Humanitext Reader

デモステネス · 第五十八弁論 テオクリネス弁論 §55-62

国内法遵守の重要性と正義の判決の懇願

8 / 9 箇所 · ギリシア語

要旨

告発者は、国内での違法行為を監視することの重要性を説き、自身の若さや父親が法的に沈黙せざるを得ない状況に触れつつ、陪審員に対して正義に基づいた判決を下すよう懇願する。

§55ἐγὼ δʼ οἶμαι τῶν μὲν κατὰ πλοῦν γιγνομένων οὐχ ὑμᾶς, ἀλλὰ τοὺς στρατηγοὺς καὶ τοὺς ἐπὶ τοῖς μακροῖς πλοίοις αἰτίους εἶναι, τῶν δʼ ἐν τῷ Πειραιεῖ καὶ πρὸς ταῖς ἀρχαῖς ὑμᾶς, οἳ τούτων κύριοι ἁπάντων ἐστέ.
私は、航海中に起こる事柄については、あなた方ではなく、将軍たちや軍船の指揮官たちに責任があり、ピレウスや役所の前で起こる事柄については、これらすべてを管理するあなた方に責任があると信じます。
διὸ καὶ μᾶλλόν ἐστι τηρητέον τοὺς ἐνθάδε παραβαίνοντας τοὺς νόμους τῶν ἔξω τοῖς ψηφίσμασιν οὐκ ἐμμενόντων, ἵνα μὴ δοκῆτε αὐτοὶ πράως ἐπὶ τοῖς γιγνομένοις φέρειν καὶ συνειδέναι τι τούτοις ὧν πράττουσιν.
それゆえ、あなた方自身が、起きている事柄を平然と受け入れ、あの者たちの悪行に加担しているかのように見られないためにも、国外で決議に従わない者たちよりも、国内で法律を破る者たちをより厳しく監視せねばなりません。
§56οὐ γὰρ δήπου Μηλίους μέν, ὦ Μοιρόκλεις, κατὰ τὸ σὸν ψήφισμα δέκα τάλαντα νῦν εἰσεπράξαμεν, ὅτι τοὺς λῃστὰς ὑπεδέξαντο, τουτονὶ δʼ ἀφήσομεν, ὃς καὶ τὸ σὸν ψήφισμα καὶ τοὺς νόμους, διʼ οὓς οἰκοῦμεν τὴν πόλιν, παραβέβηκεν·
モイロクレスよ、我々はあなたの決議に従って、海賊を受け入れたという理由で、メーロス人から今や十タラントンを徴収したというのに、あなたの決議をも、我々が市に居住する拠り所としている法律をも破ったこの男を、釈放するということがあってよいでしょうか。
καὶ τοὺς μὲν τὰς νήσους οἰκοῦντας κωλύσομεν ἀδικεῖν, ἐφʼ οὓς τριήρεις δεῖ πληρώσαντας ἀναγκάσαι τὰ δίκαια ποιεῖν, ὑμᾶς δὲ τοὺς μιαρούς, οἷς αὐτοῦ δεῖ καθημένους τουτουσὶ κατὰ τοὺς νόμους ἐπιθεῖναι δίκην, ἐάσομεν;
また、島々に住む者が不義を行うのを阻止するために、三段櫂船に乗組員を配置して彼らに正義を強制せねばならないというのに、この場に座席を占める裁判員たちが法律に従って罰を下さねばならないあなた方のような汚らわしい者たちを、我々が野放しにしておくというのでしょうか。
οὔκ, ἄν γε σωφρονῆτε.
そんなことはありません、少なくともあなた方が正気であるならば。
λέγε τὴν στήλην.
記念碑を読んでください。
ΣΤΗΛΗ.
記念碑。
§57περὶ μὲν οὖν τῶν νόμων καὶ τοῦ πράγματος οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν·
したがって、法律や事件そのものについては、これ以上何を語るべきか私には分かりません。
ἱκανῶς γάρ μοι δοκεῖτε μεμαθηκέναι.
あなた方はすでに十分に理解されたと思われるからです。
βούλομαι δὲ δεηθεὶς ὑμῶν τὰ δίκαιʼ ὑπὲρ ἐμαυτοῦ καὶ τοῦ πατρὸς καταβαίνειν καὶ μὴ ἐνοχλεῖν ὑμῖν.
私は、自分と父のために正当な事柄をあなた方に懇願した上で、演壇を降り、あなた方をこれ以上煩わせないようにしたいと思います。
ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, βοηθεῖν οἰόμενος δεῖν τῷ πατρὶ καὶ τοῦτο δίκαιον εἶναι νομίζων,
裁判員の方々、私は、父を助けることが必要であり、またそれが正しいことであると考えて、最初から申し上げました通り、この告発を行いました。
§58τὴν ἔνδειξιν ταύτην ἐποιησάμην, ὥσπερ ἐξ ἀρχῆς εἶπον, οὐκ ἀγνοῶν οὔτε τοὺς βλασφημεῖν βουλομένους, ὅτι λόγους εὑρήσουσι τοὺς διαβαλοῦντας τὴν ἐμὴν ἡλικίαν, οὔτε τοὺς ἐπαινεσομένους καὶ σωφρονεῖν με νομιοῦντας, εἰ τὸν ἐχθρὸν τοῦ πατρὸς τιμωρεῖσθαι προαιροῦμαι, ἀλλʼ ἡγούμενος ταῦτα μὲν οὕτως ὅπως ἂν τύχῃ παρὰ τοῖς ἀκροωμένοις συμβήσεσθαι, ἐμοὶ δὲ τὸ προσταχθὲν ὑπὸ τοῦ πατρός, ἄλλως τε καὶ δίκαιον ὄν, τοῦτʼ εἶναι ποιητέον.
それは、私を中傷しようとする者たちが私の若さを貶める言葉を見つけ出すであろうことも、また、もし私が父の敵を処罰することを選択するなら、私を称賛し、賢明であるとみなしてくれる者たちがいるであろうことも、知らなかったからではありません。 むしろ、聞き手の側でそれらの受け止め方がどのように転ぼうとも、私にとっては、父から命じられたこと、とりわけそれが正しいことである以上、これを実行せねばならないと考えたからにほかなりません。
§59πότε γάρ με καὶ δεῖ βοηθεῖν αὐτῷ;
そもそも、私が父を助けるべきなのは、他ならぬどのような時でしょうか。
