§34προσῆκεν δήπουθεν εἰδότας αὐτὴν πολλοὺς ἥτις ἐστὶ μαρτυρεῖν, καὶ μὴ μόνον ἀκοήν, ἀλλʼ εἰ μὲν ξένη ἦν, τὰ τέλη ἐξετάσαντας τὰ ἐν τῇ ἀγορᾷ, εἰ ξενικὰ ἐτέλει, καὶ ποδαπὴ ἦν ἐπιδεικνύντας· εἰ δὲ δούλη, μάλιστα μὲν τὸν πριάμενον, εἰ δὲ μή, τὸν ἀποδόμενον ἥκειν καταμαρτυροῦντα, εἰ δὲ μή, τῶν ἄλλων τινά, ἢ ὡς ἐδούλευσεν ἢ ὡς ἀφείθη ἐλευθέρα.
それなら、彼女が何者であるかを知っている多くの人々が、単なる噂ではなく、証言をするのが当然でした。 すなわち、もし彼女が外国人であったなら、市場での税金を調査して、彼女が外国人向けの税金を支払っていたかどうか、そしてどこの出身であったかを示すこと、またもし彼女が奴隷であったなら、最も好ましいのは彼女を買い取った者が、そうでなければ売却した者が、不利益な証言をするために出廷すること、それすら叶わないなら、他の誰かが彼女がどのように奴隷であったか、あるいはどのように自由の身に解放されたかを証言するために出廷するのが当然でした。
νῦν δὲ τούτων μὲν ἀπέδειξεν οὐδέν, λελοιδόρηκεν δέ, ὡς ἐμοὶ δοκεῖ, οὐδὲν ὅ τι οὔ.
しかし実際には、この者はこれらのことを何一つ証明せず、私の見る限り、ありとあらゆる悪口を言っただけです。
τοῦτο γάρ ἐστιν ὁ συκοφάντης, αἰτιᾶσθαι μὲν πάντα, ἐξελέγξαι δὲ μηδέν.
というのも、密告者というものは、すべてを非難しながらも、何一つ立証しないものだからです。
§35ἐπεὶ κἀκεῖνο περὶ τῆς μητρὸς εἴρηκεν, ὅτι ἐτίτθευσεν.
さらに、彼は母について、乳母をしていたということも語りました。
ἡμεῖς δέ, ὅθʼ ἡ πόλις ἠτύχει καὶ πάντες κακῶς ἔπραττον, οὐκ ἀρνούμεθα τοῦτο γενέσθαι·
私たちは、ポリスが不幸に見舞われ、誰もが困窮していた時に、そのようなことがあったのを否定はしません。
ὃν δὲ τρόπον καὶ ὧν ἕνεκʼ ἐτίτθευσεν, ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω.
しかし、彼女がどのような方法で、またどのような理由で乳母をしたのかを、私は皆さんに明確に示しましょう。
μηδεὶς δʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δυσχερῶς ὑπολάβῃ·
アテネの人々よ、皆さんの中の誰も、これを不快に受け取らないでください。
καὶ γὰρ νῦν ἀστὰς γυναῖκας πολλὰς εὑρήσετε τιτθευούσας, ἃς ὑμῖν καὶ κατʼ ὄνομα, ἐὰν βούλησθε, ἐροῦμεν.
というのも、今でも多くの市民の女性が乳母をしているのを見いだすでしょうし、皆さんが望むなら、彼女たちの名前をも挙げてお話ししましょう。
εἰ δέ γε πλούσιοι ἦμεν, οὔτʼ ἂν τὰς ταινίας ἐπωλοῦμεν οὔτʼ ἂν ὅλως ἦμεν ἄποροι.
しかし、もし私たちが裕福であったなら、私たちは帯紐を売ることも、まったく困窮することもなかったでしょう。
ἀλλὰ τί ταῦτα κοινωνεῖ τῷ γένει;
しかし、これらのことが血統と何の関係があるというのでしょうか。
§36ἐγὼ μὲν οὐδὲν οἶμαι.
