Humanitext Reader

狄摩西尼 · 控诉狄奥尼索多鲁斯 §37-43

未返比雷埃夫斯依约应承担的双倍赔偿责任

第 6 段,共 7 段 · 希腊语

内容简介

原告指出,被告虽承认船只安全却未将其驶回比雷埃夫斯,因此根据契约应承担双倍赔偿责任,并强烈谴责被告荒谬的辩解和厚颜无耻的态度。

§37ἄνδρες Ἀθηναῖοι, πάνυ ἁπλοῦν ἐστιν διαγνῶναι ὑμῖν ὑπὲρ ταύτης τῆς δίκης, καὶ οὐδὲν δεῖ λόγων πολλῶν.
雅典人啊,对于这场诉讼,你们要做出裁决是非常简单的,根本不需要长篇大论。
ἡ ναῦς ὅτι μὲν σέσῳσται καὶ ἔστιν σῶς, καὶ παρʼ αὐτῶν τούτων ὁμολογεῖται (οὐ γὰρ ἂν ἀπεδίδοσαν τό τε ἀρχαῖον δάνειον καὶ τῶν τόκων μέρος τι), οὐ κατακεκόμισται δʼ εἰς τὸν Πειραιᾶ.
船只已经安全保全且完好无损,这一点连他们自己也是承认的(因为否则他们就不会偿还本金和一部分利息了),但船并没有驶入比雷埃夫斯。
διὰ τοῦτο ἡμεῖς μὲν οἱ δανείσαντες ἀδικεῖσθαί φαμεν, καὶ ὑπὲρ τούτου δικαζόμεθα, ὅτι οὐ κατέπλευσεν εἰς τὸ συγκείμενον ἐμπόριον.
因此,我们这些债权人声称自己遭受了不公,并正为此提起诉讼,因为船没有驶入约定的商港。
§38Διονυσόδωρος δὲ οὔ φησιν ἀδικεῖν διʼ αὐτὸ τοῦτο· οὐ γὰρ δεῖν αὑτὸν ἀποδοῦναι πάντας τοὺς τόκους, ἐπειδὴ ἡ ναῦς οὐ κατέπλευσεν εἰς τὸν Πειραιᾶ.
而狄奥尼索多罗斯却声称自己正因这一点而没有行不义之事;因为他认为,既然船只没有驶入比雷埃夫斯,自己就不需要偿还全部利息。
ἡ δὲ συγγραφὴ τί λέγει;
然而,契约上是怎么说的?
οὐ μὰ Δίʼ οὐ ταῦτα ἃ σὺ λέγεις, ὦ Διονυσόδωρε·
奉宙斯之名,绝非你所说的那样,狄奥尼索多罗斯!
ἀλλʼ ἐὰν μὴ ἀποδῷς τὸ δάνειον καὶ τοὺς τόκους ἢ μὴ παράσχῃς τὰ ὑποκείμενα ἐμφανῆ καὶ ἀνέπαφα, ἢ ἄλλο τι παρὰ τὴν συγγραφὴν ποιήσῃς, ἀποτίνειν κελεύει σε διπλάσια τὰ χρήματα.
相反,如果你不偿还贷款和利息,或者不提供完好且可见的抵押物,或者做任何其他违反契约的事,契约便命令你赔偿双倍资金。
καί μοι λέγε αὐτὸ τοῦτο τῆς συγγραφῆς.
请为我朗读契约的这一段。
ΣΥΓΓΡΑΦΗ. ἐὰν δὲ μὴ παράσχωσι τὰ ὑποκείμενα ἐμφανῆ καὶ ἀνέπαφα, ἢ ποιήσωσίν τι παρὰ τὴν συγγραφήν, ἀποδιδότωσαν διπλάσια τὰ χρήματα.
契约 “若他们未能提供完好且可见的抵押物,或做出任何违反契约之事,应偿还双倍资金。
§39ἔστιν οὖν ὅποι παρέσχηκας ἐμφανῆ τὴν ναῦν, ἀφʼ οὗ τὰ χρήματα ἔλαβες παρʼ ἡμῶν, ὁμολογῶν σῶν εἶναι αὐτός;
” 那么,自从你从我们这里拿到资金以来,在你亲口承认船只安全的情况下,有什么地方是你将船以可见状态呈示出来的吗?
ἢ καταπέπλευκας ἐξ ἐκείνου τοῦ χρόνου εἰς τὸ Ἀθηναίων ἐμπόριον, τῆς συγγραφῆς διαρρήδην λεγούσης εἰς τὸν Πειραιᾶ κατάγειν τὴν ναῦν καὶ ἐμφανῆ παρέχειν τοῖς δανείσασιν;
或者,自那时起,你曾驶入过雅典的商港吗? ——即便契约中已明文规定必须将船只开进比雷埃夫斯并呈示给债权人看见。
§40καὶ γὰρ τοῦτο, ἄνδρες Ἀθηναῖοι.
还有这一点,雅典人啊。
θεάσασθε τὴν ὑπερβολήν.
请看他们无耻到了何种地步。
ἐρράγη ἡ ναῦς, ὥς φησιν οὗτος, καὶ διὰ τοῦτʼ εἰς Ῥόδον κατήγαγεν αὐτήν.
按这个人所说,船只受损了,因此他才把它开进了罗得岛。