οὐχ ὅταν ἡ μὲν τιμωρία κατὰ τοὺς νόμους ᾖ, μετέχων δʼ αὐτὸς τυγχάνω τῆς τοῦ πατρὸς ἀτυχίας, μόνος δὲ καταλελειμμένος ὁ πατήρ;
処罰が法律に従って行われ、私自身が父の不幸を共有しており、父がたった一人で取り残されている時ではないでしょうか。
ὅπερ νῦν συμβέβηκεν.
それこそが、今まさに起きていることです。
πρὸς γὰρ τοῖς ἄλλοις ἀτυχήμασι καὶ τοῦθʼ ἡμῖν, ὦ ἄνδρες δικασταί, συμβέβηκεν·
裁判員の方々、他の不幸に加えて、私たちにはこのようなことも起きています。
παροξύνουσι μὲν ἡμᾶς ἅπαντες καὶ συνάχθεσθαί φασι τοῖς γεγενημένοις καὶ δεινὰ πεπονθέναι λέγουσι καὶ τοῦτον εἶναι ἔνοχον τῇ ἐνδείξει, συμπράττειν δʼ οὐδεὶς ἐθέλει τῶν εἰπόντων, οὐδέ φησιν ἀπεχθάνεσθαι βούλεσθαι φανερῶς·
すなわち、誰もが私たちを鼓舞し、起きたことに同情すると言い、非道な目に遭ったと語り、この男は告発に該当すると言いますが、そう口にする者のうち、誰も私たちと行動を共にしようとはせず、公然と敵意を買うことは望まないと言うのです。
οὕτως ἔλαττον παρά τισιν τὸ δίκαιον ἰσχύει τῆς παρρησίας.
このように、一部の人々の間では、正義が政治的影響力よりも弱い力しか持っていません。
§60πολλῶν δʼ ἡμῖν, ὦ ἄνδρες δικασταί, διὰ τουτονὶ Θεοκρίνην ἀτυχημάτων ἐν οὐκ ὀλίγῳ χρόνῳ συμβεβηκότων, οὐδενὸς ἔλαττόν ἐστιν τὸ νῦν συμβαῖνον, ὅτι τὰ δεινὰ καὶ τὰ παρὰ τοὺς νόμους πεπραγμένα Θεοκρίνῃ τῷ μὲν πατρὶ τῷ πεπονθότι καὶ δυναμένῳ ἂν δηλῶσαι πρὸς ὑμᾶς ἐξ ἀνάγκης ἡσυχίαν ἑκτέον ἐστίν (οἱ γὰρ νόμοι ταῦτα κελεύουσιν), ἐμοὶ δὲ τῷ πάντων τούτων ὑστερίζοντι λεκτέον, καὶ τοῖς μὲν ἄλλοις τοῖς τηλικούτοις οἱ πατέρες βοηθοῦσιν, οὗτος δʼ ἐν ἐμοὶ νῦν ἔχει τὰς ἐλπίδας.
裁判員の方々、このテオクリネスのせいで、少なからぬ時間の間に私たちに多くの不幸が起きましたが、今起きていることは、いかなるものにも劣らず深刻です。 なぜなら、テオクリネスによって行された非道で違法な行為について、被害を受け、あなた方にそれを明らかにすることができるはずの父は、必然的に沈黙を守らねばならず(法律がそう命じているからです)、これらすべての経験に乏しい私が語らねばならないからです。 そして、私と同年代の他の若者たちには父親が援助してくれますが、この父は今、私に望みを託しているからです。
§61τοιοῦτον οὖν ἀγωνιζόμενοι ἀγῶνα δεόμεθʼ ὑμῶν ἐπικουρεῖν ἡμῖν, καὶ δεῖξαι πᾶσιν ὅτι, κἂν παῖς κἂν γέρων κἂν ἡντινοῦν ἡλικίαν ἔχων ἥκῃ πρὸς ὑμᾶς κατὰ τοὺς νόμους, οὗτος τεύξεται πάντων τῶν δικαίων.
このような裁判を戦うにあたり、私たちはあなた方に、私たちを救い、子供であれ、老人であれ、いかなる年齢の者が法律に従ってあなた方の前に現れようとも、その者がすべての正義を得るということを、すべての人に示すよう懇願します。
καλὸν γάρ, ὦ ἄνδρες δικασταί, μήτε τοὺς νόμους μήθʼ ὑμᾶς αὐτοὺς ἐπὶ τοῖς λέγουσι ποιεῖν, ἀλλʼ ἐκείνους ἐφʼ ὑμῖν, καὶ χωρὶς κρίνειν τούς τʼ εὖ καὶ σαφῶς καὶ τοὺς τὰ δίκαια λέγοντας·
裁判員の方々、法律もあなた方自身も、雄弁家たちの意のままにさせるのではなく、むしろ彼らをあなた方の支配下に置くこと、そして、巧みかつ明瞭に語る者と、正しいことを語る者を区別して裁くことこそが素晴らしいのです。
περὶ γὰρ τούτου τὴν ψῆφον ὀμωμόκατʼ οἴσειν.
なぜなら、これについてあなた方は票を投じると誓われたからです。
§62οὐ γὰρ δὴ πείσει γʼ ὑμᾶς οὐδεὶς ὡς ἐπιλείψουσιν οἱ τοιοῦτοι ῥήτορες, οὐδʼ ὡς διὰ τοῦτο χεῖρον ἡ πόλις οἰκήσεται.
このような弁論家がいなくなるだろうとか、そのために国家の統治が損なわれるだろうなどと、あなた方を説得できる者は一人もいないはずです。
τοὐναντίον γάρ ἐστιν, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἀκούω·
実際にはその逆であると、私は年長者たちから聞いています。
τότε γάρ φασιν ἄριστα πρᾶξαι τὴν πόλιν, ὅτε μέτριοι καὶ σώφρονες ἄνδρες ἐπολιτεύοντο.
彼らが言うには、中庸で分別のある人々が国政に携わっていた時こそ、この国は最も栄えていたということです。
πότερον γὰρ συμβούλους εὕροι τις ἂν τούτους ἀγαθούς;
一体、この者たちが優れた助言者であると誰が思うでしょうか。
ἀλλʼ οὐδὲν ἐν τῷ δήμῳ λέγουσιν, ἀλλὰ τοὺς ἐκεῖθεν γραφόμενοι χρήματα λαμβάνουσιν.
彼らは民会では何も語らず、ただそこで発言する者たちを告訴することで金銭を得ているのです。 ¦62|

