§39ὅτι μὲν οὖν οὔτε διὰ τὰς γραφὰς τὰς ἀνεγνωσμένας οὔτε διʼ ἄλλην αἰτίαν οὐδεμίαν ἄξιόν ἐστιν παρὰ πάντας τοὺς νόμους τοὺς περὶ τῶν ἐνδείξεων ἀφεῖναι Θεοκρίνην, σχεδὸν καὶ διὰ τῶν εἰρημένων φανερόν ἐστιν.
ですから、読み上げられた公訴事実によっても、また他のいかなる理由によっても、告発に関するすべての法律に反してテオクリネスを無罪にすることが正しくないということは、これまでに述べられたことからもほぼ明らかであります。
ἐγὼ δὲ τὰς μὲν τούτων προφάσεις, ὦ ἄνδρες δικασταί, καὶ τὰς κατηγορίας καὶ τὰς προσποιήτους ταύτας ἔχθρας οὐ λανθάνειν ὑμᾶς νομίζω.
裁判員の方々、私は、彼らのこれら口実や非難、そしてこれら見せかけの敵対関係を、あなた方が見逃してはいないと考えます。
§40οὐ γὰρ ὀλιγάκις ἑοράκατʼ αὐτοὺς ἐπὶ μὲν τῶν δικαστηρίων καὶ τοῦ βήματος ἐχθροὺς εἶναι φάσκοντας ἀλλήλοις, ἰδίᾳ δὲ ταὐτὰ πράττοντας καὶ μετέχοντας τῶν λημμάτων, καὶ τοτὲ μὲν λοιδορουμένους καὶ πλύνοντας αὑτοὺς τἀπόρρητα, μικρὸν δὲ διαλιπόντας τοῖς αὐτοῖς τούτοις συνδεκαδίζοντας καὶ τῶν αὐτῶν ἱερῶν κοινωνοῦντας.
というのも、あなた方は一度ならず、彼らが法廷や演壇の上では互いに敵同士であると主張しながら、私生活では同じことを行い、利得を分け合っているのを目にされてきたからです。 ある時は互いを罵り、秘め事を洗いざらい暴露し合いながら、しばらくすると、まさにその同じ連中と徒党を組み、同じ生贄の儀式を共にしているのです。
καὶ τούτων οὐδὲν ἴσως θαυμάσαι ἄξιόν ἐστιν·
そして、こうしたことのどれも、おそらく驚くには値しません。
φύσει τε γάρ εἰσι πονηροί, καὶ τὰς τοιαύτας προφάσεις ὁρῶσιν ὑμᾶς ἀποδεχομένους, ὥστε τί κωλύει ταύταις αὐτοὺς χρωμένους ἐξαπατᾶν ὑμᾶς πειρᾶσθαι;
彼らは生まれつき邪悪であり、あなた方がそのような口実を受け入れるのを見て取っているからです。 そうであれば、彼らがこれらを利用してあなた方を欺こうとするのを、何が妨げるでしょうか。
§41ὅλως δʼ ἔγωγε οἶμαι δεῖν ὑμᾶς, ὦ ἄνδρες δικασταί, ὑπὲρ αὐτοῦ τοῦ πράγματος σκεψαμένους, εἰ μὲν δίκαια λέγω καὶ κατὰ τοὺς νόμους, βοηθεῖν μοι, μηδὲν ὑπολογισαμένους εἰ μὴ Δημοσθένης ἐστὶν ὁ κατηγορῶν, ἀλλὰ μειράκιον, μηδὲ νομίζειν κυριωτέρους δεῖν εἶναι τοὺς νόμους, ἂν εὖ τις τοῖς ὀνόμασι συμπλέξας αὐτοὺς ὑμῖν παράσχηται, τῶν ὅπως ἔτυχεν λεγόντων, ἀλλὰ τοὺς αὐτούς, καὶ τοσούτῳ μᾶλλον τοῖς ἀπείροις καὶ τοῖς νέοις βοηθεῖν, ὅσῳπερ ἂν ἧττον ἐξαπατήσειαν ὑμᾶς.
