§1ἀλλʼ ἐπειδήπερ ἀκούειν βούλει τοῦ λόγου, δείξω σοι καὶ ἀναγνώσομαι.
しかし、あなたがその言論を聞きたがっている以上、あなたにお見せし、読み聞かせましょう。
δεῖ δέ σε τὴν προαίρεσιν αὐτοῦ πρῶτον εἰδέναι.
しかし、あなたはまずその意図を知らねばなりません。
βούλεται μὲν γὰρ ὁ τὸν λόγον ποιῶν ἐπαινεῖν Ἐπικράτην, ὃν ᾤετο πολλῶν καὶ καλῶν κἀγαθῶν ὄντων νέων ἐν τῇ πόλει χαριέστατον εἶναι, καὶ πλέον τῇ συνέσει προέχειν ἢ τῷ κάλλει τῶν ἡλικιωτῶν.
というのも、この言論を作った者は、エピクラテスを称賛することを望んでいるからです。 彼は、市の中に美しく優れた若者が多くいる中で、彼が最も魅力的であり、同世代の者たちよりも美しさにおいて勝る以上に、知性において抜きん出ていると考えたのです。
ὁρῶν δʼ ὡς ἔπος εἰπεῖν τὰ πλεῖστα τῶν ἐρωτικῶν συνταγμάτων αἰσχύνην μᾶλλον ἢ τιμὴν περιάπτοντα τούτοις περὶ ὧν ἐστι γεγραμμένα, τοῦθʼ ὅπως μὴ πείσεται πεφύλακται, καὶ ὅπερ καὶ πεπεῖσθαί φησιν τῇ γνώμῃ, τοῦτο καὶ γέγραφεν, ὡς δίκαιος ἐραστὴς οὔτʼ ἂν ποιήσειεν οὐδὲν αἰσχρὸν οὔτʼ ἀξιώσειεν.
そして、恋愛的著作のほとんどすべてが、それが書かれた対象の人々に、名誉というよりはむしろ恥辱をもたらしているのを見て、このような目を彼が被らないようにと注意深く警戒し、また自分自身が心の中で確信していると主張していること、まさにそれを書き記したのです。 それは、正しい愛者であれば、いかなる醜いことも行わず、また要求もしないだろうということです。
ὃ μὲν οὖν ὡσπερεὶ μάλιστʼ ἂν ἐρωτικὸν λάβοις τοῦ λόγου, §2περὶ τοῦτʼ ἔστιν·
そこで、あなたがその言論の中で最も恋愛的なものとして受け取るであろう部分は、この点に関するものです。
ὁ δʼ ἄλλος λόγος τὰ μὲν αὐτὸν ἐπαινεῖ τὸν νεανίσκον, τὰ δʼ αὐτῷ συμβουλεύει περὶ παιδείας τε καὶ προαιρέσεως τοῦ βίου.
しかし、残りの部分は、一方ではその若者自身を称賛し、他方では教養と人生の選択について彼に助言しています。
πάντα δὲ ταῦτα γέγραπται τὸν τρόπον ὅν τις ἂν εἰς βιβλίον καταθεῖτο.
これらはすべて、人が書物に書き残すような方法で書かれています。
τοῖς μὲν γὰρ λεκτικοῖς τῶν λόγων ἁπλῶς καὶ ὁμοίως οἷς ἂν ἐκ τοῦ παραχρῆμά τις εἴποι πρέπει γεγράφθαι, τοῖς δʼ εἰς τὸν πλείω χρόνον τεθησομένοις ποιητικῶς καὶ περιττῶς ἁρμόττει συγκεῖσθαι·
というのも、語りかけるための言論は、人がその場で行う即興の語りと同様に、簡潔に書かれるのがふさわしいのに対し、より長い時間にわたって残されるべき言論は、詩的かつ入念に構成されるのが適しているからです。
τοὺς μὲν γὰρ πιθανούς, τοὺς δʼ ἐπιδεικτικοὺς εἶναι προσήκει.
前者は説得的であり、後者は展示的であるべきだからです。
ἵνʼ οὖν μὴ παρὰ τὸν λόγον σοι λέγω, μηδʼ ἃ γιγνώσκω περὶ τούτων αὐτὸς διεξίω, πρόσεχʼ ὡς αὐτοῦ τοῦ λόγου ἤδη ἀκουσόμενος, ἐπειδὴ καὶ αὐτὸς ἥκει, ὃν ἠβουλήθην ἀκούειν, Ἐπικράτης.
