Humanitext Reader

デモステネス · 第五十弁論 ポリュクレスへの抗弁 §15-21

任期満了後の自費による任務遂行と航海

3 / 9 箇所 · ギリシア語

要旨

話し手は、任期が満了したにもかかわらず後任者が現れない窮地において、自ら資金を融通して新たな水兵を雇い、穀物輸送の護送任務や引き続く困難な航海義務を果たした経緯を詳述する。

§15καὶ τὰ μὲν παρʼ ἐμοῦ ἐξανηλωμένα ἤδη ὁρῶντες, τὰ δὲ τῆς πόλεως ἀμελῆ, τὰ δὲ τῶν συμμάχων ἄπορα, τὰ δὲ τῶν στρατηγῶν ἄπιστα, καὶ τὸν χρόνον ἐξήκοντα τῆς τριηραρχίας καὶ τὸν πλοῦν οὐκέτʼ ὄντα οἴκαδε, οὐδὲ διάδοχον ἥκοντα ἐπὶ τὴν ναῦν, παρʼ οὗ ἄν τις ἠξίωσεν ὠφεληθῆναι.
そして彼らは、私からの支出がすでに使い果たされているのを見、都市アテナイの側の無関心を、同盟国の困窮を、将軍たちの不誠実を、また私の三段櫂船装備職の任期が満了していること、帰郷のための航海がもはやないこと、また船を引き継ぐ後任者が到着していないこと(その人からならば、人は助けを得ることを期待したであろうが)を見ていたからである。
ὅσῳ γὰρ φιλοτιμούμενος ἄμεινον ἐπληρωσάμην τὴν ναῦν ἐρετῶν ἀγαθῶν, τοσούτῳ μοι πλείστη ἀπόλειψις ἐγένετο τῶν ἄλλων τριηράρχων.
というのも、私が栄誉を重んじて、優れた漕ぎ手で船を満たせば満たすほど、私に生じた脱走は、他の三段櫂船装備者たちに比べて最大であったからである。
§16τοῖς μὲν γὰρ ἄλλοις, εἰ μή τι ἄλλο, οἵ γε ἐκ καταλόγου ἐλθόντες ἐπὶ τὴν ναῦν παρέμενον τηροῦντες τὴν οἴκαδε σωτηρίαν, ὁπότε αὐτοὺς ἀφήσει ὁ στρατηγός·
というのも、他の装備者たちにとっては、他には何もないとしても、少なくとも徴兵名簿から船に来た者たちは、将軍が彼らを解散させてくれる時を待って、帰郷の安全を守りつつ、留まっていたからである。
οἱ δʼ ἐμοὶ ναῦται πιστεύοντες αὑτοῖς ἐπὶ τῷ δύνασθαι ἐλαύνειν, ὅπου ἔμελλον ἀργύριον πάλιν πλεῖστον λήψεσθαι, ἐνταῦθʼ ἀπῇσαν, ἡγούμενοι τὴν ἐν τῷ παρόντι εὐπορίαν κρείττω εἶναι αὑτοῖς τοῦ μέλλοντος φόβου, εἴ ποτε ληφθείησαν ὑπʼ ἐμοῦ.
しかし私の水兵たちは、自分が漕ぐことができるという能力に自信を持っていたため、再び最も多くの金銭を得られる見込みのある場所へと去っていった。 彼らは、いつか私に捕まった場合の将来の恐れよりも、現在の裕福さのほうが自分たちにとって勝っていると考えたからである。
§17τοιούτων τοίνυν μοι τῶν πραγμάτων συμβεβηκότων, καὶ τοῦ στρατηγοῦ ἅμα Τιμομάχου προστάξαντος πλεῖν ἐφʼ Ἱερὸν ἐπὶ τὴν παραπομπὴν τοῦ σίτου καὶ μισθὸν οὐ διδόντος, εἰσαγγελθέντων δὲ ὅτι Βυζάντιοι καὶ Καλχηδόνιοι πάλιν κατάγουσι τὰ πλοῖα καὶ ἀναγκάζουσι τὸν σῖτον ἐξαιρεῖσθαι, δανεισάμενος ἐγὼ ἀργύριον παρʼ Ἀρχεδήμου μὲν τοῦ Ἀναφλυστίου πεντεκαίδεκα μνᾶς ἐπίτοκον, ὀκτακοσίας δὲ δραχμὰς παρὰ Νικίππου τοῦ ναυκλήρου ναυτικὸν ἀνειλόμην, ὃς ἔτυχεν ὢν ἐν Σηστῷ, ἐπόγδοον, σωθέντος δὲ τοῦ πλοίου Ἀθήναζε ἀποδοῦναι αὐτὸ καὶ τοὺς τόκους, §18καὶ πέμψας Εὐκτήμονα τὸν πεντηκόνταρχον εἰς Λάμψακον, δοὺς αὐτῷ ἀργύριον καὶ γράμματα πρὸς τοὺς ξένους τοῦ πατρὸς τοῦ ἐμοῦ, ἐκέλευσά μοι αὐτὸν ναύτας μισθώσασθαι ὡς ἂν δύνηται ἀρίστους·
このように私に事態が生じており、同時にティモマコス将軍が穀物の護送のためにヒエロンへ航行するよう命じたものの給与は支払わず、さらに、ビュザンティオン人とカルケドン人が再び船を拿捕して穀物の荷降ろしを強要しているという知らせが入ったので、私は、アナプリュストス区のアルケデモスから利息付きで15ミナを借り、また、たまたまセストスにいた船主のニキッポスから800ドラクマを、船がアテナイに安全に到着したならばそれと利息を返却するという条件で、8分の1の金利の海上ローンとして借り受け、そして、50人隊長のエウクテモンをランプサコスへと派遣し、彼に金銭と私の父の宿主たちへの手紙を渡し、できる限り優秀な水兵を私のために雇うよう彼に命じました。
