§55ἐγὼ δʼ οἶμαι τῶν μὲν κατὰ πλοῦν γιγνομένων οὐχ ὑμᾶς, ἀλλὰ τοὺς στρατηγοὺς καὶ τοὺς ἐπὶ τοῖς μακροῖς πλοίοις αἰτίους εἶναι, τῶν δʼ ἐν τῷ Πειραιεῖ καὶ πρὸς ταῖς ἀρχαῖς ὑμᾶς, οἳ τούτων κύριοι ἁπάντων ἐστέ.
我认为,对于航行中发生的事情,责任不在你们,而在将军们和军舰指挥官们;但对于在比雷埃夫斯和各官署前发生的事情,责任则在你们,因为你们是这一切的主宰。
διὸ καὶ μᾶλλόν ἐστι τηρητέον τοὺς ἐνθάδε παραβαίνοντας τοὺς νόμους τῶν ἔξω τοῖς ψηφίσμασιν οὐκ ἐμμενόντων, ἵνα μὴ δοκῆτε αὐτοὶ πράως ἐπὶ τοῖς γιγνομένοις φέρειν καὶ συνειδέναι τι τούτοις ὧν πράττουσιν.
因此,为了不让你们自己显得是在姑息所发生的一切,并与这些人同流合污,你们必须比那些在国外不遵守决议的人更严格地监督在国内违反法律的人。
§56οὐ γὰρ δήπου Μηλίους μέν, ὦ Μοιρόκλεις, κατὰ τὸ σὸν ψήφισμα δέκα τάλαντα νῦν εἰσεπράξαμεν, ὅτι τοὺς λῃστὰς ὑπεδέξαντο, τουτονὶ δʼ ἀφήσομεν, ὃς καὶ τὸ σὸν ψήφισμα καὶ τοὺς νόμους, διʼ οὓς οἰκοῦμεν τὴν πόλιν, παραβέβηκεν·
莫伊罗克勒斯啊,难道我们根据你的决议,因为梅洛斯人容留海盗而刚刚向他们征收了十个塔兰同,却要释放这个既违反了你的决议、又违反了我们赖以立城的法律的家伙吗?
καὶ τοὺς μὲν τὰς νήσους οἰκοῦντας κωλύσομεν ἀδικεῖν, ἐφʼ οὓς τριήρεις δεῖ πληρώσαντας ἀναγκάσαι τὰ δίκαια ποιεῖν, ὑμᾶς δὲ τοὺς μιαρούς, οἷς αὐτοῦ δεῖ καθημένους τουτουσὶ κατὰ τοὺς νόμους ἐπιθεῖναι δίκην, ἐάσομεν;
难道我们要阻止那些居住在岛屿上的人作恶——对他们我们必须派出配满船员的三段桨船去强迫他们履行正义——却要放过你们这些可恶的家伙,而这些坐在这里的陪审员本应依法对你们施加惩罚?
οὔκ, ἄν γε σωφρονῆτε.
决不能,只要你们还有理智。
λέγε τὴν στήλην.
请宣读纪念碑。
ΣΤΗΛΗ.
纪念碑。
§57περὶ μὲν οὖν τῶν νόμων καὶ τοῦ πράγματος οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· ἱκανῶς γάρ μοι δοκεῖτε μεμαθηκέναι.
因此,关于法律和事情本身,我不知道还有什么需要多说的,因为我认为你们已经了解得足够充分了。
βούλομαι δὲ δεηθεὶς ὑμῶν τὰ δίκαιʼ ὑπὲρ ἐμαυτοῦ καὶ τοῦ πατρὸς καταβαίνειν καὶ μὴ ἐνοχλεῖν ὑμῖν.
