§37ἄνδρες Ἀθηναῖοι, πάνυ ἁπλοῦν ἐστιν διαγνῶναι ὑμῖν ὑπὲρ ταύτης τῆς δίκης, καὶ οὐδὲν δεῖ λόγων πολλῶν.
アテナイの皆さん、この裁判についてあなたがたが判断することは極めて簡単であり、多くの言葉は全く必要ありません。
ἡ ναῦς ὅτι μὲν σέσῳσται καὶ ἔστιν σῶς, καὶ παρʼ αὐτῶν τούτων ὁμολογεῖται (οὐ γὰρ ἂν ἀπεδίδοσαν τό τε ἀρχαῖον δάνειον καὶ τῶν τόκων μέρος τι), οὐ κατακεκόμισται δʼ εἰς τὸν Πειραιᾶ.
船が安全に保たれ、無事であるということは、彼ら自身によっても認められています(なぜなら、そうでなければ彼らは元金と利息の一部を返そうとはしなかったでしょうから)。 しかし船はペイライエウスに入港していません。
διὰ τοῦτο ἡμεῖς μὲν οἱ δανείσαντες ἀδικεῖσθαί φαμεν, καὶ ὑπὲρ τούτου δικαζόμεθα, ὅτι οὐ κατέπλευσεν εἰς τὸ συγκείμενον ἐμπόριον.
それゆえ、私たち貸し手は不正を被っていると主張し、船が合意された商港に入港しなかったことについて、この件で裁判を起こしているのです。
§38Διονυσόδωρος δὲ οὔ φησιν ἀδικεῖν διʼ αὐτὸ τοῦτο·
一方、ディオニュソドロスは、まさにこのことによって自分は不正を行っていないと主張しています。
οὐ γὰρ δεῖν αὑτὸν ἀποδοῦναι πάντας τοὺς τόκους, ἐπειδὴ ἡ ναῦς οὐ κατέπλευσεν εἰς τὸν Πειραιᾶ.
船がペイライエウスに入港しなかったのだから、自分は利息の全額を支払う必要はないというわけです。
ἡ δὲ συγγραφὴ τί λέγει;
しかし契約書は何と述べているでしょうか。
οὐ μὰ Δίʼ οὐ ταῦτα ἃ σὺ λέγεις, ὦ Διονυσόδωρε·
ゼウスに誓って、ディオニュソドロスよ、あなたが言っているようなことではありません。
ἀλλʼ ἐὰν μὴ ἀποδῷς τὸ δάνειον καὶ τοὺς τόκους ἢ μὴ παράσχῃς τὰ ὑποκείμενα ἐμφανῆ καὶ ἀνέπαφα, ἢ ἄλλο τι παρὰ τὴν συγγραφὴν ποιήσῃς, ἀποτίνειν κελεύει σε διπλάσια τὰ χρήματα.
そうではなく、もしあなたが貸付金と利息を返還しないなら、あるいは担保を目に見える形で、かつ侵害されていない状態で提供しないなら、あるいは契約書に違反して他の何かを行うなら、あなたに資金の二倍を支払うよう命じているのです。
καί μοι λέγε αὐτὸ τοῦτο τῆς συγγραφῆς.
契約書のまさにこの箇所を私に読み上げてください。
ΣΥΓΓΡΑΦΗ.
ἐὰν δὲ μὴ παράσχωσι τὰ ὑποκείμενα ἐμφανῆ καὶ ἀνέπαφα, ἢ ποιήσωσίν τι παρὰ τὴν συγγραφήν, ἀποδιδότωσαν διπλάσια τὰ χρήματα.
契約書「もし担保を目に見える形で、かつ侵害されていない状態で提供しない場合、あるいは契約書に違反して何かを行う場合は、資金の二倍を返済しなければならない。
§39ἔστιν οὖν ὅποι παρέσχηκας ἐμφανῆ τὴν ναῦν, ἀφʼ οὗ τὰ χρήματα ἔλαβες παρʼ ἡμῶν, ὁμολογῶν σῶν εἶναι αὐτός;
」それでは、あなたが私たちから資金を受け取って以来、あなた自身が船は無事であると認めながら、その船を目に見える形で提示した場所がどこかにあるでしょうか。
ἢ καταπέπλευκας ἐξ ἐκείνου τοῦ χρόνου εἰς τὸ Ἀθηναίων ἐμπόριον, τῆς συγγραφῆς διαρρήδην λεγούσης εἰς τὸν Πειραιᾶ κατάγειν τὴν ναῦν καὶ ἐμφανῆ παρέχειν τοῖς δανείσασιν;
あるいは、契約書が船をペイライエウスに入港させ、貸し手たちに目に見える形で提供することを明示的に命じているというのに、あなたはあの時以来、アテナイの商港に入港したことがあるでしょうか。
§40καὶ γὰρ τοῦτο, ἄνδρες Ἀθηναῖοι.
さらにこれもです、アテナイの皆さん。
θεάσασθε τὴν ὑπερβολήν.
その常軌を逸した不届きさをご覧ください。
ἐρράγη ἡ ναῦς, ὥς φησιν οὗτος, καὶ διὰ τοῦτʼ εἰς Ῥόδον κατήγαγεν αὐτήν.
この者の主張によれば、船は破損し、そのために船をロドスに入港させたとのことです。
οὐκοῦν τὸ μετὰ τοῦτο ἐπεσκευάσθη καὶ πλόϊμος ἐγένετο.