総じて、裁判員の方々、私はあなた方が事件そのものについて検討し、もし私の言うことが正しく法律にかなっているならば、告発者がデモステネスではなく一人の若者であるからといって、それを何ら考慮に入れることなく私を助けるべきだと考えます。 また、誰かが言葉を巧みに編み合わせてあなた方に法律を提示したからといって、その法律が、たまたま思いついたままに語る者たちのそれよりも効力を持つべきだと考えるのではなく、法律はどちらにとっても同じものであり、未経験な者や若者たちを助けることこそ、彼らがあなた方を欺く可能性がそれだけ低いのであるから、なおさらそうすべきだと考えます。
§42ἐπεὶ διότι τοὐναντίον ἐστίν, καὶ οὐχ οὗτος, ἀλλʼ ἐγὼ κατεστασίασμαι, καὶ φησάντων τινῶν μοι συναγωνιεῖσθαι προδέδομαι διὰ τὰς τούτων ἑταιρείας, ἐκείνως δῆλον ὑμῖν ἔσται.
実際、事態は全く逆であり、党派的な嫌がらせを受けているのはこの男ではなく私の方であること、そして、私と共に戦うと言っていた者たちが、この連中の結託によって私を裏切ったことは、次のようにすればあなた方にも明らかになるでしょう。
καλείτω ὁ κῆρυξ οὗτος τὸν Δημοσθένην·
そこの使者にデモステネスを呼ばせてください。
οὐκ ἀναβήσεται.
彼は登壇しないでしょう。
τὸ δʼ αἴτιόν ἐστιν, οὐ τὸ ἐμὲ ὑπό τινων πεπεισμένον ἐνδεῖξαι τουτονί, ἀλλὰ τοῦτον καὶ τὸν ἄρτι καλούμενον διαλελύσθαι.
その理由は、私が誰かに説得されてこの男を告発したからではなく、この男と今呼び出された男とが和解したからです。
καὶ τοῦθʼ ὅτι ἐστὶν ἀληθές, ἀναγκάσω μὲν μαρτυρεῖν καὶ Κλεινόμαχον τὸν συναγαγόντʼ αὐτοὺς καὶ Εὐβουλίδην τὸν ἐν Κυνοσάργει παραγενόμενον·
そして、このことが真実であるということを、彼らを仲介したクリノマコスと、キュノサルゲスで立ち会ったエウブリデスに無理にでも証言させましょう。
§43οὐ μὴν ἔλαττόν γε τούτου σημεῖον ὑμῖν, ἀλλὰ μεῖζον παρασχήσομαι διότι τοῦτʼ ἔστιν ἀληθές, ὃ πάντες ἀκούσαντες ὁμολογήσετε.
とはいえ、これが真実であることについて、私はこれより劣るどころか、さらに大きな証拠をあなた方に提示しましょう。 それを聞けば、あなた方全員が認めざるを得ないはずです。
Θεοκρίνης γὰρ οὑτοσὶ τοῦτον διώκων παρανόμων, τὸν μιαρόν, ὡς αὐτίκα φήσει, καὶ τῶν νῦν αὐτῷ κακῶν αἴτιον, φανερῶς ἀφῆκε τῆς γραφῆς, ἐφʼ ᾗ δέκα τάλαντα ἐπεγράψατο τίμημα.
というのも、こちらのテオクリネスは、この男を違法提案で訴えていながら、かつて十タレントの罰金を求刑していたその公訴を、明白に取り下げてしまったからです。
πῶς;
どのようにしてでしょうか。
οὐδὲν καινὸν διαπραξάμενος, ἀλλʼ ὅπερ ἕτεροί τινες τῶν ὁμοίων τούτῳ.
何ら目新しい手口を使ったわけではなく、彼と同類の一部の者たちがやるのと全く同じことをしたのです。
τὸν μὲν Δημοσθένην τις ὑπωμόσατο καλουμένης τῆς γραφῆς ὡς νοσοῦντα, τὸν περιιόντα καὶ λοιδορούμενον Αἰσχίνῃ·
すなわち、公訴が呼び出された際、誰かがデモステネスについて、病気であるという口実で延期申請の宣誓をしました。 歩き回ってアイスキネスを罵倒していたあの男をですよ。
τοῦτον δʼ οὗτος τὸν ἐχθρὸν εἴασεν, καὶ οὔτε τότε ἀνθυπωμόσατο οὔθʼ ὕστερον ἐπήγγελκεν.
