§46πότερον ἐγράψατο ἂν παρανόμων τὸν ταῦτʼ εἰπόντα, ἢ οὔ;
彼は、そのようなことを提案した者を違法提案で訴えただろうか、それとも訴えなかっただろうか。
εἰ μὲν γὰρ μή, πῶς χρὴ πιστεύειν αὐτῷ λέγοντι, ὡς φυλάττει τοὺς παράνομα γράφοντας;
もし訴えなかったとしたら、自分が違法提案を行う者たちを取り締まっているという彼の言葉を、どうして信じるべきであろうか。
εἰ δʼ ἐγράψατʼ ἄν, πῶς οὐ δεινόν ἐστιν ἑτέρου μὲν γράψαντος κωλύειν ἂν τέλος ἔχειν τὸ ψήφισμα, ἵνα μὴ πάντες τοῦτο ποιῶσι, καὶ γραφὴν ἀπενεγκόντα παραγραψάμενον σαφῶς τοὺς νόμους κωλύειν τὸ πρᾶγμα, §47νυνὶ δὲ αὐτὸν τοῦτον, μήτε πείσαντα τὸν δῆμον μήτε κοινὸν καταστήσαντα τὸ πρᾶγμα, γράφεσθαι τῶν νόμων αὐτῷ ἀπαγορευόντων (καὶ δεινὰ φήσει αὐτίκα δὴ μάλα πάσχειν, εἰ μὴ ταῦτʼ ἐξέσται ποιεῖν αὐτῷ, καὶ διέξεισι τὰς ἐκ τῶν νόμων ζημίας, αἷς ἔνοχος ἐὰν ἁλῷ γενήσεται) τῶν δὲ νόμων μὴ φροντίζειν, ἀλλʼ ἀξιοῦν αὑτῷ τηλικαύτην δωρεὰν δεδόσθαι παρʼ ὑμῶν, ὅσην οὐδʼ αἰτῆσαι τετόλμηκεν οὐδείς;
しかし、もし訴えたとしたなら、他人が提案した場合には、すべての者がこのようなことを行わないように民会決議が効力を持つのを阻止し、公訴を提起して法律を明確に援用してその行為を阻止したであろうに、一方で今や、彼自身が、民会を説得したわけでもなく、その行為を万人共通のものにしたわけでもないのに、法律が彼にそれを禁じているにもかかわらず、自らそれを提起し(そして、もしこれらを行うことが自分に許されないならば、自分はまさに今にでも非道な目にあっていると主張し、もし有罪となれば被るべき法律上の罰を事細かに説明するだろうが)、法律のことなど気にかけず、他の誰も求めることさえあえてしなかったほどの大きな特権が、あなた方から自分に与えられるよう要求するとは、何と恐るべきことではないか。
§48ὅτι μὲν οὖν περὶ τῆς ἐνδείξεως οὐδὲν ἕξει δίκαιον λέγειν οὔτε Θεοκρίνης οὔτε τῶν ὑπὲρ τούτου λεγόντων οὐδείς, σχεδὸν εἰδέναι πάντας ὑμᾶς νομίζω.
したがって、告発(エンデイクシス)に関して、テオクリネスも彼の擁護派も正当な主張を何一つなしえないということは、あなた方のほぼ全員が承知していると私は信じます。
οἶμαι δʼ αὐτοὺς ἐπιχειρήσειν λέγειν, ὡς οὐδʼ εἰσὶν ἐνδείξεις τούτων ὅσοι μὴ ἐν ἀκροπόλει ἐγγεγραμμένοι εἰσίν, οὐδʼ ἐστὶ δίκαιον τούτους ὑπολαμβάνειν ὀφείλειν ὧν οὐδεὶς παρέδωκε τοῖς πράκτορσι τὰ ὀνόματα,
しかし私は、彼らが次のように主張しようとするだろうと考えます。 すなわち、アクロポリスに登録されていない者たちに対しては告発など存在せず、また、徴収官に名前が引き渡されていない者たちを債務を負っているとみなすのは正当ではない、と。
§49ὥσπερ ὑμᾶς ἀγνοήσοντας τὸν νόμον, ὃς ὀφείλειν κελεύει ἀπʼ ἐκείνης τῆς ἡμέρας, ἀφʼ ἧς ἂν ὄφλῃ ἢ παραβῇ τὸν νόμον ἢ τὸ ψήφισμα, ἢ οὐ πᾶσι δῆλον ὂν ὅτι πολλαχῶς καὶ ὀφείλουσι τῷ δημοσίῳ καὶ ἐκτίνουσιν οἱ βουλόμενοι τοῖς νόμοις πείθεσθαι, καὶ τοῦτο ἐξ αὐτοῦ τοῦ νόμου δῆλον.