οὐκοῦν τὸ μετὰ τοῦτο ἐπεσκευάσθη καὶ πλόϊμος ἐγένετο.
好,在这之后,船修好了,也可以航行了。
διὰ τί οὖν, ὦ βέλτιστε, εἰς μὲν τὴν Αἴγυπτον καὶ τἄλλα ἐμπόρια ἀπέστελλες αὐτήν, Ἀθήναζε δὲ οὐκ ἀπέσταλκας οὐδέπω καὶ νῦν πρὸς ἡμᾶς τοὺς δανείσαντας, οἷς ἡ συγγραφὴ κελεύει σε ἐμφανῆ καὶ ἀνέπαφον τὴν ναῦν παρέχειν, καὶ ταῦτʼ ἀξιούντων ἡμῶν καὶ προκαλεσαμένων σε πολλάκις;
那么,我亲爱的先生,既然你把它派往了埃及和其他商港,为什么偏偏不把它派往雅典、派给作为债权人的我们呢? 契约可是命令你将船只完好且可见地提供给我们的,而且是在我们一再要求并多次向你提出交涉的情况下。
§41ἀλλʼ οὕτως ἀνδρεῖος εἶ, μᾶλλον δὲ ἀναίσχυντος, ὥστʼ ἐκ τῆς συγγραφῆς ὀφείλων ἡμῖν διπλάσια τὰ χρήματα, οὐκ οἴει δεῖν οὐδὲ τοὺς τόκους τοὺς γιγνομένους ἀποδοῦναι, ἀλλὰ τοὺς εἰς Ῥόδον προστάττεις ἀπολαβεῖν, ὥσπερ τὸ σὸν πρόσταγμα τῆς συγγραφῆς δέον κυριώτερον γενέσθαι, καὶ τολμᾷς λέγειν ὡς οὐκ ἐσώθη ἡ ναῦς εἰς τὸν Πειραιᾶ· ἐφʼ ᾧ δικαίως ἂν ἀποθάνοις ὑπὸ τῶν δικαστῶν.
但你是如此大胆,或者说如此无耻,以至于根据契约你本该偿还我们双倍资金,你却认为连应付的利息都不必偿还,反而命令我们接受到罗得岛为止的利息,仿佛你的命令应当比契约更有约束力似的;你甚至胆敢声称船只没有安全驶入比雷埃夫斯——为此你理应被法官们判处死刑。
§42διὰ τίνα γὰρ μᾶλλον, ὦ ἄνδρες δικασταί, οὐ σέσῳσται ἡ ναῦς εἰς τὸν Πειραιᾶ;
那么,陪审员诸位,船只没有安全驶入比雷埃夫斯,到底更该归咎于谁呢?
πότερον διʼ ἡμᾶς τοὺς διαρρήδην δανείσαντας εἰς Αἴγυπτον καὶ εἰς Ἀθήνας, ἢ διὰ τοῦτον καὶ τὸν κοινωνὸν αὐτοῦ, οἳ ἐπὶ ταύταις ταῖς ὁμολογίαις δανεισάμενοι, ἐφʼ ᾧ τε καταπλεῖν Ἀθήναζε, εἰς Ῥόδον κατήγαγον τὴν ναῦν;
是归咎于我们这些明文规定为前往埃及和雅典而借出资金的人,还是归咎于这个人及他的合伙人? 他们是在必须驶回雅典这一条件和协定下借了钱,却把船开进了罗得岛。
ὅτι δὲ ἑκόντες καὶ οὐκ ἐξ ἀνάγκης ταῦτʼ ἔπραξαν, ἐκ πολλῶν δῆλον.
而他们这样做是出于自愿而非出于无奈,这从许多事实中可以看得很清楚。
§43εἰ γὰρ ὡς ἀληθῶς ἀκούσιον τὸ συμβὰν ἐγένετο καὶ ἡ ναῦς ἐρράγη, τὸ μετὰ τοῦτʼ ἐπειδὴ ἐπεσκεύασαν τὴν ναῦν, οὐκ ἂν εἰς ἕτερα δήπου ἐμπόρια ἐμίσθωσαν αὐτήν, ἀλλʼ ὡς ὑμᾶς ἀπέστελλον, ἐπανορθούμενοι τὸ ἀκούσιον σύμπτωμα.
因为如果所发生的事真的并非出于自愿,且船只确实受损了,那么在他们修好船之后,想必不会把它租给其他的商港,而是会把它发往你们这里,以弥补这起非自愿的事故。
νῦν δʼ οὐχ ὅπως ἐπηνωρθώσαντο, ἀλλὰ πρὸς τοῖς ἐξ ἀρχῆς ἀδικήμασι πολλῷ μείζω προσεξημαρτήκασιν, καὶ ὥσπερ ἐπὶ καταγέλωτι ἀντιδικοῦντες εἰσεληλύθασιν, ὡς ἐπʼ αὐτοῖς ἐσόμενον, ἐὰν καταψηφίσησθε αὐτῶν, τὰ ἀρχαῖα μόνον ἀποδοῦναι καὶ τοὺς τόκους.
但事实是,他们不仅没有弥补,反而是在最初的违法行为之上又犯下了大得多的罪行,并且仿佛带着嘲弄一般出庭辩理,就好像即使你们判他们有罪,他们也只需偿还本金和利息,一切全凭他们自己说了算似的。