そして、この男は宿敵であるデモステネスをそのままに放置し、その時に対抗の反対宣誓をすることも、その後に追訴することもありませんでした。
ἆρʼ οὐ περιφανῶς οὗτοι φενακίζουσιν ὑμᾶς τοὺς προσέχοντας τούτοις ὡς ἐχθροῖς;
彼らが敵同士であると思い込んで注目しているあなた方を、これら連中があからさまに騙しているのは明らかではありませんか。
λέγε τὰς μαρτυρίας.
証言を読み上げてください。
ΜΑΡΤΥΡΙΑΙ. §44οὐκοῦν δίκαιόν ἐστιν, ὦ ἄνδρες δικασταί, μηδʼ ὑμᾶς τῶν φησόντων Θεοκρίνῃ διὰ τὴν πρὸς Δημοσθένην ἔχθραν συνερεῖν ἐθέλειν ἀκούειν, ἀλλὰ κελεύειν αὐτούς, εἴπερ ὡς ἀληθῶς ἐχθροί εἰσιν τοῦ Δημοσθένους, αὐτὸν ἐκεῖνον γράφεσθαι καὶ μὴ ἐπιτρέπειν αὐτῷ παράνομα γράφειν.
ΜΑΡΤΥΡΙΑΙ. したがって、裁判員の方々、あなた方もまた、デモステネスに対する敵意のゆえにテオクリネスを擁護して発言すると主張する者たちの言葉に耳を傾けようとするべきではなく、むしろ彼らに対して、もし本当にデモステネスの敵であるならば、彼自身を告発し、彼が違法な提案をするのを許さないようにと命じるのが正当です。
εἰσὶ δὲ δεινοὶ καὶ οὗτοι, καὶ πιστεύονται μᾶλλον παρʼ ὑμῖν.
この連中もまた抜け目がなく、あなた方の間でも比較的信用されています。
ἀλλʼ οὐ ποιήσουσι τοῦτο.
しかし、彼らはそうしようとはしないでしょう。
διὰ τί;
なぜでしょうか。
ὅτι φασὶ πολεμεῖν ἀλλήλοις οὐ πολεμοῦντες.
戦ってもいないのに、互いに戦っていると主張しているからです。
§45περὶ μὲν οὖν τῆς τούτων ἔχθρας ὑμεῖς ἂν ἀκριβέστερον ἐμοὶ διεξέλθοιτε ἢ ἐγὼ ὑμῖν.
さて、彼らの敵対関係については、私からあなた方に説明するよりも、あなた方から私に説明していただく方が、より正確なものとなるでしょう。
ἡδέως δʼ ἂν ἠρόμην Θεοκρίνην ἐναντίον ὑμῶν, εἴ μοι ἔμελλεν ἀποκρινεῖσθαι δικαίως, τί ποτʼ ἂν ἐποίησεν, ἐπειδή φησιν ἐπὶ τῷ κωλύειν τετάχθαι τοὺς παράνομα γράφοντας, εἴ τις ἐν τῷ δήμῳ διαλεχθεὶς ἅπασι τοῖς πολίταις καὶ πείσας ἔγραψεν ἐξεῖναι τοῖς ἀτίμοις καὶ τοῖς ὀφείλουσιν τῷ δημοσίῳ γράφεσθαι, φαίνειν, ἐνδεικνύειν, ἁπλῶς ποιεῖν ὅσαπερ νῦν ὁ νόμος κωλύει πράττειν,
しかし、もしテオクリネスが私に対して公正に答えてくれるつもりがあるならば、あなた方の面前で彼に喜んで尋ねてみたいことがあります。 彼は自分は違法提案をする者を阻止する任務に就いていると主張しているのですから、もし誰かが民会で市民全員に語りかけ、彼らを説得して、公民権を剥奪された者や国庫に債務のある者が、公訴を提起し、告発し、密告し、一言で言えば現在法律が禁じているあらゆる行動をすることを許すという提案書を作成したとしたら、彼は一体どうしただろうか、ということです。