§25ἔτι τοίνυν καὶ τοδὶ σκέψασθε, ὦ ἄνδρες δικασταί, ὅτι Κάλλιππος μὲν ἦν πολίτης ὑμέτερος καὶ οὐκ ἀδύνατος οὐδέτερα ποιῆσαι, οὔτε κακῶς οὔτε εὖ, ὁ δὲ Κηφισιάδης καὶ μέτοικος καὶ οὐδὲν δυνάμενος, ὥστε μὴ προσθέσθαι ἂν παρὰ τὸ δίκαιον τῷ Κηφισιάδῃ μᾶλλον τὸν πατέρα ἢ τούτῳ τὰ δίκαια ποιῆσαι.
さらに、裁判員諸官よ、次のことも考えてみてください。 すなわち、カッリッポスはあなたがたの同胞市民であり、善くにせよ悪くにせよ、どちらのことも行う力がある人物であるのに対し、ケピシアデスは在留外人であり、何ら力もない人物でした。 それゆえ、父が正義に反して、この男に当然の正義をなすよりもむしろ、ケピシアデスに味方することなどあり得なかったということです。
§26ἀλλὰ νὴ Δία, ἴσως ἂν εἴποι, κερδαίνων τι ἰδίᾳ ὁ πατὴρ ἀπὸ τοῦ ἀργυρίου ἐκείνῳ μᾶλλον προσετίθετο τὴν γνώμην ἢ τούτῳ.
しかし、いや誓って、彼はこう言うかもしれません。 「父は個人的にその金から利益を得ていたので、この男よりもむしろ彼に心を寄せていたのだ」と。
εἶτα πρῶτον μὲν τὸν δυνησόμενον διπλάσιον τοῦ λήμματος κακὸν ποιῆσαι ἠδίκει, ἔπειτα ἐνταῦθα μὲν αἰσχροκερδὴς ἦν, εἰς δὲ τὰς εἰσφορὰς καὶ λῃτουργίας καὶ δωρεὰς τῇ πόλει οὔ;
それなら、第一に、父は得られる利益の二倍の害悪を自分に与えうる人物に対して不義を働いたことになります。 第二に、この件では父はあさましく利益を貪る者であったのに、国家への特別税や奉仕義務、寄付においてはそうではなかったというのですか。
§27καὶ τῶν μὲν ξένων οὐδένα ἠδίκει, Κάλλιππον δέ;
そして、異邦人の誰に対しても不義を働かなかったのに、カッリッポスに対してだけは不義を働いたというのですか。
καὶ οὗτος, ὡς χρηστῷ μὲν αὐτῷ ὄντι καὶ οὐδὲν ἂν ψευσαμένῳ ὅρκον ἐδίδου, ὥς φησιν, ὡς περὶ πονηροῦ δὲ καὶ ἀπαλείφοντος ἀπὸ τῶν παρακαταθηκῶν νυνὶ διαλέγεται;
また、この男は、かつては父を誠実な者であり、決して偽誓しない者として、彼自身の言うように、父に誓いを委ねようとしていたのに、今や父を、預かり金を帳簿から消し去ってしまうような悪人であるかのように語るのですか。
κἀκεῖνος οὔτʼ ὀμόσαι ʼθέλων, ὡς οὗτός φησιν, οὔτʼ ἀποδιδοὺς οὐκ εὐθὺς ἂν ὠφλήκει;
また、父が彼の言うように誓うことも望まず、金も返さなかったとすれば、直ちに敗訴していたはずではないですか。
τῷ ταῦτα πιστά, ὦ ἄνδρες δικασταί;
裁判員諸官よ、誰がこのようなことを信じるでしょうか。
§28ἐγὼ μὲν γὰρ οὐδενὶ οἴομαι.
私は誰も信じないと思います。
καὶ ὁ Ἀρχεβιάδης εἰς τοῦτο φαυλότητος ἥκει, ὥστε τοῦ Καλλίππου δημότου ὄντος αὐτῷ καὶ πολιτευομένου καὶ οὐκ ἰδιώτου ὄντος καταμαρτυρεῖ, καὶ φησὶν ἡμᾶς μὲν ἀληθῆ λέγειν, τοῦτον δὲ ψεύδεσθαι, καὶ ταῦτα εἰδὼς ὅτι, ἂν οὗτος βούληται ἐπισκήψασθαι αὐτῷ τῶν ψευδομαρτυρίων καὶ ἄλλο μηδὲν ποιῆσαι ἢ ἐξορκῶσαι, ἀνάγκη αὐτῷ ἔσται πίστιν ἐπιθεῖναι ἣν ἂν κελεύῃ οὗτος.