そこで、私がその言論から離れてあなたに語ったり、これらのことについて私自身が知っていることを長々と説いたりしないよう、いまや言論そのものを聞くつもりで注意を向けなさい。 私が聞かせたいと望んでいたエピクラテス自身も、ちょうどやって来たことですから。
§3ὁρῶν ἐνίους τῶν ἐρωμένων καὶ κάλλους μετεσχηκότων οὐδετέρᾳ τῶν εὐτυχιῶν τούτων ὀρθῶς χρωμένους, ἀλλʼ ἐπὶ μὲν τῇ τῆς ὄψεως εὐπρεπείᾳ σεμνυνομένους, τὴν δὲ πρὸς τοὺς ἐραστὰς ὁμιλίαν δυσχεραίνοντας, καὶ τοσοῦτον διημαρτηκότας τοῦ τὰ βέλτιστα κρίνειν ὥστε διὰ τοὺς λυμαινομένους τῷ πράγματι καὶ πρὸς τοὺς μετὰ σωφροσύνης πλησιάζειν ἀξιοῦντας δυσκόλως διακειμένους, ἡγησάμην τοὺς μὲν τοιούτους οὐ μόνον αὑτοῖς ἀλυσιτελῶς ἔχειν, ἀλλὰ καὶ τοῖς ἄλλοις μοχθηρὰς συνηθείας ἐνεργάζεσθαι,
愛される若者たちで、美しさを分け持っている者のうちの何人かが、これら二つの幸運のどちらをも正しく用いておらず、容姿の端麗さを誇りとする一方で、愛者たちとの交際を嫌い、最善のものを判断することから著しく外れているため、その事柄を台無しにする者たちのせいで、節度をもって近づくことを求める人々に対しても不機嫌な態度を取っているのを見て、私は、そのような人々は自分たちにとって不利益であるだけでなく、他の人々に対しても悪い習慣を植え付けることになると考えました。
§4τοῖς δὲ καλῶς φρονοῦσιν οὐκ ἐπακολουθητέον εἶναι τῇ τούτων ἀπονοίᾳ, μάλιστα μὲν ἐνθυμουμένοις ὅτι τῶν πραγμάτων οὔτε καλῶν οὔτʼ αἰσχρῶν ἀποτόμως ὄντων, ἀλλὰ παρὰ τοὺς χρωμένους τὸ πλεῖστον διαλλαττόντων, ἄλογον μιᾷ γνώμῃ περὶ ἀμφοτέρων χρῆσθαι, ἔπειθʼ ὅτι πάντων ἀτοπώτατόν ἐστιν ζηλοῦν μὲν τοὺς πλείστους φίλους καὶ βεβαιοτάτους ἔχοντας, ἀποδοκιμάζειν δὲ τοὺς ἐραστάς, ὃ μόνον ἴδιον ἔθνος οὐχ ἅπασιν ἀλλὰ τοῖς καλοῖς καὶ σώφροσιν οἰκειοῦσθαι πέφυκεν.
しかし、賢明に考える人々は、彼らの愚行に従うべきではないと考えました。 とりわけ、物事は絶対に美しかったり醜かったりするわけではなく、それを用いる人々によって大いに異なってくるのであり、両者に対して同じ一つの見解を用いるのは不合理であると心に留めるべきだからです。 またその次に、最も多くの最も確かな友人を持つ人々を羨む一方で、愛者たちを拒絶することは、何よりも奇妙なことだからです。 愛者というものは、すべての人々ではなく、美しく節度ある人々だけと親しくなる性質を持つ、唯一の独特な類なのですから。
§5ἔτι δὲ τοῖς μὲν μηδεμίαν πω τοιαύτην φιλίαν ἑορακόσιν καλῶς ἀποβᾶσαν, ἢ σφόδρα κατεγνωκόσιν αὑτῶν ὡς οὐκ ἂν δυνηθεῖεν σωφρόνως τοῖς ἐντυγχάνουσιν ὁμιλεῖν, ἴσως οὐκ ἄλογον ταύτην ἔχειν τὴν διάνοιαν·
さらに、これまでそのような友情がうまく運んだのを一度も見たことがない人々や、出会う人々に対して自分たちが節度をもって交際することはできないだろうと自らを強く断罪している人々にとっては、このような考えを持つこともおそらく不合理ではないでしょう。
τοῖς δʼ ὥσπερ σὺ διακειμένοις, καὶ μήτε παντάπασιν ἀνηκόοις οὖσιν ὅσαι δὴ χρεῖαι διʼ ἔρωτος χωρὶς αἰσχύνης ηὐξήθησαν, καὶ μετὰ τῆς ἀκριβεστάτης εὐλαβείας τὸν ἄλλον χρόνον βεβιωκόσιν, οὐδʼ ὑποψίαν ἔχειν εὔλογον ὡς ἄν τι πράξειαν αἰσχρόν.