αὐτὸς δʼ ὑπομείνας ἐν Σηστῷ τοῖς τε παραμείνασι τῶν ἀρχαίων ναυτῶν ἔδωκά τι, ὅσον εἶχον, ἐπειδή μοι ὁ χρόνος ἐξῆκεν τῆς τριηραρχίας, καὶ ἑτέρους ναύτας ἐντελομίσθους προσέλαβον, ἐν ὅσῳ ὁ στρατηγὸς τὸν ἀνάπλουν τὸν ἐφʼ Ἱερὸν παρεσκευάζετο.
私自身はセストスに留まり、私の三段櫂船装備職の任期は満了していたものの、以前からの水兵で残ってくれた者たちに、私が持っていただけのいくらかの金を分配し、また将軍がヒエロンへの遡航の準備をしている間に、不足する分の給与を支払う約束で別の水兵たちを雇い入れました。
§19ἐπειδὴ δʼ ὅ τε Εὐκτήμων ἧκεν ἐκ τῆς Λαμψάκου ἄγων τοὺς ναύτας οὓς ἐμισθώσατο, καὶ ὁ στρατηγὸς παρήγγειλεν ἀνάγεσθαι, τῷ μὲν Εὐκτήμονι ἀσθενῆσαι ἐξαίφνης συνέβη, καὶ πάνυ πονηρῶς διετέθη·
エウクテモンがランプサコスから彼が雇った水兵たちを連れて帰ってきて、将軍が出帆を命じたとき、エウクテモンは突然病気にかかり、極めて重篤な状態になりました。
τούτῳ μὲν οὖν ἀποδοὺς τὸν μισθὸν καὶ ἐφόδια προσθεὶς ἀπέπεμψα οἴκαδε·
そこで彼には、給与を支払い、旅費を上乗せして、家に送り返しました。
αὐτὸς δὲ πεντηκόνταρχον ἕτερον λαβὼν ἀνηγόμην ἐπὶ τὴν παραπομπὴν τοῦ σίτου, καὶ ἐκεῖ περιέμεινα πέντε καὶ τετταράκοντα ἡμέρας, ἕως ὁ ἔκπλους τῶν πλοίων τῶν μετʼ ἀρκτοῦρον ἐκ τοῦ Πόντου ἐγένετο.
私自身は別の50人隊長を雇って、穀物の護送のために出帆し、アークトゥルスの昇る頃にポントスから船が出航するまで、そこで45日間留まりました。
§20ἀφικόμενος δὲ εἰς Σηστὸν ἐγὼ μὲν ᾤμην οἴκαδε καταπλεύσεσθαι, τοῦ τε χρόνου μοι ἐξήκοντος καὶ ἐπιτετριηραρχημένων ἤδη μοι δυοῖν μηνοῖν καὶ διαδόχου οὐχ ἥκοντος ἐπὶ τὴν ναῦν·
セストスに到着したとき、私は自分の任期も終了し、すでに2ヶ月も三段櫂船装備職の任期を超過して務めており、後任者も船に到着していなかったので、帰国できると思っていました。
ὁ δὲ στρατηγὸς Τιμόμαχος, ἀφικομένων ὡς αὐτὸν πρέσβεων Μαρωνιτῶν καὶ δεομένων αὑτοῖς τὰ πλοῖα παραπέμψαι τὰ σιτηγά, προσέταξεν ἡμῖν τοῖς τριηράρχοις ἀναδησαμένοις τὰ πλοῖα ἕλκειν εἰς Μαρώνειαν, πλοῦν καὶ πολὺν καὶ πελάγιον.
しかし、ティモマコス将軍は、マロネイア人の使節たちが彼のところにやって来て、自分たちの穀物輸送船を護送してほしいと要請したため、私たち三段櫂船装備者たちに、それらの船を曳航してマロネイアまで引いていくよう命じました。 それは長大で公海を渡る航海でした。
§21καὶ ταῦθʼ ὑμῖν διὰ τοῦτο ἅπαντα διηγησάμην ἐξ ἀρχῆς, ἵνα εἰδῆτε ὅσα ἀνηλωκὼς αὐτὸς καὶ ἡλίκης μοι γεγενημένης τῆς λῃτουργίας ὕστερον ὅσα ἀναλώματα ὑπὲρ τούτου ἀνήλωσα ἐπιτριηραρχῶν, οὐχ ἥκοντος τούτου ἐπὶ τὴν ναῦν, καὶ κινδύνους ὅσους ἐκινδύνευσα αὐτὸς πρός τε χειμῶνα καὶ πρὸς πολεμίους.
そして、これらすべてを私が最初からあなたがたに語ったのは、私自身がいかに多くの費用を支出し、私にとってその奉仕職がいかに巨額なものになったか、さらにその後、この男が船に来ないために、超過三段櫂船装備職を務めながら、この男の代わりにどれほど多くの費用を支出したか、また、嵐や敵に対して私自身がどれほど多くの危険を冒したかを、あなたがたに知ってもらうためです。
μετὰ γὰρ τὴν παραπομπὴν τῶν πλοίων τὴν εἰς Μαρώνειαν καὶ τὴν ἄφιξιν τὴν εἰς Θάσον, ἀφικόμενος παρέπεμπε πάλιν ὁ Τιμόμαχος μετὰ τῶν Θασίων εἰς Στρύμην σῖτον καὶ πελταστάς, ὡς παραληψόμενος αὐτὸς τὸ χωρίον.
というのも、マロネイアへの船の護送とタソスへの到着の後、ティモマコスがやって来て、自らその土地を占領しようとして、タソス人たちとともにストリュメへと穀物と軽装歩兵を再び護送したからです。