それなら、その後船は修繕され、航行可能になりました。
διὰ τί οὖν, ὦ βέλτιστε, εἰς μὲν τὴν Αἴγυπτον καὶ τἄλλα ἐμπόρια ἀπέστελλες αὐτήν, Ἀθήναζε δὲ οὐκ ἀπέσταλκας οὐδέπω καὶ νῦν πρὸς ἡμᾶς τοὺς δανείσαντας, οἷς ἡ συγγραφὴ κελεύει σε ἐμφανῆ καὶ ἀνέπαφον τὴν ναῦν παρέχειν, καὶ ταῦτʼ ἀξιούντων ἡμῶν καὶ προκαλεσαμένων σε πολλάκις;
ではなぜ、親愛なる友よ、あなたは船をエジプトや他の商港へは送り出していたのに、契約書があなたに対して、船を目に見える形で、かつ侵害されていない状態で提供することを命じている相手である、貸し手の私たちのもとへは、今に至るまでアテナイへと一度も送り出してこなかったのですか。 しかも私たちがそれを要求し、何度もあなたを促したというのに。
§41ἀλλʼ οὕτως ἀνδρεῖος εἶ, μᾶλλον δὲ ἀναίσχυντος, ὥστʼ ἐκ τῆς συγγραφῆς ὀφείλων ἡμῖν διπλάσια τὰ χρήματα, οὐκ οἴει δεῖν οὐδὲ τοὺς τόκους τοὺς γιγνομένους ἀποδοῦναι, ἀλλὰ τοὺς εἰς Ῥόδον προστάττεις ἀπολαβεῖν, ὥσπερ τὸ σὸν πρόσταγμα τῆς συγγραφῆς δέον κυριώτερον γενέσθαι, καὶ τολμᾷς λέγειν ὡς οὐκ ἐσώθη ἡ ναῦς εἰς τὸν Πειραιᾶ·
しかし、あなたはそれほどまでに大胆、というより厚顔無恥なので、契約書に基づけば私たちに二倍の資金を支払う義務があるというのに、生じた利息すら支払う必要はないと考えており、むしろロドスまでの利息を受け取るよう私たちに命じているのです。 まるで、あなたの命令が契約書よりも優先されるべきであるかのように。 そして、船はペイライエウスに無事帰還しなかったなどと、よくも言えたものです。
ἐφʼ ᾧ δικαίως ἂν ἀποθάνοις ὑπὸ τῶν δικαστῶν.
その不届きさゆえに、あなたは裁判員たちによって死罪に処されても当然です。
§42διὰ τίνα γὰρ μᾶλλον, ὦ ἄνδρες δικασταί, οὐ σέσῳσται ἡ ναῦς εἰς τὸν Πειραιᾶ;
裁判員の皆さん、船がペイライエウスに無事帰還しなかったのは、一体誰のせいでしょうか。
πότερον διʼ ἡμᾶς τοὺς διαρρήδην δανείσαντας εἰς Αἴγυπτον καὶ εἰς Ἀθήνας, ἢ διὰ τοῦτον καὶ τὸν κοινωνὸν αὐτοῦ, οἳ ἐπὶ ταύταις ταῖς ὁμολογίαις δανεισάμενοι, ἐφʼ ᾧ τε καταπλεῖν Ἀθήναζε, εἰς Ῥόδον κατήγαγον τὴν ναῦν;
エジプトおよびアテナイへの航海のために明示的に資金を貸し付けた私たちのせいでしょうか、それとも、アテナイへ帰還するという条件のもと、これらの合意に基づいて資金を借りておきながら、船をロドスに入港させたこの者と彼の共同経営者のせいでしょうか。
ὅτι δὲ ἑκόντες καὶ οὐκ ἐξ ἀνάγκης ταῦτʼ ἔπραξαν, ἐκ πολλῶν δῆλον.
そして、彼らがこれを自発的に行い、必要に迫られて行ったのではないことは、多くの点から明らかです。
§43εἰ γὰρ ὡς ἀληθῶς ἀκούσιον τὸ συμβὰν ἐγένετο καὶ ἡ ναῦς ἐρράγη, τὸ μετὰ τοῦτʼ ἐπειδὴ ἐπεσκεύασαν τὴν ναῦν, οὐκ ἂν εἰς ἕτερα δήπου ἐμπόρια ἐμίσθωσαν αὐτήν, ἀλλʼ ὡς ὑμᾶς ἀπέστελλον, ἐπανορθούμενοι τὸ ἀκούσιον σύμπτωμα.
なぜなら、もし本当に起きたことが不本意なものであり、船が破損したのだとしたら、その後船を修繕したときには、彼らはまさか船を他の商港へと貸し出したりはせず、その不本意な災難を埋め合わせるために、あなた方(アテナイ)のところへと送り出したはずだからです。
νῦν δʼ οὐχ ὅπως ἐπηνωρθώσαντο, ἀλλὰ πρὸς τοῖς ἐξ ἀρχῆς ἀδικήμασι πολλῷ μείζω προσεξημαρτήκασιν, καὶ ὥσπερ ἐπὶ καταγέλωτι ἀντιδικοῦντες εἰσεληλύθασιν, ὡς ἐπʼ αὐτοῖς ἐσόμενον, ἐὰν καταψηφίσησθε αὐτῶν, τὰ ἀρχαῖα μόνον ἀποδοῦναι καὶ τοὺς τόκους.
ところが実際には、彼らは埋め合わせをするどころか、当初の不正に加えて、はるかに大きな罪を重ねて犯しており、まるで私たちを嘲笑うかのように訴訟を争うために法廷に入ってきました。 もしあなた方が有罪判決を下しても、元金と利息だけを返還すれば済むことになるかのように考えているのです。