それはまるで、債務を負った日、あるいは法律や決議に違反したその日から債務を負うよう命じている法律を、あなた方が知らないとでも言わんばかりです。 あるいは、法律に従おうとする者たちにとって、多くの方法で彼らが国庫に債務を負い、また支払っていることが、誰の目にも明らかではないとでも言うのでしょうか。 そしてこのことは、法律そのものからも明らかです。
καί μοι πάλιν λαβὲ τὸν νόμον τοῦτον.
私に再びこの法律を取ってください。
ΝΟΜΟΣ.
ἀκούεις, ὦ μιαρὸν σὺ θηρίον, ὅ τι κελεύει;
法律。 お前、この汚らわしい野獣め、法律が何と命じているか聞こえるか。
ἀφʼ ἧς ἂν ὄφλῃ ἢ τὸν νόμον παραβῇ.
「(債務を)負った日、あるいは法律に違反した日から」と。
§50ἀκούω τοίνυν αὐτοὺς κἀκεῖνον ὑμῖν μέλλειν δεικνύναι τὸν νόμον, ὃς ἀπαλείφειν κελεύει τοῖς ἐγγεγραμμένοις ἀπὸ τοῦ ὀφλήματος καθʼ ὅ τι ἂν ἐκτίνῃ, καὶ ἐρήσεσθαι πῶς ἀπὸ τοῦ μηδʼ ἐγγεγραμμένου ἀπαλείψουσιν, ὥσπερ οὐ περὶ μὲν τῶν ἐγγεγραμμένων τοῦτον κείμενον, περὶ δὲ τῶν μὴ ἐγγεγραμμένων ὀφειλόντων δʼ ἐκεῖνον, ὃς κελεύει ἀπʼ ἐκείνης ὀφείλειν τῆς ἡμέρας, ἀφʼ ἧς ἂν ὄφλῃ ἢ παραβῇ τὸν νόμον ἢ τὸ ψήφισμα.
また私は、彼らがあなた方に、登録された者たちに対して支払いに応じて債務を抹消することを命じるあの法律を示し、登録すらされていない者からどうやって抹消するのかと尋ねようとしている、と聞いています。 それはまるで、この法律が登録された者について定められたものであり、登録されていないが債務を負っている者については、債務を負うか、法律や決議に違反したその日から債務を負うよう命じているあの法律が定められたものではないかのように。
§51τί οὖν οὐκ ἀγραφίου με, φήσει, γράφει, τὸν ὀφείλοντα καὶ μὴ ἐγγεγραμμένον;
「それではなぜ、債務を負っていながら登録されていない私を、未登録罪(アグラピウ)で訴えないのか」と彼は言うでしょう。
ὅτι ὁ νόμος οὐ κατὰ τῶν ὀφειλόντων καὶ μὴ ἐγγραφέντων κελεύει τὰς γραφὰς τοῦ ἀγραφίου εἶναι, ἀλλʼ οἵτινες ἂν ἐγγραφέντες καὶ μὴ ἐκτείσαντες τῇ πόλει τὸ ὄφλημα ἐξαλειφθῶσι.
なぜなら法律は、債務を負っていながら登録されていない者に対して未登録罪の公訴を求めているのではなく、登録されていながら市に対して債務を支払わずに抹消された者たちに対してそれを求めているからです。
καί μοι λαβὲ τὸν νόμον καὶ ἀνάγνωθι.
