§27ἵνα δʼ εἰδῆθʼ ὅτι καὶ τὸν χλῆδον εἰς τὴν ὁδὸν ἐκβεβλήκασιν, καὶ τὴν αἱμασιὰν προαγαγόντες στενοτέραν τὴν ὁδὸν πεποιήκασιν, ἔτι δʼ ὡς ὅρκον ἐδίδουν ἐγὼ τῇ τούτων μητρί, καὶ τὴν ἐμαυτοῦ τὸν αὐτὸν ὀμόσαι προὐκαλούμην, λαβέ μοι τάς τε μαρτυρίας καὶ τὴν πρόκλησιν.
彼らが瓦礫を道路に投げ捨て、また石垣を前方に突き出して道路を狭くしたこと、さらに、私がどのように彼らの母親に誓言を提供し、私の母にも同様に誓うよう提案したかをあなたがたが知るために、私に証言書と対決提案書を取ってください。
ΜΑΡΤΥΡΙΑΙ. ΠΡΟΚΛΗΣΙΣ.
証言。 対決提案。
§28εἶτα τούτων ἀναισχυντότεροι γένοιντʼ ἂν ἄνθρωποι ἢ περιφανέστερον συκοφαντοῦντες, οἵτινες αὐτοὶ τὴν αἱμασιὰν προαγαγόντες καὶ τὴν ὁδὸν ἀνακεχωκότες ἑτέροις βλάβης δικάζονται, καὶ ταῦτα χιλίων δραχμῶν ἀτίμητον, οἵ γʼ οὐδὲ πεντήκοντα δραχμῶν τὸ παράπαν ἅπαντʼ ἀπολωλέκασιν;
それゆえ、彼ら自身が石垣を突き出し、道路に盛り土をして高くしたというのに、他者に対して損害賠償の訴訟を起こし、しかも全体として50ドラクマ相当のものすら全く失っていないというのに、1000ドラクマの賠償額未定の訴訟を起こしている彼ら以上に、厚かましい人間、あるいはこれほど明白に誣告を行う人間があり得るでしょうか。
καίτοι σκοπεῖτʼ, ὦ ἄνδρες δικασταί, πόσους ὑπὸ τῶν ὑδάτων ἐν τοῖς ἀγροῖς βεβλάφθαι συμβέβηκεν, τὰ μὲν Ἐλευσῖνι, τὰ δʼ ἐν τοῖς ἄλλοις τόποις.
しかし、裁判官の皆さん、エレウシスやその他の場所の田舎において、どれほど多くの人々が水による被害を被っているか、考えてみてください。
ἀλλʼ οὐ δήπου τούτων, ὦ γῆ καὶ θεοί, παρὰ τῶν γειτόνων ἕκαστος ἀξιώσει τὰς βλάβας κομίζεσθαι.
しかし、おお、大地よ、諸神よ、彼らのうちの誰も、隣人からその損害を回収しようなどとは思わないでしょう。
§29καὶ ἐγὼ μέν, ὃν προσῆκεν ἀγανακτεῖν τῆς ὁδοῦ στενοτέρας καὶ μετεωροτέρας γεγενημένης, ἡσυχίαν ἔχω· τούτοις δὲ τοσοῦτον περίεστιν ὡς ἔοικεν, ὥστε τοὺς ἠδικημένους πρὸς συκοφαντοῦσιν.
道路が狭く高くされたことについて憤るのが当然である私自身は沈黙を守っているというのに、彼らにはどうやらこれほどの傲慢さの余剰があるようで、被害を被った者をさらに誣告するほどです。
καίτοι, ὦ Καλλίκλεις, εἰ καὶ ὑμῖν περιοικοδομεῖν ἔξεστιν τὸ ὑμέτερον αὐτῶν χωρίον, καὶ ἡμῖν δήπου τὸ ἡμέτερον ἐξῆν.
しかし、カッリクレスよ、もしあなたがたに自分たちの土地を囲い込むことが許されているなら、私たちにも私たちの土地を囲い込むことが当然許されていたはずです。
εἰ δʼ ὁ πατὴρ ὁ ἐμὸς ἠδίκει περιοικοδομῶν ὑμᾶς, καὶ νῦν ὑμεῖς ἔμʼ ἀδικεῖτε περιοικοδομοῦντες οὕτως·
もし私の父が囲い込むことによってあなたがたに不正を行ったというなら、今やあなたがたもこのように囲い込むことで私に不正を行っていることになります。
§30δῆλον γὰρ ὅτι μεγάλοις λίθοις ἀποικοδομηθέντος πάλιν τὸ ὕδωρ εἰς τὸ ἐμὸν ἥξει χωρίον, εἶθʼ ὅταν τύχῃ καταβαλεῖ τὴν αἱμασιὰν ἀπροσδοκήτως.