また、アルケビアデスも、カッリッポスが同じ区民であり、政治に関わる者であって、一介の私人ではないにもかかわらず、彼に不利な証言をし、私たちが真実を語り、この男が嘘をついていると言っているのは、その卑劣さが極まっているからです。 しかも、もしこの男が彼を偽証罪で告発しようと望み、ただ彼に宣誓させること以外に何もしないとしても、彼はこの男が命じる誓いを立てることを余儀なくされると知っていながら、そうしているのです。
§29ἔπειτα ἵνα ὁ Κηφισιάδης ἔχῃ τὸ ἀργύριον, ἄνθρωπος μέτοικος, ἢ Φορμίων, ὅν φησιν ἀπαληλιφέναι τι οὗτος τοῦ ἀργυρίου, πεισθήσεσθε ὑμεῖς ὡς ἐπιορκήσειεν ἂν ὁ Ἀρχεβιάδης;
その上、在留外人であるケピシアデスや、この男が金の一部をかすめ取ったと主張するポルミオンにその金を持たせるために、アルケビアデスが偽誓するだろうなどと、あなたがたは信じるのですか。
οὐκ ἔκ γε τῶν εἰκότων, ὦ ἄνδρες δικασταί.
裁判員諸官よ、筋の通ったことからは、とてもそうは思えません。
οὐ γὰρ ἄξιον οὔτε Ἀρχεβιάδου κακίαν οὐδεμίαν καταγνῶναι οὔτε τοῦ πατρὸς τοῦ ἡμετέρου·
アルケビアデスのいかなる悪徳をも、また私たちの父のそれをも非難することは不当だからです。
πολὺ γὰρ αὐτὸν φιλότιμον ἴστε μᾶλλον ὄντα ἢ κακόν τι ἢ αἰσχρὸν ἐπιτηδεύοντα, καὶ πρὸς Κάλλιππον οὐχ οὕτως ἔχοντα ὥστε καταφρονήσαντα τούτου ἀδικῆσαι τι αὐτόν.
あなたがたは、父が悪辣なことや恥ずべきことに手を染めるような人間ではなく、むしろ大いに名誉を重んじる人であったこと、また、カッリッポスに対して、彼を侮って不義を働くような関係ではなかったことをよく知っているからです。
§30οὐ γὰρ οὕτω μοι δοκεῖ δύνασθαι ὥστʼ εὐκαταφρόνητος εἶναι, ὃς οὕτως ἐρρωμένος ἐστίν, ὥστε πέρυσί μοι λαχὼν τὴν δίκην ταυτηνὶ καὶ προκαλεσάμενος τῷ Λυσιθείδῃ ἐπιτρέψαι, ἐγὼ μὲν καίπερ καταπεφρονημένος ὑπʼ αὐτοῦ τοῦτό γε ὀρθῶς ἐβουλευσάμην (κατὰ τοὺς νόμους γὰρ ἐπέτρεψα καὶ ἀπήνεγκα πρὸς τὴν ἀρχήν), οὗτος δὲ τὸν κατὰ τοὺς νόμους ἀπενηνεγμένον διαιτητὴν ἔπεισεν ἀνώμοτον διαιτῆσαι, ἐμοῦ διαμαρτυρομένου κατὰ τοὺς νόμους ὀμόσαντα διαιτᾶν, ἵνα αὐτῷ ᾖ πρὸς ὑμᾶς λέγειν ὅτι καὶ Λυσιθείδης, ἀνὴρ καλὸς κἀγαθός, ἔγνω περὶ αὐτῶν.
というのも、カッリッポスは侮りやすいほど無力な人間だとは私には思えないからです。 彼は非常に強力であり、昨年私に対してこの訴訟を起こし、リュシテイデスに仲裁を委ねるよう要求しました。 私は彼に侮られていたにもかかわらず、この点については正しく判断しました(法律に従って仲裁を委ね、役所に届け出たのです)。 しかし、この男は、私が法律に従って誓いを立てて調停するよう強く求めたにもかかわらず、法律に従って選出された仲裁人に無宣誓で裁定を下すよう説得したのです。 それは、彼があなたがたに対して、立派な人物であるリュシテイデスもこの件について自分に有利な裁定を下したのだと言えるようにするためでした。
§31Λυσιθείδης γάρ, ὦ ἄνδρες δικασταί, ἕως μὲν ὁ πατὴρ ἔζη, καὶ ἄνευ ὅρκου καὶ μεθʼ ὅρκου ἴσως ἂν οὐκ ἠδίκησεν ἐκεῖνον·
なぜなら、裁判員諸官よ、リュシテイデスは、父が生きている間は、宣誓があろうとなかろうと、おそらく父に不義を働くことはなかったでしょう。
ἔμελε γὰρ αὐτῷ ἐκείνου.