私に法律を取って読ませてください。
ΝΟΜΟΣ.
法律。
§52ἀκούετε τοῦ νόμου, ὦ ἄνδρες δικασταί, ὅτι διαρρήδην λέγει, ἐάν τις τῶν ὀφειλόντων τῷ δημοσίῳ μὴ ἐκτείσας τὸ ὄφλημα τῇ πόλει ἐξαλειφθῇ, εἶναι κατʼ αὐτοῦ τὰς γραφὰς πρὸς τοὺς θεσμοθέτας τοῦ ἀγραφίου, καὶ οὐ κατὰ τοῦ ὀφείλοντος καὶ μὴ ἐγγεγραμμένου, ἀλλʼ ἔνδειξιν κελεύει καὶ ἄλλας τιμωρίας κατὰ τούτων εἶναι.
裁判員の方々、法律が明文で述べているのをお聞きください。 国庫に債務がある者のうち、市に債務を支払わずに抹消された者がいる場合、テスモテタイに対して彼に対する未登録罪の公訴を提起すべきであって、債務を負っていながら登録されていない者に対するものではないこと、むしろそのような者たちに対しては告発(エンデイクシス)やその他の処罰を行うよう命じているのをお聞きください。
ἀλλὰ σὺ τί διδάσκεις με πάντας τοὺς τρόπους οἷς δεῖ με τιμωρήσασθαι τοὺς ἐχθρούς, ἀλλʼ οὐ καθʼ ὃν εἰσελήλυθα, τοῦτον ἀπολογεῖ;
しかし、お前はなぜ、私が敵を処罰すべきあらゆる方法を私に教えるのか。 私が訴えたその方法(告発)に従って弁明してはどうなのか。
§53Μοιροκλῆς τοίνυν, ὦ ἄνδρες δικασταί, ὁ τὸ ψήφισμα γράψας κατὰ τῶν τοὺς ἐμπόρους ἀδικούντων, καὶ πείσας οὐ μόνον ὑμᾶς ἀλλὰ καὶ τοὺς συμμάχους φυλακήν τινα τῶν κακουργούντων ποιήσασθαι, οὐκ αἰσχυνεῖται αὐτίκα μάλα λέγων ὑπὲρ Θεοκρίνου ἐναντία τοῖς ἑαυτοῦ ψηφίσμασιν,
さて、裁判員の方々、商人たちを害する者たちに対する決議案を提案し、あなた方だけでなく同盟市民たちをも説得して、悪行を行う者たちに対する一定の監視体制を敷かせたモイロクレスは、今や直ちに、テオクリネスのために彼自身の決議に反する発言をすることを恥じることもないでしょう。
§54ἀλλὰ τολμήσει πείθειν ὑμᾶς ὡς χρὴ τὸν οὕτως φανερῶς ἐξεληλεγμένον φάσεις ποιούμενον ἀδίκους κατὰ τῶν ἐμπόρων ἀφεῖναι καὶ μὴ τιμωρήσασθαι, ὥσπερ ἕνεκα τούτου γράψας καθαρὰν εἶναι τὴν θάλατταν, ἵνα σωθέντες οἱ πλέοντες ἐκ τοῦ πελάγους ἐν τῷ λιμένι χρήματα τούτοις ἀποτίνωσιν, ἢ διαφέρον τι τοῖς ἐμπόροις, ἂν μακρὸν διαφυγόντες πλοῦν Θεοκρίνῃ περιπέσωσιν.
それどころか彼は、商人たちに対して不当な告発(パセイス)を行っていたことがこれほど明白に暴かれた者を、釈放して処罰すべきではないとあえてあなた方を説得しようとするでしょう。 それはまるで、航海する者たちが外洋から無事に生還して港でこの連中に金を支払うようにと、海を安全にするためにあの決議を提案したかのようです。 あるいは、長い航海を逃れてテオクリネスに行き当たるとしたなら、商人たちにとって何の違いがあるというのでしょうか。