Humanitext Reader

狄摩西尼 · 控诉塞奥克里内斯 §46-54

驳斥西奥克里奈斯的未登记抗辩与辩护人的矛盾

第 7 段,共 9 段 · 希腊语

内容简介

发言人揭露了西奥克里奈斯自身主张与法律的矛盾,驳斥了因其未在卫城登记为债务人而指控无效的辩护。同时,他猛烈批评了曾提议保护商人的莫伊罗克勒斯如今却为西奥克里奈斯辩护的虚伪和矛盾。

§46πότερον ἐγράψατο ἂν παρανόμων τὸν ταῦτʼ εἰπόντα, ἢ οὔ;
他会起诉那个提出这些建议的人违法提案,还是不会呢?
εἰ μὲν γὰρ μή, πῶς χρὴ πιστεύειν αὐτῷ λέγοντι, ὡς φυλάττει τοὺς παράνομα γράφοντας;
如果不会,那当他说自己是在防范那些提出违法提案的人时,人们又怎能相信他呢?
εἰ δʼ ἐγράψατʼ ἄν, πῶς οὐ δεινόν ἐστιν ἑτέρου μὲν γράψαντος κωλύειν ἂν τέλος ἔχειν τὸ ψήφισμα, ἵνα μὴ πάντες τοῦτο ποιῶσι, καὶ γραφὴν ἀπενεγκόντα παραγραψάμενον σαφῶς τοὺς νόμους κωλύειν τὸ πρᾶγμα, §47νυνὶ δὲ αὐτὸν τοῦτον, μήτε πείσαντα τὸν δῆμον μήτε κοινὸν καταστήσαντα τὸ πρᾶγμα, γράφεσθαι τῶν νόμων αὐτῷ ἀπαγορευόντων (καὶ δεινὰ φήσει αὐτίκα δὴ μάλα πάσχειν, εἰ μὴ ταῦτʼ ἐξέσται ποιεῖν αὐτῷ, καὶ διέξεισι τὰς ἐκ τῶν νόμων ζημίας, αἷς ἔνοχος ἐὰν ἁλῷ γενήσεται) τῶν δὲ νόμων μὴ φροντίζειν, ἀλλʼ ἀξιοῦν αὑτῷ τηλικαύτην δωρεὰν δεδόσθαι παρʼ ὑμῶν, ὅσην οὐδʼ αἰτῆσαι τετόλμηκεν οὐδείς;
但如果他会起诉,那么,当别人提出这一提案时,他本会阻止该决议生效,以免所有人效尤,并且会通过提起公诉并明确援引法律来加以阻止,而现在他自己,既没有说服公民大会,也没有将此事变为普遍可行的事,却在法律明令禁止的情况下自己提起公诉(他待会儿一定会口口声声说,如果不允许他做这些事,他就遭受了极不公正的对待,并且会历数如果被判有罪他将承担的法定处罚),但他却毫不理会法律,反而要求你们赐予他如此巨大的特权,以至于其他任何人都从未敢于请求过,这难道不是极其令人愤慨的吗?
§48ὅτι μὲν οὖν περὶ τῆς ἐνδείξεως οὐδὲν ἕξει δίκαιον λέγειν οὔτε Θεοκρίνης οὔτε τῶν ὑπὲρ τούτου λεγόντων οὐδείς, σχεδὸν εἰδέναι πάντας ὑμᾶς νομίζω.
因此,关于这一告发,无论是西奥克里奈斯还是任何为他辩护的人都说不出任何公正的道理,我认为你们几乎所有人都清楚这一点。
οἶμαι δʼ αὐτοὺς ἐπιχειρήσειν λέγειν, ὡς οὐδʼ εἰσὶν ἐνδείξεις τούτων ὅσοι μὴ ἐν ἀκροπόλει ἐγγεγραμμένοι εἰσίν, οὐδʼ ἐστὶ δίκαιον τούτους ὑπολαμβάνειν ὀφείλειν ὧν οὐδεὶς παρέδωκε τοῖς πράκτορσι τὰ ὀνόματα, §49ὥσπερ ὑμᾶς ἀγνοήσοντας τὸν νόμον, ὃς ὀφείλειν κελεύει ἀπʼ ἐκείνης τῆς ἡμέρας, ἀφʼ ἧς ἂν ὄφλῃ ἢ παραβῇ τὸν νόμον ἢ τὸ ψήφισμα, ἢ οὐ πᾶσι δῆλον ὂν ὅτι πολλαχῶς καὶ ὀφείλουσι τῷ δημοσίῳ καὶ ἐκτίνουσιν οἱ βουλόμενοι τοῖς νόμοις πείθεσθαι, καὶ τοῦτο ἐξ αὐτοῦ τοῦ νόμου δῆλον.
但我认为他们会企图声称,对于那些未在卫城登记的人,连告发都不存在;而且,对于那些未被任何人将名字移交给征收官的人,认定他们欠债是不公正的,这就好像你们会不知道那部法律一样——该法律命令,债务自当事人欠下债务或违反法律及决议的那天起便已存在。 难道不是所有人人都清楚,只要愿意遵守法律,人们在许多情况下既会欠下国库债务,也会予以偿还? 而且这一点从法律本身就显而易见。
καί μοι πάλιν λαβὲ τὸν νόμον τοῦτον.
请再帮我拿那部法律。
ΝΟΜΟΣ. ἀκούεις, ὦ μιαρὸν σὺ θηρίον, ὅ τι κελεύει;
法律。 你听见了吗,你这个可恶的野兽,它命令的是什么?
ἀφʼ ἧς ἂν ὄφλῃ ἢ τὸν νόμον παραβῇ.
“自欠下债务或违反法律之日起”。