大きな石で塞がれたならば、再び水は私の土地へと向かい、いつか不意に石垣を崩してしまうことは明らかだからです。
ἀλλʼ οὐδὲν μᾶλλον ἐγκαλῶ τούτοις ἐγὼ διὰ τοῦτο, ἀλλὰ στέργω τὴν τύχην καὶ τἀμαυτοῦ φυλάττειν πειράσομαι.
しかし、私はこのために彼らを非難することはせず、不運を受け入れ、自分の財産を守るよう努めます。
καὶ γὰρ τοῦτον φράττοντα μὲν τὰ ἑαυτοῦ σωφρονεῖν ἡγοῦμαι, δικαζόμενον δέ μοι πονηρότατόν τʼ εἶναι καὶ διεφθαρμένον ὑπὸ νόσου νομίζω.
というのも、この男が自分の土地を塞ぐことについては分別があると思いますが、私を告訴することについては、極めて邪悪であり、病気(あるいは狂気)に侵されていると考えているからです。
§31μὴ θαυμάζετε δʼ, ὦ ἄνδρες δικασταί, τὴν τούτου προθυμίαν, μηδʼ εἰ τὰ ψευδῆ κατηγορεῖν νῦν τετόλμηκεν.
裁判官の皆さん、この男の熱心さを怪しまないでください。 また、彼が今、偽りの告発を行う暴挙に出たことも怪しまないでください。
καὶ γὰρ τὸ πρότερον πείσας τὸν ἀνεψιὸν ἀμφισβητεῖν μοι τοῦ χωρίου, συνθήκας οὐ γενομένας ἀπήνεγκεν, καὶ νῦν αὐτὸς ἐρήμην μου καταδεδιῄτηται τοιαύτην ἑτέραν δίκην, Κάλλαρον ἐπιγραψάμενος τῶν ἐμῶν δούλων.
というのも、以前にも彼は従兄弟をそそのかして私の土地の所有権を争わせ、存在もしない契約書を提出しましたし、今また彼は、私の奴隷の一人であるカッラロスを被告として登録し、私が不在の間に、同様の別の訴訟で私に不利な仲裁裁定を下させたからです。
πρὸς γὰρ τοῖς ἄλλοις κακοῖς καὶ τοῦθʼ ηὕρηνται σόφισμα·
彼らは他の悪行に加えて、このような奸計をも思いついたのです。
Καλλάρῳ τὴν αὐτὴν δίκην δικάζονται.
すなわち、カッラロスに対して同じ訴訟を起こしているのです。
§32καίτοι τίς ἂν οἰκέτης τὸ τοῦ δεσπότου χωρίον περιοικοδομήσειεν μὴ προστάξαντος τοῦ δεσπότου;
しかし、主人の命令もなしに、主人の土地を囲い込むような奴隷がいるでしょうか。
Καλλάρῳ δʼ ἕτερον ἐγκαλεῖν οὐδὲν ἔχοντες, ὑπὲρ ὧν ὁ πατὴρ πλέον ἢ πεντεκαίδεκʼ ἔτη φράξας ἐπεβίω δικάζονται.
カッラロスに対して他に非難すべき点がないため、父が土地を塞いでから15年以上生きながらえたその件について、彼らは告訴しているのです。
κἂν μὲν ἐγὼ τῶν χωρίων ἀποστῶ τούτοις ἀποδόμενος ἢ πρὸς ἕτερα χωρία ἀλλαξάμενος, οὐδὲν ἀδικεῖ Κάλλαρος·
そして、もし私が土地を彼らに売却するか、あるいは他の土地と交換して手放すならば、カッラロスは何ら不正を行っていないことになります。
ἂν δʼ ἐγὼ μὴ βούλωμαι τἀμαυτοῦ τούτοις προέσθαι, πάντα τὰ δεινόταθʼ ὑπὸ Καλλάρου πάσχουσιν οὗτοι, καὶ ζητοῦσιν καὶ διαιτητὴν ὅστις αὐτοῖς τὰ χωρία προσκαταγνώσεται, καὶ διαλύσεις τοιαύτας ἐξ ὧν τὰ χωρίʼ ἕξουσιν.
