§13ὅτι μὲν τοίνυν οὐ μετρίας τινὰς καὶ φαύλας λαβὼν πληγάς, ἀλλʼ εἰς πᾶν ἐλθὼν διὰ τὴν ὕβριν καὶ τὴν ἀσέλγειαν τὴν τούτων πολὺ τῆς προσηκούσης ἐλάττω δίκην εἴληχα, πολλαχόθεν νομίζω δῆλον ὑμῖν γεγενῆσθαι.
したがって、私が中くらいあるいは軽い打撃を受けたのではなく、この者たちの暴挙と放縦のために死の淵にまで追いやられ、本来受けるべきものよりはるかに軽い訴訟を起こしたにすぎないということは、多くの点から皆さんに明らかになったと信じます。
οἴομαι δʼ ὑμῶν ἐνίους θαυμάζειν, τί ποτʼ ἐστὶν ἃ πρὸς ταῦτα τολμήσει Κόνων λέγειν.
しかし、私は皆さんの中にある人々が、コノンがこれらに対して一体何を厚かましくも主張しようとするのか、不思議に思っているのではないかと思います。
βούλομαι δὴ προειπεῖν ὑμῖν ἁγὼ πέπυσμαι λέγειν αὐτὸν παρεσκευάσθαι, ἀπὸ τῆς ὕβρεως καὶ τῶν πεπραγμένων τὸ πρᾶγμʼ ἄγοντʼ εἰς γέλωτα καὶ σκώμματʼ ἐμβαλεῖν πειράσεσθαι,
そこで、彼がどのような弁明を準備していると私が聞いているか、皆さんに前もって申し上げたいと思います。 彼は、暴挙と実際に行われた事柄から論点を逸らし、この事件を笑い話に変え、冗談に落とし込もうと企てているのです。
§14καὶ ἐρεῖν ὡς εἰσὶν ἐν τῇ πόλει πολλοί, καλῶν κἀγαθῶν ἀνδρῶν υἱεῖς, οἳ παίζοντες οἷʼ ἄνθρωποι νέοι σφίσιν αὐτοῖς ἐπωνυμίας πεποίηνται, καὶ καλοῦσι τοὺς μὲν ἰθυφάλλους, τοὺς δʼ αὐτοληκύθους, ἐρῶσι δʼ ἐκ τούτων ἑταιρῶν τινές, καὶ δὴ καὶ τὸν υἱὸν τὸν ἑαυτοῦ εἶναι τούτων ἕνα, καὶ πολλάκις περὶ ἑταίρας καὶ εἰληφέναι καὶ δεδωκέναι πληγάς, καὶ ταῦτʼ εἶναι νέων ἀνθρώπων.
そして、この町には多くの立派な人々の息子たちがおり、彼らは若い者がよくやるように、ふざけ合って自分たちにあだ名をつけており、ある者たちをイテュパロイ、他の者たちをアウトレキュトイと呼んでおり、そのうちの何人かは高級娼婦に恋をしており、当然自分の息子も彼らの一人であって、高級娼婦をめぐってしばしば殴ったり殴られたりしているが、それらは若い人々によくあることなのだ、と主張するつもりなのです。
ἡμᾶς δὲ πάντας τοὺς ἀδελφοὺς παροίνους μέν τινας καὶ ὑβριστὰς κατασκευάσει, ἀγνώμονας δὲ καὶ πικρούς.
そして、私たち兄弟全員については、酒癖が悪く乱暴な者たちに仕立て上げ、無思慮で気難しい者たちであると言い張るでしょう。
§15ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, χαλεπῶς ἐφʼ οἷς πέπονθα ἐνηνοχώς, οὐχ ἧττον τοῦτʼ ἀγανακτήσαιμʼ ἂν καὶ ὑβρίσθαι νομίσαιμι, εἰ οἷόν τʼ εἰπεῖν, εἰ ταῦτʼ ἀληθῆ δόξει Κόνων οὑτοσὶ λέγειν περὶ ἡμῶν, καὶ τοσαύτη τις ἄγνοια παρʼ ὑμῖν ἐστιν, ὥσθʼ, ὁποῖος ἄν τις ἕκαστος εἶναι φῇ ἢ ὁ πλησίον αὐτὸν αἰτιάσηται, τοιοῦτος νομισθήσεται, τοῦ δὲ καθʼ ἡμέραν βίου καὶ τῶν ἐπιτηδευμάτων μηδʼ ὁτιοῦν ἔσται τοῖς μετρίοις ὄφελος.
