ οὖν ἡ μὲν τῆς σῆς ἀρετῆς, σὺ δὲ τῶν παρὰ ταύτης τιμῶν ἀπολαύσῃς, προθυμότερόν σοι παρεκελευσάμην.
それゆえ、ポリスがあなたの徳を享受し、あなたが徳からもたらされる名誉を享受できるようにと、私はあなたに一層熱心に勧めたのである。
καὶ γὰρ οὐδʼ ἐπὶ σοὶ νομίζω γενήσεσθαι ζῆν ὡς ἔτυχεν, ἀλλὰ προστάξειν σοι τὴν πόλιν τῶν αὑτῆς τι διοικεῖν, καὶ ὅσῳ τὴν φύσιν ἐπιφανεστέραν ἔχεις, τοσούτῳ μειζόνων ἀξιώσειν καὶ θᾶττον βουλήσεσθαι πεῖράν σου λαμβάνειν.
というのも、気の向くままに生きることがあなたの裁量に委ねられるとは私は思わないからであり、むしろポリスがその国政の一部を管理するようあなたに命じるだろうし、あなたの天性が際立っていればいるほど、それだけ大きな役職にあなたを値するものとし、より早くあなたを試そうと望むだろう。
καλὸν οὖν παρεσκευάσθαι τὴν γνώμην, ἵνα μὴ τότε πλημμελῇς.
それゆえ、その時になって過ちを犯さないよう、あらかじめ心構えを整えておくことが望ましい。
§56τοῦτο μὲν οὖν ἐμὸν ἦν ἔργον, εἰπεῖν ἅ σοι συμφέρειν ἡγοῦμαι πεπρᾶχθαι, σὸν δὲ βουλεύσασθαι περὶ αὐτῶν.
さて、あなたに行われることが有益であると私が考えることを語るのこそが私の務めであり、それらについて熟慮するのはあなたの務めである。
προσήκει δὲ καὶ τοὺς ἄλλους τοὺς ζητοῦντας οἰκείως πρὸς σὲ διακεῖσθαι μὴ τὰς ἐπιπολαίους ἡδονὰς καὶ διατριβὰς ἀγαπᾶν, μηδʼ ἐπὶ ταύτας προκαλεῖσθαι, ἀλλὰ φιλοπονεῖν καὶ σκοπεῖν ὅπως τὸν σὸν βίον ὡς λαμπρότατον καταστήσουσιν·
また、あなたと親しく交わろうとする他の人々にとっても、うわべだけの快楽や退屈しのぎを好んだり、あなたをそれらへと誘ったりするのではなく、むしろ労を惜しまず、あなたの人生を最も輝かしいものにするにはどうすればよいかを熟考することがふさわしい。
αὐτοί τε γὰρ οὕτως ἂν μάλιστʼ ἐπαινοῖντο καὶ σοὶ πλείστων ἀγαθῶν αἴτιοι γένοιντο.
なぜなら、彼ら自身もそうすることで最も称賛されるだろうし、あなたにとっても多くの善きことの原因となるからである。
§57μέμφομαι μὲν οὖν οὐδὲ νῦν οὐδένα τῶν σοὶ πλησιαζόντων·
それゆえ、私は今でも、あなたに近づく人々のうちの誰一人をも非難してはいない。
καὶ γάρ μοι δοκεῖ τῆς ἄλλης εὐτυχίας τῆς σῆς καὶ τοῦθʼ ἓν εἶναι, τὸ μηδενὸς φαύλου τυχεῖν ἐραστοῦ, ἀλλʼ οὓς ἄν τις ἕλοιτο βουλόμενος φίλους ἐκ τῶν ἡλικιωτῶν ἐκλέγεσθαι·
というのも、劣った愛人に一人も出会わず、むしろ人が同世代の者たちから友人として選び出したいと思うような人々を友人に得たことも、あなたの他の幸運の一つであると私には思われるからである。
παραινῶ μέντοι σοι φιλοφρονεῖσθαι μὲν πρὸς ἅπαντας τούτους καὶ ἔχειν ἡδέως, πείθεσθαι δὲ τοῖς πλεῖστον νοῦν ἔχουσιν αὐτῶν, ἵνα καὶ τούτοις αὐτοῖς ἔτι σπουδαιότερος δοκῇς εἶναι καὶ τοῖς ἄλλοις πολίταις.
しかしながら、私はあなたに、これらすべての人々に対して親切に接し、快く付き合う一方で、彼らのうちで最も優れた知性を持つ人々に従うことを勧める。 それは、あなたが彼ら自身にとっても、また他の市民たちにとっても、一層優れた人物であると思われるためである。
εὐτύχει.
幸運を祈る。