§50ἀκούω τοίνυν αὐτοὺς κἀκεῖνον ὑμῖν μέλλειν δεικνύναι τὸν νόμον, ὃς ἀπαλείφειν κελεύει τοῖς ἐγγεγραμμένοις ἀπὸ τοῦ ὀφλήματος καθʼ ὅ τι ἂν ἐκτίνῃ, καὶ ἐρήσεσθαι πῶς ἀπὸ τοῦ μηδʼ ἐγγεγραμμένου ἀπαλείψουσιν, ὥσπερ οὐ περὶ μὲν τῶν ἐγγεγραμμένων τοῦτον κείμενον, περὶ δὲ τῶν μὴ ἐγγεγραμμένων ὀφειλόντων δʼ ἐκεῖνον, ὃς κελεύει ἀπʼ ἐκείνης ὀφείλειν τῆς ἡμέρας, ἀφʼ ἧς ἂν ὄφλῃ ἢ παραβῇ τὸν νόμον ἢ τὸ ψήφισμα.
那么,我听说他们和他打算向你们展示那部命令对于登记在案的人根据其偿还的额度来抹除债务的法律,并询问他们如何从一个甚至未被登记的人那里抹除债务——这就好像这部法律不是针对已登记的人制定的,而那部命令自欠债之日或违反法律及决议之日起即算欠债的法律,不是针对未登记但实际上欠债的人制定的一样。
§51τί οὖν οὐκ ἀγραφίου με, φήσει, γράφει, τὸν ὀφείλοντα καὶ μὴ ἐγγεγραμμένον;
“那么,”他会说,“既然我欠了债又没有登记,他为什么不起诉我犯有未登记罪呢?
ὅτι ὁ νόμος οὐ κατὰ τῶν ὀφειλόντων καὶ μὴ ἐγγραφέντων κελεύει τὰς γραφὰς τοῦ ἀγραφίου εἶναι, ἀλλʼ οἵτινες ἂν ἐγγραφέντες καὶ μὴ ἐκτείσαντες τῇ πόλει τὸ ὄφλημα ἐξαλειφθῶσι.
”因为法律并不是命令对欠债且未登记者提起未登记罪的公诉,而是针对那些已经登记,但在未向城邦偿还债务的情况下就被抹除记录的人。
καί μοι λαβὲ τὸν νόμον καὶ ἀνάγνωθι.
请帮我拿那部法律并宣读。
ΝΟΜΟΣ.
法律。
§52ἀκούετε τοῦ νόμου, ὦ ἄνδρες δικασταί, ὅτι διαρρήδην λέγει, ἐάν τις τῶν ὀφειλόντων τῷ δημοσίῳ μὴ ἐκτείσας τὸ ὄφλημα τῇ πόλει ἐξαλειφθῇ, εἶναι κατʼ αὐτοῦ τὰς γραφὰς πρὸς τοὺς θεσμοθέτας τοῦ ἀγραφίου, καὶ οὐ κατὰ τοῦ ὀφείλοντος καὶ μὴ ἐγγεγραμμένου, ἀλλʼ ἔνδειξιν κελεύει καὶ ἄλλας τιμωρίας κατὰ τούτων εἶναι.
诸位陪审员,你们听见法律明确地说了:如果任何欠国库债务的人,在未向城邦偿还债务的情况下就被抹除记录,针对他的未登记罪公诉应向司法官提起,而不是针对欠债但未登记者,相反,法律命令应对这些人提起告发并进行其他处罚。
ἀλλὰ σὺ τί διδάσκεις με πάντας τοὺς τρόπους οἷς δεῖ με τιμωρήσασθαι τοὺς ἐχθρούς, ἀλλʼ οὐ καθʼ ὃν εἰσελήλυθα, τοῦτον ἀπολογεῖ;
但是,你为什么要教导我惩罚敌人的所有方法,而不针对我据提起诉的这一种方法来进行辩护呢?
§53Μοιροκλῆς τοίνυν, ὦ ἄνδρες δικασταί, ὁ τὸ ψήφισμα γράψας κατὰ τῶν τοὺς ἐμπόρους ἀδικούντων, καὶ πείσας οὐ μόνον ὑμᾶς ἀλλὰ καὶ τοὺς συμμάχους φυλακήν τινα τῶν κακουργούντων ποιήσασθαι, οὐκ αἰσχυνεῖται αὐτίκα μάλα λέγων ὑπὲρ Θεοκρίνου ἐναντία τοῖς ἑαυτοῦ ψηφίσμασιν, §54ἀλλὰ τολμήσει πείθειν ὑμᾶς ὡς χρὴ τὸν οὕτως φανερῶς ἐξεληλεγμένον φάσεις ποιούμενον ἀδίκους κατὰ τῶν ἐμπόρων ἀφεῖναι καὶ μὴ τιμωρήσασθαι, ὥσπερ ἕνεκα τούτου γράψας καθαρὰν εἶναι τὴν θάλατταν, ἵνα σωθέντες οἱ πλέοντες ἐκ τοῦ πελάγους ἐν τῷ λιμένι χρήματα τούτοις ἀποτίνωσιν, ἢ διαφέρον τι τοῖς ἐμπόροις, ἂν μακρὸν διαφυγόντες πλοῦν Θεοκρίνῃ περιπέσωσιν.
诸位陪审员,因此,那位针对侵害商人利益者提出决议,并不仅说服了你们,还说服了同盟国建立起某种针对作恶者的警戒机制的莫伊罗克勒斯,等一会儿绝不会感到羞耻,反而会为西奥克里奈斯辩护,发表与其自己的决议完全相反的言论,他甚至敢于劝说你们应该释放、而不应该惩罚这个如此明显被揭穿对商人进行不公正告发的人——这就好像他提议海路安全是为了这样一个目的,即使得那些航海者在逃离公海后,要在港口里向这些人支付钱财一样;或者,这就好像对于商人们来说,在逃过漫长航程之后落入西奥克里奈斯手中,会有什么两样似的。