しかし、裁判員諸君、私は自分が被った被害を重く受け止めておりますが、もしこのように言うことが許されるなら、もしコノンが私たちのことについてこれらを真実として語っていると見なされ、また皆さんの側に、各人が自分自身をどのような者であると主張するか、あるいは隣人が彼をどのように非難するかに応じてその者がそのような者と見なされ、慎み深い人々にとって日々の生活やこれまでの素行が何の役にも立たなくなるほどの、それほどの無知が存在するならば、私はそれと同じくらいに憤慨し、侮辱されたと感じるでしょう。
§16ἡμεῖς γὰρ οὔτε παροινοῦντες οὔθʼ ὑβρίζοντες ὑπʼ οὐδενὸς ἀνθρώπων ἑωράμεθα, οὐδʼ ἄγνωμον οὐδὲν ἡγούμεθα ποιεῖν, εἰ περὶ ὧν ἠδικήμεθʼ ἀξιοῦμεν κατὰ τοὺς νόμους δίκην λαβεῖν.
というのも、私たちは酒に酔って暴れたり、暴力を振るったりしているのを、誰からも見られたことがありませんし、私たちが受けた不義について法律に従って処罰を求めることが、何の理不尽なことだとも思っていません。
ἰθυφάλλοις δὲ καὶ αὐτοληκύθοις συγχωροῦμεν εἶναι τοῖς υἱέσι τοῖς τούτου, καὶ ἔγωγʼ εὔχομαι τοῖς θεοῖς εἰς Κόνωνα καὶ τοὺς υἱεῖς τοὺς τούτου καὶ ταῦτα καὶ τὰ τοιαῦθʼ ἅπαντα τρέπεσθαι.
しかし、彼の息子たちがイテュパロイやアウトレキュトイであることを私たちは認めますし、私自身は、神々に対して、これらのことやそのようなすべてのことがコノンとその息子たちの上に降りかかるよう祈っています。
§17οὗτοι γάρ εἰσιν οἱ τελοῦντες ἀλλήλους τῷ ἰθυφάλλῳ, καὶ τοιαῦτα ποιοῦντες ἃ πολλὴν αἰσχύνην ἔχει καὶ λέγειν, μή τί γε δὴ ποιεῖν ἀνθρώπους μετρίους.
彼らこそが、お互いにイテュパロスの儀式に入会させ合っている者たちであり、慎み深い人々にとっては、行うことは言うまでもなく、語ることさえ多大なる羞恥を伴うようなことを行っている者たちだからです。
ἀλλὰ τί ταῦτʼ ἐμοί;
しかし、これらが私に何の関係があるでしょう。
θαυμάζω γὰρ ἔγωγε, εἴ τίς ἐστιν πρόφασις παρʼ ὑμῖν ἢ σκῆψις ηὑρημένη διʼ ἥν, ἂν ὑβρίζων τις ἐξελέγχηται καὶ τύπτων, δίκην οὐ δώσει.
なぜなら、私としては、もし暴挙を働き、他者を殴ったことが証明された者がいるとして、その者が処罰を受けないような、皆さんにおいて認められる口実や言い訳が見出されているのだとしたら、不思議に思わざるを得ないからです。
οἱ μὲν γὰρ νόμοι πολὺ τἀναντία καὶ τὰς ἀναγκαίας προφάσεις, ὅπως μὴ μείζους γίγνωνται, προείδοντο, οἷον (ἀνάγκη γάρ μοι ταῦτα καὶ ζητεῖν καὶ πυνθάνεσθαι διὰ τοῦτον γέγονεν) εἰσὶ κακηγορίας δίκαι·
法律はそれとはまったく逆に、より大きな事態に発展しないよう、やむを得ない口実をも予測しています。 例えば(この男のおかげで、私もこれらのことを調べ、尋ねる必要が生じたのですが)、名誉毀損の訴訟があります。
§18φασὶ τοίνυν ταύτας διὰ τοῦτο γίγνεσθαι, ἵνα μὴ λοιδορούμενοι τύπτειν ἀλλήλους προάγωνται.