語釈・文法注

  1. §55τῶν ἔξω τοῖς ψηφίσμασιν οὐκ ἐμμενόντων — 比較級 μᾶλλον(より多く)に導かれた比較の属格です。「国外で決議に従わない人々」を指し、国内で法律を破る者たち(τοὺς ἐνθάδε παραβαίνοντας τοὺς νόμους)との対比を形成しています。
  2. §56οἷς αὐτοῦ δεῖ καθημένους τουτουσὶ κατὰ τοὺς νόμους ἐπιθεῖναι δίκην — 非人称動詞 δεῖ は対格不定詞構文を支配しており、ここでは τουτουσὶ(裁判員たち)が不定詞 ἐπιθεῖναι の意味上の主語(対格)となっています。関係代名詞 οἷς(与格)は、罰が科される対象(テオクリネスら)を表しています。
  3. §58ἄλλως τε καὶ δίκαιον ὄν — 接続詞 ἄλλως τε καί(とりわけ、特に)を伴った対格絶対(または主格絶対)の用法です。ὄν は非人称の分詞として機能しており、「(それが)正しいことである以上」という付帯的・理由的な意味を表します。
  4. §60τῷ μὲν πατρὶ ... ἡσυχίαν ἑκτέον ἐστίν — 動形容詞 ἑκτέον(ἔχω の動形容詞)を用いた義務・必要を表す構文です。行為の主体は与格(τῷ πατρί)で示され、行為の対象は対格(ἡσυχίαν)で保持されています。

この箇所を引用する

デモステネス, 第五十八弁論 テオクリネス弁論 §55-62. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0014.tlg058.humanitext-grc2:55-62

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。