词汇与语法注释

  1. §46κωλύειν ἂν ... νυνὶ δὲ αὐτὸν τοῦτον ... γράφεσθαι ... μὴ φροντίζειν, ἀλλʼ ἀξιοῦν — 这一长句是由主句谓语 `πῶς οὐ δεινόν ἐστιν`(这难道不是极其令人愤慨的吗)所支配的一系列对比性不定式短语构成的。前半句在属格绝对结构 `ἑτέρου μὲν γράψαντος`(当别人提出时)的前提下,使用了带有表示虚拟/过去相反结果的 `ἄν` 的不定式 `κωλύειν ἂν`(本会阻止);后半句则以 `νυνὶ δὲ αὐτὸν τοῦτον`(而现在他自己)作为对格主语,接连使用了不定式 `γράφεσθαι`(提起公诉)、`μὴ φροντίζειν`(不予理会)和 `ἀξιοῦν`(要求),从而强烈揭露了西奥克里奈斯的双重标准。
  2. §50ὥσπερ οὐ περὶ μὲν τῶν ἐγγεγραμμένων τοῦτον κείμενον, περὶ δὲ τῶν μὴ ἐγγεγραμμένων ὀφειλόντων δʼ ἐκεῖνον — 从句 `ὥσπερ οὐ ... κείμενον` 是由连词 `ὥσπερ` 引导的对格绝对结构(accusative absolute),其中使用了表示法律“制定/存在”(`κεῖται`)的分词 `κείμενον`。其主语是 `τοῦτον [τὸν νόμον]`(这部法律),用以表达一种假设:“这就好像这部法律不是针对已登记的人制定的一样”。后半句的 `ἐκεῖνον [τὸν νόμον]` 在结构上也具有相同的语法效力。
  3. §51γραφὰς τοῦ ἀγραφίου — 指“未登记罪的公诉”(graphē agraphiou),其中 `ἀγραφίου` 是修饰名词 `γραφή` 的属格。在雅典法律中,这是针对那些虽然欠国库债务、但其名字在未清偿的情况下被非法抹除记录的人而提起的诉讼。发言人在此做出了明确的法律区分,指出该罪名适用于“未还债却被抹除记录的人”,而非“未登记但欠债的人”。

引用这一段

狄摩西尼, 控诉塞奥克里内斯 §46-54. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg058.humanitext-grc2:46-54

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。