さて、人々が言うには、これらの訴訟が設けられているのは、人々が互いに罵り合うことで、お互いを殴り合うことに進まないようにするためです。
πάλιν αἰκείας εἰσί·
また、暴行の訴訟もあります。
καὶ ταύτας ἀκούω διὰ τοῦτʼ εἶναι τὰς δίκας, ἵνα μηδείς, ὅταν ἥττων ᾖ, λίθῳ μηδὲ τῶν τοιούτων ἀμύνηται μηδενί, ἀλλὰ τὴν ἐκ τοῦ νόμου δίκην ἀναμένῃ.
私が聞くところでは、これらの訴訟があるのは、自分が劣勢に立たされたときに、石やそのようなもののいずれによっても防衛せず、法律による処罰を待つようにするためです。
τραύματος πάλιν εἰσὶν γραφαὶ τοῦ μὴ τιτρωσκομένων τινῶν φόνους γίγνεσθαι.
さらに、負傷の公訴があります。 これは、傷を負わされた人々から殺人が起こらないようにするためです。
§19τὸ φαυλότατον, οἶμαι, τὸ τῆς λοιδορίας, πρὸ τοῦ τελευταίου καὶ δεινοτάτου προεώραται, τοῦ μὴ φόνον γίγνεσθαι, μηδὲ κατὰ μικρὸν ὑπάγεσθαι ἐκ μὲν λοιδορίας εἰς πληγάς, ἐκ δὲ πληγῶν εἰς τραύματα, ἐκ δὲ τραυμάτων εἰς θάνατον, ἀλλʼ ἐν τοῖς νόμοις εἶναι τούτων ἑκάστου τὴν δίκην, μὴ τῇ τοῦ προστυχόντος ὀργῇ μηδὲ βουλήσει ταῦτα κρίνεσθαι.
私の考えでは、最も軽いもの、すなわち罵り合いに関する事柄が、最後の最も恐ろしいこと、すなわち殺人が起こらないようにするために、あらかじめ予測されているのです。 それは、罵り合いから殴り合いへ、殴り合いから負傷へ、負傷から死へと、少しずつ引き込まれていかないようにするためであり、これらのそれぞれに対して法律の中に訴訟が存在し、その場に出くわした者の怒りや意志によってこれらが決せられないようにするためです。
§20εἶτʼ ἐν μὲν τοῖς νόμοις οὕτως·
法律においてはこのように定められています。
ἂν δʼ εἴπῃ Κόνων
ἰθύφαλλοί τινές ἐσμεν ἡμεῖς συνειλεγμένοι, καὶ ἐρῶντες οὓς ἂν ἡμῖν δόξῃ παίομεν καὶ ἄγχομεν
, εἶτα γελάσαντες ὑμεῖς ἀφήσετε;
それなのに、もしコノンが「私たちは集まったイテュパロイの仲間であり、恋をして、気に入らない者を誰であれ殴り、首を絞めるのだ」と言ったとして、皆さんは笑って彼を釈放するのでしょうか。
οὐκ οἴομαί γε.
私は決してそうは思いません。
οὐ γὰρ ἂν γέλως ὑμῶν ἔλαβεν οὐδένα, εἰ παρὼν ἐτύγχανεν ἡνίχʼ εἱλκόμην καὶ ἐξεδυόμην καὶ ὑβριζόμην, καὶ ὑγιὴς ἐξελθὼν φοράδην ἦλθον οἴκαδε, ἐξεπεπηδήκει δὲ μετὰ ταῦθʼ ἡ μήτηρ, καὶ κραυγὴ καὶ βοὴ τῶν γυναικῶν τοσαύτη παρʼ ἡμῖν ἦν ὡσπερανεὶ τεθνεῶτός τινος, ὥστε τῶν γειτόνων τινὰς πέμψαι πρὸς ἡμᾶς ἐρησομένους ὅ τι ἐστὶν τὸ συμβεβηκός.
というのも、もし皆さんが、私が引きずり回され、衣服を剥ぎ取られ、暴行を受けていた現場に居合わせていたなら、あるいはまた、健康な体で家を出た私が担架で家へ連れ戻され、その後に母が飛び出してきて、私たちの家の中でまるで誰かが亡くなったかのような非常に大きな女性たちの叫び声と泣き声が起こり、近所の人々が何が起こったのかを尋ねるために使いをよこすほどであったのを見たなら、皆さんのうち誰一人として笑うことはなかったでしょうから。