我希望在为我和我的父亲向你们恳求公正之后,便走下讲台,不再打扰你们。
ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, βοηθεῖν οἰόμενος δεῖν τῷ πατρὶ καὶ τοῦτο δίκαιον εἶναι νομίζων,
诸位陪审员,我因为认为应该援助父亲,并相信这是正当的,因而提起了这一告发,正如我从一开始所说的那样。
§58τὴν ἔνδειξιν ταύτην ἐποιησάμην, ὥσπερ ἐξ ἀρχῆς εἶπον, οὐκ ἀγνοῶν οὔτε τοὺς βλασφημεῖν βουλομένους, ὅτι λόγους εὑρήσουσι τοὺς διαβαλοῦντας τὴν ἐμὴν ἡλικίαν, οὔτε τοὺς ἐπαινεσομένους καὶ σωφρονεῖν με νομιοῦντας, εἰ τὸν ἐχθρὸν τοῦ πατρὸς τιμωρεῖσθαι προαιροῦμαι, ἀλλʼ ἡγούμενος ταῦτα μὲν οὕτως ὅπως ἂν τύχῃ παρὰ τοῖς ἀκροωμένοις συμβήσεσθαι, ἐμοὶ δὲ τὸ προσταχθὲν ὑπὸ τοῦ πατρός, ἄλλως τε καὶ δίκαιον ὄν, τοῦτʼ εἶναι ποιητέον.
这并不是因为我不知道那些想要诽谤的人会编造话柄来抹黑我的年轻,也不是因为我不知道如果我选择惩罚父亲的敌人,会有一些人赞赏我并认为我举止得体;而是因为我认为,尽管这些看法在听众中会因人而异,但对于我来说,执行父亲的嘱托——尤其是这本身就是正义的——是我必须做的事。
§59πότε γάρ με καὶ δεῖ βοηθεῖν αὐτῷ;
究竟在什么时候我才应该援助他呢?
οὐχ ὅταν ἡ μὲν τιμωρία κατὰ τοὺς νόμους ᾖ, μετέχων δʼ αὐτὸς τυγχάνω τῆς τοῦ πατρὸς ἀτυχίας, μόνος δὲ καταλελειμμένος ὁ πατήρ;
难道不应该是在惩罚符合法律,我自己正承受着父亲的厄运,而父亲又孤立无援的时候吗?
ὅπερ νῦν συμβέβηκεν.
这正是现在所发生的情况。
πρὸς γὰρ τοῖς ἄλλοις ἀτυχήμασι καὶ τοῦθʼ ἡμῖν, ὦ ἄνδρες δικασταί, συμβέβηκεν· παροξύνουσι μὲν ἡμᾶς ἅπαντες καὶ συνάχθεσθαί φασι τοῖς γεγενημένοις καὶ δεινὰ πεπονθέναι λέγουσι καὶ τοῦτον εἶναι ἔνοχον τῇ ἐνδείξει, συμπράττειν δʼ οὐδεὶς ἐθέλει τῶν εἰπόντων, οὐδέ φησιν ἀπεχθάνεσθαι βούλεσθαι φανερῶς·
诸位陪审员,除了其他的厄运之外,我们还遭遇了这样的事情:所有人都在鼓动我们,声称同情我们的遭遇,说我们遭受了可怕的对待,并说这个家伙应当受到告发;但在这些说过风凉话的人中,没有一个愿意与我们共同行动,也没有人愿意公开树敌。
οὕτως ἔλαττον παρά τισιν τὸ δίκαιον ἰσχύει τῆς παρρησίας.
由此可见,在某些人当中,正义的力量还不如政治影响力。
§60πολλῶν δʼ ἡμῖν, ὦ ἄνδρες δικασταί, διὰ τουτονὶ Θεοκρίνην ἀτυχημάτων ἐν οὐκ ὀλίγῳ χρόνῳ συμβεβηκότων, οὐδενὸς ἔλαττόν ἐστιν τὸ νῦν συμβαῖνον, ὅτι τὰ δεινὰ καὶ τὰ παρὰ τοὺς νόμους πεπραγμένα Θεοκρίνῃ τῷ μὲν πατρὶ τῷ πεπονθότι καὶ δυναμένῳ ἂν δηλῶσαι πρὸς ὑμᾶς ἐξ ἀνάγκης ἡσυχίαν ἑκτέον ἐστίν (οἱ γὰρ νόμοι ταῦτα κελεύουσιν), ἐμοὶ δὲ τῷ πάντων τούτων ὑστερίζοντι λεκτέον, καὶ τοῖς μὲν ἄλλοις τοῖς τηλικούτοις οἱ πατέρες βοηθοῦσιν, οὗτος δʼ ἐν ἐμοὶ νῦν ἔχει τὰς ἐλπίδας.