词汇与语法注释

  1. §37ἡ ναῦς ὅτι μὲν σέσῳσται — “先遣构文”(prolepsis)的一个实例。本应作为 ὅτι 从句主语的名词(ἡ ναῦς)被提前到从句之前,同时也兼作后面主句(οὐ κατακεκόμισται δʼ εἰς τὸν Πειραιᾶ)的主语。
  2. §41δέον — 非人称动词 δεῖ 的宾格绝对分词。与 ὥσπερ 连用,引导一个带有虚拟或讽刺语气的状语从句(“仿佛……是必要的一样”)。不定式(γενέσθαι)的主语是 τὸ σὸν πρόσταγμα,表语是比较级 κυριώτερον。
  3. §42ἐφʼ ᾧ τε — 由介词 ἐπί、关系代词 ὅς 和语气词 τέ 构成的短语 ἐφʼ ᾧ τε,后接不定式(καταπλεῖν),用于表示明确的条件或协定(“在……的条件下”)。
  4. §43ὡς ἐπʼ αὐτοῖς ἐσόμενον — 由表示主观意图或设想的连词 ὡς 与非人称表达 ἐπʼ αὐτοῖς ἐστιν(“这取决于他们/全凭他们自己决定”)的将来时中性单数分词(ἐσόμενον)组成的宾格绝对结构。不定式短语(τὰ ἀρχαῖα μόνον ἀποδοῦναι καὶ τοὺς τόκους)充当该分词的实际主语。

引用这一段

狄摩西尼, 控诉狄奥尼索多鲁斯 §37-43. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg056.humanitext-grc2:37-43

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。