私は何の関係もないと考えます。
μηδαμῶς, ὦ ἄνδρες δικασταί, τοὺς πένητας ἀτιμάζετε (ἱκανὸν γὰρ αὐτοῖς τὸ πένεσθαι κακόν), μηδέ γε τοὺς ἐργάζεσθαι καὶ ζῆν ἐκ τοῦ δικαίου προαιρουμένους·
裁判員の方々、貧しい人々を(彼らにとって貧しいこと自体が十分に不幸せなことなのですから)、また正当に働き生活することを選ぶ人々を、決して軽んじないでください。
ἀλλʼ ἀκούσαντες, ἐὰν ὑμῖν ἐπιδεικνύω τῆς μητρὸς τοὺς οἰκείους οἵους προσήκει εἶναι ἀνθρώποις ἐλευθέροις, ἃ καταιτιᾶται περὶ αὐτῆς, ταύτας τὰς διαβολὰς ἐξομνυμένους, καὶ μαρτυροῦντας αὐτὴν ἀστὴν οὖσαν εἰδέναι, οὓς ὑμεῖς φήσετε πιστοὺς εἶναι, δικαίαν ἡμῖν θέσθε τὴν ψῆφον.
そうではなく、私が母の親族が自由人にふさわしい人々であることを皆さんに示し、彼らが彼女に関する中傷を宣誓して否定し、彼女が市民であることを知っていると証言するのを聞いた上で(彼らは皆さんが信頼できると言うであろう人々です)、私たちに正当な判決を下してください。
§37ἐμοὶ γὰρ ἦν πάππος, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς μητρὸς πατήρ, Δαμόστρατος Μελιτεύς.
アテネの人々よ、私には母の父である祖父ダモストラトス・メリテウスがいました。
τούτῳ γίγνονται τέτταρες παῖδες, ἐκ μὲν ἧς τὸ πρῶτον ἔσχεν γυναικὸς θυγάτηρ καὶ υἱὸς ᾧ ὄνομʼ Ἀμυθέων, ἐκ δὲ τῆς ὕστερον, Χαιρεστράτης, ἡ μήτηρ ἡ ἐμὴ καὶ Τιμοκράτης.
彼には四人の子供が生まれました。 最初の妻との間には娘一人と、アミュテオンという名の息子が生まれ、のちの妻との間には私の母であるカイレストラテと、ティモクラテスが生まれました。
τούτοις δὲ γίγνονται παῖδες, τῷ μὲν Ἀμυθέωνι Δαμόστρατος, τοῦ πάππου τοὔνομʼ ἔχων, καὶ Καλλίστρατος καὶ Δεξίθεος.
そして彼らには子供が生まれました。
καὶ ὁ μὲν Ἀμυθέων ὁ τῆς μητρὸς ἀδελφὸς τῶν ἐν Σικελίᾳ στρατευσαμένων καὶ τελευτησάντων ἐστίν, καὶ τέθαπται ἐν τοῖς δημοσίοις μνήμασιν·
アミュテオンには、祖父の名を受け継いだダモストラトスと、カリストラトスと、デクシテオスが生まれました。
καὶ ταῦτα μαρτυρήσεται.
そして、母の兄弟であるアミュテオンは、シケリアの遠征に参加して亡くなった人々の一人であり、公営の墓地に葬られています。
§38τῇ δʼ ἀδελφῇ αὐτοῦ συνοικησάσῃ Διοδώρῳ Ἁλαιεῖ υἱὸς γίγνεται Κτησίβιος.
これらのことも証言されるでしょう。
καὶ οὗτος μὲν ἐτελεύτησεν ἐν Ἀβύδῳ μετὰ Θρασυβούλου στρατευόμενος, ζῇ δὲ τούτων ὁ Δαμόστρατος ὁ τοῦ Ἀμυθέωνος, τῆς μητρὸς ἀδελφιδοῦς τῆς ἐμῆς.
そして、ハライ区のディオドロスと結婚した彼の姉妹には、息子クテシビオスが生まれました。
τῆς δὲ Χαιρεστράτης τῆς ἐμῆς τήθης τὴν ἀδελφὴν λαμβάνει Ἀπολλόδωρος Πλωθεύς·
彼はトラシュブロスとともに従軍しているときにアビュドスで亡くなりました。
τούτων γίγνεται Ὀλύμπιχος, τοῦ δʼ Ὀλυμπίχου Ἀπολλόδωρος, καὶ οὗτος ζῇ.