語釈・文法注

  1. §15ὁρῶντες — 主格複数男性分詞で、前節 (§14) の `πολλοὶ τοῦ πληρώματος`(およびそれに続く `οἱ μὲν... οἱ δὲ`)を修飾し、彼らが船を去った理由や背景となった状況を客観的に描写している。
  2. §15ὅσῳ... τοσούτῳ — 相関副詞による比例表現(「〜であればあるほど、それだけますます〜」)。比較級 `ἄμεινον` と最上級 `πλείστη` を結びつけ、話し手が熱意を持って優秀な漕ぎ手を集めたこと(`ἄμεινον ἐπληρωσάμην`)が、結果として他船以上の大規模な脱走(`πλείστη ἀπόλειψις`)を招いたという皮肉な因果関係を強調している。
  3. §17εἰσαγγελθέντων — 接続詞 `ὅτι` に導かれる名詞節を実質的な主語とする、非人称的な属格絶対構文。中性複数形(または単数形に代わるもの)として用いられ、「〜という知らせがもたらされたので」という意味を表す。
  4. §17ἐπόγδοον — 「8分の1の(12.5%の)金利で」を意味する形容詞で、ここでは海上ローンの金利を指す。航海が成功してアテナイに帰港した際(`σωθέντος δὲ τοῦ πλοίου Ἀθήναζε`)に元本とともに支払われる条件となっている。
  5. §21ἐπιτριηραρχῶν — 現在分詞で、本来の三段櫂船装備職の任期が終了した後に、後任者が到着しないため義務を継続して務めている状態(超過三段櫂船装備)を表す。「超過三段櫂船装備職を務めながら」と訳される。

この箇所を引用する

デモステネス, 第五十弁論 ポリュクレスへの抗弁 §15-21. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0014.tlg050.humanitext-grc2:15-21

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。