§9ἐπειδὴ δὲ ἀπεχειροτονήθη μὲν ὑφʼ ὑμῶν στρατηγὸς διὰ τὸ μὴ περιπλεῦσαι Πελοπόννησον, ἐπὶ κρίσει δὲ παρεδέδοτο εἰς τὸν δῆμον αἰτίας τῆς μεγίστης τυχών, ἐφειστήκει δὲ αὐτῷ Καλλίστρατος καὶ Ἰφικράτης, τῷ τε πράττειν καὶ εἰπεῖν δυνάμενοι, οὕτω δὲ διέθεσαν ὑμᾶς κατηγοροῦντες τούτου αὐτοί τε καὶ οἱ συναγορεύοντες αὐτοῖς, §10ὥστε Ἀντίμαχον μὲν ταμίαν ὄντα καὶ πιστότατα διακείμενον τούτῳ κρίναντες ἐν τῷ δήμῳ ἀπεκτείνατε καὶ τὴν οὐσίαν αὐτοῦ ἐδημεύσατε, αὐτὸν δὲ τοῦτον ἐξαιτουμένων τῶν ἐπιτηδείων καὶ οἰκείων αὐτοῦ ἁπάντων, ἔτι δὲ καὶ Ἀλκέτου καὶ Ἰάσονος, συμμάχων ὄντων ὑμῖν, μόλις μὲν ἐπείσθητε ἀφεῖναι, στρατηγοῦντα δὲ αὐτὸν ἐπαύσατε,—
しかし、彼がペロポネソスを周航しなかったために、あなたがたによって将軍職を罷免され、最大の告発を受けて裁判のために民会に引き渡され、行動においても言論においても実力のあるカリストラトスとイフィクラテスが彼に対立して立ち、彼ら自身と彼らの支援弁論者たちが、この者を告発することによって、あなたがたの心を次のように仕向けたので、その結果、一方では、彼の財務官であり彼に最も忠実であったアンティマコスを、あなたがたは民会で裁判にかけて処刑し、その財産を没収した一方で、他方では、この者自身については、彼の友人や親族全員、さらにはあなたがたの同盟者であったアルケタスやイアソンらが(彼の赦免を)懇願したために、あなたがたはかろうじて彼を放免することに同意したものの、将軍職からは退任させた。
§11ἐν τοιαύταις δὲ ὢν διαβολαῖς καὶ ἀπορίᾳ χρημάτων πολλῇ (ἡ μὲν γὰρ οὐσία ὑπόχρεως ἦν ἅπασα, καὶ ὅροι αὐτῆς ἕστασαν, καὶ ἄλλοι ἐκράτουν·
―― 彼はこのような非難の中にあり、また非常に資金に困窮していた。 ――(というのも、彼の財産はすべて抵当に入っており、境界標が立てられ、他人がそれを管理していたからである。
ὁ μὲν ἐν πεδίῳ ἀγρὸς ἀποτίμημα τῷ παιδὶ τῷ Εὐμηλίδου καθειστήκει, ἑξήκοντα δὲ τριηράρχοις τοῖς συνεκπλεύσασιν αὐτῷ ἑπτὰ μνῶν ἑκάστῳ ἡ ἄλλη οὐσία ὑπέκειτο, ἃς οὗτος αὐτοὺς στρατηγῶν ἠνάγκασε τοῖς ναύταις τροφὴν διαδοῦναι·
平原にある農地はエウメリデスの息子への返還担保となっており、他の財産は、彼とともに出航した60人のトリエラルコスたちに対し、各自7ムナイの担保として抵当に入っていた。 それは、彼が将軍として、水兵たちの食費として分配するよう彼らに強いたものである。
§12ἐπειδὴ δὲ ἀποχειροτονηθεὶς ἐν τῷ λόγῳ ἀπήνεγκεν ἐκ τῶν στρατιωτικῶν χρημάτων αὐτὸς δεδωκὼς εἰς τὰς ναῦς τὰς ἑπτὰ μνᾶς ταύτας τότε, φοβούμενος μὴ καταμαρτυρήσωσιν αὑτοῦ οἱ τριήραρχοι καὶ ἐξελέγχηται ψευδόμενος, δάνεισμα ποιεῖται ἰδίᾳ παρʼ ἑκάστου αὐτῶν τὰς ἑπτὰ μνᾶς καὶ ὑποτίθησιν αὐτοῖς τὴν οὐσίαν, ἃς νῦν αὐτοὺς ἀποστερεῖ καὶ τοὺς ὅρους ἀνέσπακεν), §13πανταχόθεν δὲ ἀπορούμενος, καὶ ἐν ἀγῶνι τῷ μεγίστῳ καθεστηκὼς περὶ τοῦ σώματος διὰ τὸ συμβεβηκέναι τῇ πόλει τοιαῦτα πράγματα, ἄμισθον μὲν τὸ στράτευμα καταλελύσθαι ἐν Καλαυρείᾳ, πολιορκεῖσθαι δὲ τοὺς περὶ Πελοπόννησον συμμάχους ὑπὸ Λακεδαιμονίων, κατηγορούντων δὲ τοῦτον αἴτιον εἶναι τῆς παρούσης ἀτυχίας Ἰφικράτους καὶ Καλλιστράτου, ἔτι δὲ τῶν ἀφικνουμένων ἀπὸ στρατεύματος ἀπαγγελλόντων ἐν τῷ δήμῳ τὴν παροῦσαν ἔνδειαν καὶ ἀπορίαν, τὰ δὲ καὶ διʼ ἐπιστολῶν ἑκάστου πυνθανομένου παρὰ τῶν οἰκείων καὶ ἐπιτηδείων ὡς διέκειντο (ὧν ἀκούοντες ὑμεῖς ἐν τῷ δήμῳ τότε ἀναμνήσθητε πῶς ἕκαστος περὶ αὐτοῦ τὴν γνώμην εἶχεν·
しかし罷免された後、会計報告において、当時船のためにその7ムナイを自分が軍費から支払ったと彼が報告した際、トリエラルコスたちが自分に不利な証言をして嘘が暴かれるのを恐れて、彼ら一人ひとりから個人的にその7ムナイを借入金とし、彼らに財産を抵当に入れた。 その金を今や、彼は彼らから奪い、境界標を引き抜いてしまっているのだが)、こうして四方八方から窮し、国家に次のような事態が生じていたために生命をかけた最大の裁判に直面していたが、――すなわち、一方では軍隊が給料の支払われないままカラウレイアで解散し、他方ではペロポネソス周辺の同盟者たちがラケダイモン人によって包囲されており、イフィクラテスとカリストラトスがこの者こそ現在の不幸の原因であると非難しており、さらに軍隊から帰還した者たちが現在の欠乏と困窮を民会で報告しており、また一部のことは各人が親族や友人からの手紙を通じて彼らの置かれた状況を聞き知っていたために(当時民会でこれらを聞きながら、あなたがたがそれぞれ彼に対してどのような考えを抱いていたかを思い出してほしい。
§14οὐ γὰρ ἀγνοεῖτε τὰ λεγόμενα), μέλλων τοίνυν καταπλεῖν ἐπὶ τὴν κρίσιν, ἐν Καλαυρείᾳ δανείζεται χιλίας δραχμὰς παρὰ Ἀντιφάνους τοῦ Λαμπτρέως, ὃς ἐπέπλει ταμίας Φιλίππῳ τῷ ναυκλήρῳ, ἵνα διαδοίη τοῖς Βοιωτίοις τριηράρχοις, καὶ παραμένωσιν ἕως ἂν αὐτῷ ἡ κρίσις γένηται, καὶ μὴ καταλυθεισῶν πρότερον τῶν Βοιωτίων τριήρων καὶ διαπελθόντων τῶν στρατιωτῶν μᾶλλον αὐτῷ ὀργίζησθε ὑμεῖς.
巷で言われていることをあなたがたは知らないわけではないのだから)、そこで、彼は裁判のために帰港しようとするにあたり、カラウレイアで、船主フィリッポスの下で財務官として乗船していたラムプトライ区のアンティファネスから1,000ドラクメを借りた。 それは、ボイオティア人のトリエラルコスたちに分配して、彼の裁判が終わるまで彼らがとどまってくれるようにするためであり、それ以前にボイオティアの三段櫂船が解散され兵士たちが散り散りになることによって、あなたがたが彼に対してさらに怒りを募らせることがないようにするためであった。
§15οἱ μὲν γὰρ πολῖται ἠνείχοντο κακοπαθοῦντες καὶ παρέμενον· οἱ δὲ Βοιωτοὶ οὐκ ἔφασαν παραμενεῖν, εἰ μή τις αὐτοῖς τὴν καθʼ ἡμέραν τροφὴν δώσει.