诸位陪审员,虽然在不短的时间里,因为这个西奥克里奈斯,我们遭遇了许多厄运,但现在所发生的事情绝不亚于任何一次:因为对于西奥克里奈斯所犯下的那些可怕而违法的行为,身为受害者、本能够向你们说明一切的父亲现在必须被迫保持沉默(因为法律是这样命令的),而我这个对这一切缺乏经验的人却不得不站出来发言;当其他同龄人的父亲都在援助他们时,我的父亲现在却只能把希望寄托在我身上。
§61τοιοῦτον οὖν ἀγωνιζόμενοι ἀγῶνα δεόμεθʼ ὑμῶν ἐπικουρεῖν ἡμῖν, καὶ δεῖξαι πᾶσιν ὅτι, κἂν παῖς κἂν γέρων κἂν ἡντινοῦν ἡλικίαν ἔχων ἥκῃ πρὸς ὑμᾶς κατὰ τοὺς νόμους, οὗτος τεύξεται πάντων τῶν δικαίων.
因此,在这场诉讼斗争中,我们请求你们援助我们,并向所有人证明:无论是儿童、老人,还是任何年龄的人,只要依法来到你们面前,他都将获得完全的公正。
καλὸν γάρ, ὦ ἄνδρες δικασταί, μήτε τοὺς νόμους μήθʼ ὑμᾶς αὐτοὺς ἐπὶ τοῖς λέγουσι ποιεῖν, ἀλλʼ ἐκείνους ἐφʼ ὑμῖν, καὶ χωρὶς κρίνειν τούς τʼ εὖ καὶ σαφῶς καὶ τοὺς τὰ δίκαια λέγοντας· περὶ γὰρ τούτου τὴν ψῆφον ὀμωμόκατʼ οἴσειν.
诸位陪审员,不让法律和你们自己受制于雄辩家,而是让他们受制于你们,并且将那些能言善辩、条理清晰的人与那些伸张正义的人区分开来予以审判,这才是高尚的;因为关于这一点,你们已经宣誓要投下你们的选票。
§62οὐ γὰρ δὴ πείσει γʼ ὑμᾶς οὐδεὶς ὡς ἐπιλείψουσιν οἱ τοιοῦτοι ῥήτορες, οὐδʼ ὡς διὰ τοῦτο χεῖρον ἡ πόλις οἰκήσεται.
绝不会有人能说服你们,说这样的辩客会消失,或者城邦会因此治理得更糟。
τοὐναντίον γάρ ἐστιν, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἀκούω· τότε γάρ φασιν ἄριστα πρᾶξαι τὴν πόλιν, ὅτε μέτριοι καὶ σώφρονες ἄνδρες ἐπολιτεύοντο.
事实恰恰相反,正如我从长辈那里听到的那样:他们说,当温和且克制的人参与国政时,城邦治理得最为繁荣。
πότερον γὰρ συμβούλους εὕροι τις ἂν τούτους ἀγαθούς;
难道有人会认为这些人是优秀的建言者吗?
ἀλλʼ οὐδὲν ἐν τῷ δήμῳ λέγουσιν, ἀλλὰ τοὺς ἐκεῖθεν γραφόμενοι χρήματα λαμβάνουσιν.
他们在公民大会上什么也不说,却通过起诉在那里发言的人来获取钱财。 但他们在公民大会上什么也不说,反而靠控告那里的人来从中索取钱财。