しかし、あなたのように、愛を通じて恥辱なしにどれほど多くの有益な事柄がもたらされたかを全く聞いていないわけでもなく、これまでの時間を極めて厳格な用心深さをもって生きてきた人々にとっては、何か醜いことを行うのではないかという疑念さえ抱くことは不合理なのです。
§6διὸ δὴ καὶ μᾶλλον ἐπήρθην τοῦτον γράψαι τὸν λόγον, ἡγούμενος δυοῖν τοῖν καλλίστοιν οὐ διαμαρτήσεσθαι.
それゆえにこそ、私はこの言論を書くことにいっそう駆り立てられたのです。 二つの最も美しいことを私は逃さないだろうと考えたからです。
τὰ μὲν γὰρ ὑπάρχοντά σοι ἀγαθὰ διελθὼν ἅμα σέ τε ζηλωτὸν καὶ ἐμαυτὸν οὐκ ἀνόητον ἐπιδείξειν ἐλπίζω, εἴ σε τοιοῦτον ὄντʼ ἀγαπῶ·
というのも、あなたに備わっている美徳を説き明かすことで、あなたを羨まれるべき者として示すと同時に、そのようなあなたを愛している私自身が愚かではないことを示すことができると期待しているからです。
συμβουλεύσας δʼ ἃ μάλιστα κατεπείγει, νομίζω τῆς μὲν εὐνοίας τῆς ἐμῆς δεῖγμα, τῆς δὲ κοινῆς φιλίας ἀφορμὴν ἀμφοτέροις εἰσοίσειν.
また、最も差し迫っている事柄について助言することで、私の好意の証しと、私たち双方にとって共通の友情の契機をもたらすことになると思うからです。
§7καίτοι μʼ οὐ λέληθεν ὅτι χαλεπὸν μέν ἐστιν καὶ τὴν σὴν φύσιν ἀξίως τῶν ὑπαρχόντων διελθεῖν, ἔτι δʼ ἐπικινδυνότερον τὸ συμβουλεύειν μέλλονθʼ αὑτὸν ὑπεύθυνον τῷ πεισθέντι καταστῆσαι.
もっとも、あなたの天性をそれに備わっているものにふさわしく説き明かすことは困難であり、助言しようとする者が説得された相手に対して自らを責任ある立場に置くことはさらに危険を伴うことであるのを、私は忘れてはいません。
ἀλλὰ νομίζω τοῖς μὲν δικαίως ἐγκωμίων τυγχάνουσιν περιγενέσθαι τῆς τῶν ἐπαινούντων δυνάμεως προσήκειν τῇ τῆς ἀληθείας ὑπερβολῇ, τῆς δὲ συμβουλῆς οὐ διαμαρτήσεσθαι, συνειδὼς ὅτι διὰ μὲν ἀνοήτων καὶ παντελῶς ὑπʼ ἀκρασίας διεφθαρμένων οὐδὲ τῶν καθʼ ὑπερβολὴν ὀρθῶς βουλευθέντων οὐδὲν ἂν καλῶς ἐξενεχθείη, διὰ δὲ τῶν σωφρόνως καὶ καθαρῶς ζῆν αἱρουμένων οὐδὲ τὰ μετρίως ἐσκεμμένα διαμαρτάνεσθαι πέφυκεν.
しかし、正当に称賛を受ける人々にとっては、真実の超越性によって称賛する者たちの能力を凌駕することがふさわしいと考えており、また、助言についても失敗することはないと考えています。 なぜなら、愚かで完全に無節制によって堕落した人々を通じては、極めて正しく計画されたことでさえ何一つ見事に実行され得ないのに対し、節度をもって清らかに生きることを選ぶ人々を通じては、並大抵の熟慮によってなされたことでさえ失敗しないのが世の常であることを、私はよく知っているからです。