というのも、市民は苦難に耐えてとどまっていたが、ボイオティア人たちは、誰かが彼らに日々の食糧を支給しない限り、とどまらないと言ったからである。
τότε οὖν ἀναγκαζόμενος δανείζεται τὰς χιλίας δραχμὰς παρὰ τοῦ Ἀντιφάνους, ὃς ἐπέπλει ταμιεύων Φιλίππῳ τῷ ναυκλήρῳ, καὶ δίδωσι τῷ Βοιωτίῳ ἄρχοντι τῶν νεῶν.
そこで当時、彼はやむを得ず、船主フィリッポスの下で財務官として乗船していたアンティファネスからその1,000ドラクメを借り、それをボイオティアの艦隊指揮官に与えた。
§16ἐπειδὴ δὲ ἀφίκετο δεῦρο, ἀπῄτουν αὐτὸν ὅ τε Φίλιππος καὶ Ἀντιφάνης τὰς χιλίας δραχμὰς ἃς ἐδανείσατο ἐν Καλαυρείᾳ, καὶ ἠγανάκτουν ὅτι οὐ ταχὺ ἀπελάμβανον.
そして、彼がこちらに到着すると、フィリッポスとアンティファネスの両名が、彼がカラウレイアで借りた1,000ドラクメの返済を彼に要求し、すぐに回収できないことに憤慨した。
φοβούμενος δὲ οὗτος τοὺς ἐχθροὺς τοὺς ἑαυτοῦ, μὴ πύθοιντο ὅτι, ἃς ἐν τῷ λόγῳ ἀπήνεγκεν χιλίας δραχμὰς δεδωκὼς εἰς τὰς Βοιωτίας ναῦς ἐκ τῶν στρατιωτικῶν χρημάτων,
しかし、この者は自分の敵たちが次のことを知るのを恐れた。 すなわち、彼が会計報告において軍事資金からボイオティアの船のために支払ったと報告した1,000ドラクメが、実際にはフィリッポスが貸したものであり、その彼がその金を返されずにいるということを。
§17ταύτας Φίλιππος δανείσας ἀποστερεῖται, καὶ ἅμα δεδιὼς τὸν Φίλιππον, μὴ καταμαρτυροίη αὑτοῦ ἐν τῷ ἀγῶνι, προσελθὼν τῷ πατρὶ τῷ ἐμῷ ἐδεήθη ἀπαλλάξαι τὸν Φίλιππον καὶ χρῆσαι αὑτῷ τὰς χιλίας δραχμάς, ἵνα ἀποδοίη Φιλίππῳ.
また同時に、フィリッポスが裁判において自分に不利な証言をすることを恐れて、私の父のもとにやってきて、フィリッポスに金を返して引き取らせてくれるよう、そしてフィリッポスに返済できるように自分に1,000ドラクメを貸してくれるよう懇願した。
ὁρῶν δὲ ὁ πατὴρ ὁ ἐμὸς τό τε μέγεθος τοῦ ἀγῶνος ἡλίκον ἦν τούτῳ, καὶ ὡς ἠπορεῖτο οὗτος, καὶ ἐλεῶν αὐτόν, προσαγαγὼν πρὸς τὴν τράπεζαν ἐκέλευσεν ἀποδοῦναι Φιλίππῳ χιλίας δραχμὰς τὸν Φορμίωνα τὸν ἐπικαθήμενον ἐπὶ τῇ τραπέζῃ, καὶ γράψαι ὀφείλοντα Τιμόθεον.
私の父は、彼にかかっている裁判がいかに重大なものであるか、また彼がいかに困窮しているかを見て、彼を哀れに思い、彼を銀行に連れて行き、銀行の窓口に座っていたポルミオンに、フィリッポスに1,000ドラクメを支払い、ティモテオスを債務者として記録するように命じた。