彼は父を気にかけていたからです。
ἐμοῦ δὲ ἄνευ μὲν ὅρκου οὐδὲν αὐτῷ ἔμελεν, μεθʼ ὅρκου δὲ ἴσως ἂν οὐκ ἠδίκησεν διὰ τὸ αὑτοῦ ἴδιον·
しかし、私に対しては、宣誓がなければ彼は私のことなど全く気にかけなかったでしょうし、宣誓があれば、自分自身の理由から、おそらく不義を働くことはなかったでしょう。
διόπερ ἀνώμοτος ἀπεφήνατο.
それゆえ、彼は無宣誓のまま裁定を下したのです。
ὡς δὲ ἀληθῆ λέγω, καὶ τούτων ὑμῖν τοὺς παραγενομένους μάρτυρας παρέξομαι.
私が真実を語っていることについて、同席していた人々をあなたがたに証人として提供しましょう。
ΜΑΡΤΥΡΕΣ. §32ὅ τι μὲν καὶ παρὰ τοὺς νόμους καὶ παρὰ τὸ δίκαιον δύναται διαπράττεσθαι Κάλλιππος, ὦ ἄνδρες δικασταί, τῆς μαρτυρίας ἀκηκόατε.
[証人たちの証言]カッリッポスが法律に反し、正義に反して何を行うことができるか、裁判員諸官よ、あなたがたは証言をお聞きになりました。
δέομαι δὲ ὑμῶν αὐτός τε ὑπὲρ ἐμαυτοῦ καὶ ὑπὲρ τοῦ πατρός, ἀναμνησθέντας ὅτι πάντων μὲν ὑμῖν καὶ μάρτυρας καὶ τεκμήρια καὶ νόμους καὶ πίστεις παρεσχόμην ὧν εἴρηκα, τούτῳ δὲ ἐπιδείκνυμι ὅτι ἐξόν, εἴπερ τι αὐτῷ προσῆκεν τοῦ ἀργυρίου, ἐπὶ τὸν Κηφισιάδην βαδίζειν τὸν ὁμολογοῦντα κεκομίσθαι καὶ ἔχειν τὸ ἀργύριον,
私は、自分自身のため、また父のためにあなたがたに懇願します。 私が述べたすべてのことについて、あなたがたに証人、証拠、法律、誓約を提示したことを思い起こしてください。 一方、この男に対しては、もしその金がいくらかでも自分のものであると言うなら、それを回収して所有していると認めているケピシアデスのところへ行くことができたはずなのに、そうはしなかったことを私は示しています。
§33καὶ ταῦτα μηδὲν ἧττον τὰ πιστὰ παρʼ ἡμῶν λαβόντα, οὐκ ἔρχεται, εἰδὼς ὅτι οὐκ ἔστιν παρʼ ἡμῖν τὸ ἀργύριον, δέομαι ὑμῶν ἀποψηφίσασθαί μου.
しかも、私たちの側からそれと同じだけの保証を受け取ったにもかかわらず、彼はそうしようとしません。 それは、その金が私たちのところにはないことを知っているからです。 どうか私に無罪の判決を下してくださるよう懇願します。
καὶ ταῦτα ποιοῦντες πρῶτον μὲν τὰ δίκαια καὶ κατὰ τοὺς νόμους ἔσεσθε ἐψηφισμένοι, ἔπειτα ἄξια μὲν αὐτῶν ὑμῶν, ἄξια δὲ τοῦ πατρὸς τοῦ ἐμοῦ·
そうしてくだ善れば、第一にあなたがたは正義にかない、法律に従って投票したことになり、第二にあなたがた自身にふさわしく、また私の父にふさわしい投票をしたことになります。
ὡς ἐγὼ ὑμᾶς ἂν δεξαίμην ἅπαντα τὰ ἐμαυτοῦ λαβεῖν μᾶλλον ἢ ἀδίκως τι συκοφαντούμενος ἀποτεῖσαι.
私は、理不尽に中傷されて金を支払うくらいなら、自分の全財産をあなたがたに差し上げる方がはるかにましだからです。