そして彼らのうち、アミュテオンの息子であり、私の母の甥にあたるダモストラトスが存命です。
καί μοι κάλει αὐτούς.
また、私の祖母であるカイレストラテの姉妹を、プロテイア区のアポロドロスが妻に迎えました。
ΜΑΡΤΥΡΕΣ.
彼らの間にはオリンピコスが生まれ、オリンピコスにはアポロドロスが生まれ、この者も存命です。
§39τούτων μὲν τοίνυν ἀκηκόατε μαρτυρούντων καὶ διομνυμένων·
彼らを私のもとに呼んでください。
τὸν δὲ καὶ κατʼ ἀμφότερʼ ἡμῖν συγγενῆ καλῶ, καὶ τοὺς υἱεῖς αὐτοῦ.
[証人たち] さて、皆さんは彼らが証言し、厳粛に宣誓するのを聞きました。
τῷ γὰρ Τιμοκράτει τῷ τῆς μητρὸς ἀδελφῷ τῆς ἐμῆς τῷ ὁμοπατρίῳ καὶ ὁμομητρίῳ γίγνεται Εὐξίθεος, τοῦ δʼ Εὐξιθέου τρεῖς υἱεῖς·
次に、両親とも私たちと血のつながりがある親族と、その息子たちを呼びます。
οὗτοι πάντες ζῶσιν.
私の母の父母を同じくする兄弟であるティモクラテスにはエウクシテオスが生まれ、エウクシテオスには三人の息子が生まれ、彼らは全員が存命です。
καί μοι κάλει τοὺς ἐπιδημοῦντας αὐτῶν.
彼らのうち、市内に滞在している者たちを呼んでください。
ΜΑΡΤΥΡΕΣ. §40λαβὲ δή μοι καὶ τὰς τῶν φρατέρων τῶν συγγενῶν τῶν τῆς μητρὸς καὶ δημοτῶν μαρτυρίας, καὶ ὧν τὰ μνήματα ταὐτά.
[証人たち] 私のために、母の親族のフラトリア(兄弟団)の仲間、区民たち、および同じ墓を共有する者たちの証言も受け取ってください。
ΜΑΡΤΥΡΙΑΙ.
τὰ μὲν τοίνυν τοῦ γένους τοῦ τῆς μητρὸς οὕτως ὑμῖν ἐπιδεικνύω, καὶ πρὸς ἀνδρῶν καὶ πρὸς γυναικῶν ἀστήν.
[証言] このように、私は母の血統が、男性の側からも女性の側からも市民であることを皆さんに示します。
τῇ δὲ μητρὶ τῇ ἐμῇ γίγνεται, ὦ ἄνδρες δικασταί, τὸ μὲν πρῶτον ἐκ Πρωτομάχου, ᾧ αὐτὴν ὁ Τιμοκράτης ὁμομήτριος καὶ ὁμοπάτριος ὢν ἀδελφὸς ἔδωκεν, θυγάτηρ, εἶτʼ ἐκ τοῦ πατρὸς τοῦ ἐμοῦ ἐγώ.
裁判員の方々、私の母には、まず最初の夫プロトマコスとの間に(彼に母を嫁がせたのは、母の父母を同じくする兄弟であるティモクラテスです)娘一人が生まれ、次に私の父との間に私が生まれました。
ὃν δὲ τρόπον τῷ πατρὶ τῷ ἐμῷ συνῴκησεν, ταῦθʼ ὑμᾶς ἀκοῦσαι δεῖ·
彼女がどのように私の父と結婚したかについては、皆さんに聞いていただかねばなりません。
καὶ γὰρ ἃ περὶ τὸν Κλεινίαν αἰτιᾶται καὶ τὸ τιτθεῦσαι τὴν μητέρα καὶ ταῦτα πάντʼ ἐγὼ σαφῶς ὑμῖν διηγήσομαι.
というのも、彼がクレイニアスに関して非難していること、および母が乳母をしたこと、これらすべてについて、私は皆さんに詳しく説明するつもりだからです。