しかし、もし私が自分の財産を彼らに明け渡すことを拒むなら、彼らはカッラロスからあらゆるひどい被害を被っていることになり、彼らにその土地を引き渡すような裁定を下す仲裁人を求め、また土地を手に入れることができるような和解を求めているのです。
§33εἰ μὲν οὖν, ὦ ἄνδρες δικασταί, τοὺς ἐπιβουλεύοντας καὶ συκοφαντοῦντας δεῖ πλέον ἔχειν, οὐδὲν ἂν ὄφελος εἴη τῶν εἰρημένων·
それゆえ、裁判官の皆さん、もし陰謀を企て誣告を行う者が不当な利益を得るべきであるなら、これまでに述べられたことは何の役にも立たないでしょう。
εἰ δʼ ὑμεῖς τοὺς μὲν τοιούτους μισεῖτε, τὰ δὲ δίκαια ψηφίζεσθε, μήτʼ ἀπολωλεκότος Καλλικλέους μηδὲν μήτʼ ἠδικημένου μήθʼ ὑπὸ Καλλάρου μήθʼ ὑπὸ τοῦ πατρός, οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν.
しかし、もしあなた方がそのような者たちを憎み、正義にかなう投票をするのであれば、またカッリクレスが何一つ失っておらず、カッラロスからも私の父からも何の不正も被っていないのであれば、これ以上何を言う必要があるか分かりません。
§34ἵνα δʼ εἰδῆθʼ ὅτι καὶ πρότερον ἐπιβουλεύων μου τοῖς χωρίοις τὸν ἀνεψιὸν κατεσκεύασεν, καὶ νῦν τὴν ἑτέραν αὐτὸς κατεδιῃτήσατο Καλλάρου ταύτην τὴν δίκην, ἐπηρεάζων ἐμοὶ διότι τὸν ἄνθρωπον περὶ πολλοῦ ποιοῦμαι, καὶ Καλλικράτης Καλλάρῳ πάλιν εἴληχεν ἑτέραν, ἁπάντων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας.
以前にも彼が私の土地に陰謀を巡らせて従兄弟を仕向けたこと、そして今回も、私がその男を非常に重んじているがために、私への嫌がらせとして、彼自身がカッラロスに対するこの別の訴訟で敗訴の裁定を下させたこと、さらにカッリクラテスが再びカッラロスに対して別の訴訟を起こしたことを、あなたがたが知るために、これらすべてについての証言書をあなたがたに読み上げさせましょう。
ΜΑΡΤΥΡΙΑΙ.
証言。
§35μὴ οὖν πρὸς Διὸς καὶ θεῶν, ὦ ἄνδρες δικασταί, προῆσθέ με τούτοις μηδὲν ἀδικοῦντα.
それゆえ、ゼウスと諸神にかけて、裁判官の皆さん、何ら不正を行っていない私を彼らに見捨てないでください。
οὐ γὰρ τῆς ζημίας τοσοῦτόν τί μοι μέλει, χαλεπὸν ὂν πᾶσι τοῖς μικρὰν οὐσίαν ἔχουσιν· ἀλλʼ ἐκβάλλουσιν ὅλως ἐκ τοῦ δήμου μʼ ἐλαύνοντες καὶ συκοφαντοῦντες.
というのも、私にとって罰金の額がそれほど重要なのではなく(それは財産の乏しいすべての人にとって困難なことではありますが)、彼らが私を追い回し、誣告することによって、私を区から完全に追い出そうとしていることこそが問題だからです。
ὅτι δʼ οὐκ ἀδικοῦμεν οὐδέν, ἕτοιμοι μὲν ἦμεν ἐπιτρέπειν τοῖς εἰδόσιν, τοῖς ἴσοις καὶ κοινοῖς, ἕτοιμοι δʼ ὀμνύναι τὸν νόμιμον ὅρκον·
私たちが何ら不正を行っていないことの証拠として、私たちは事情を知る公平で中立な人々に裁定を委ねる用意がありましたし、また法に定められた誓いを立てる用意もありました。
ταῦτα γὰρ ᾠόμεθʼ ἰσχυρότατʼ ἂν παρασχέσθαι τοῖς αὐτοῖς ὑμῖν ὀμωμοκόσιν.
なぜなら、同じように裁判の誓いを立てたあなたがたに対して、これが最も強力な証拠となると考えたからです。
καί μοι λαβὲ τήν τε πρόκλησιν καὶ τὰς ὑπολοίπους ἔτι μαρτυρίας.
そして、対決提案書と残りの証言書を私のために取ってください。
ΠΡΟΚΛΗΣΙΣ. ΜΑΡΤΥΡΙΑΙ.
対決提案。 証言。