§9ἐπειδὴ δὲ ἀπεχειροτονήθη μὲν ὑφʼ ὑμῶν στρατηγὸς διὰ τὸ μὴ περιπλεῦσαι Πελοπόννησον, ἐπὶ κρίσει δὲ παρεδέδοτο εἰς τὸν δῆμον αἰτίας τῆς μεγίστης τυχών, ἐφειστήκει δὲ αὐτῷ Καλλίστρατος καὶ Ἰφικράτης, τῷ τε πράττειν καὶ εἰπεῖν δυνάμενοι, οὕτω δὲ διέθεσαν ὑμᾶς κατηγοροῦντες τούτου αὐτοί τε καὶ οἱ συναγορεύοντες αὐτοῖς, §10ὥστε Ἀντίμαχον μὲν ταμίαν ὄντα καὶ πιστότατα διακείμενον τούτῳ κρίναντες ἐν τῷ δήμῳ ἀπεκτείνατε καὶ τὴν οὐσίαν αὐτοῦ ἐδημεύσατε, αὐτὸν δὲ τοῦτον ἐξαιτουμένων τῶν ἐπιτηδείων καὶ οἰκείων αὐτοῦ ἁπάντων, ἔτι δὲ καὶ Ἀλκέτου καὶ Ἰάσονος, συμμάχων ὄντων ὑμῖν, μόλις μὲν ἐπείσθητε ἀφεῖναι, στρατηγοῦντα δὲ αὐτὸν ἐπαύσατε,—
但是,当他因未能环航伯罗奔尼撒半岛而被你们免去将军职务,并在遭受最严重的指控下面临人民大会的审判,而行动和言辞皆具威力的卡利斯特拉托斯和伊菲克拉特斯也与他作对,且他们自身及支持他们的辩护人们通过控告此人,使你们的态度转变,以至于:一方面,你们在人民大会中审判并处死了他的财务官——对我最为忠诚的安提马科斯,并没收了他的财产;另一方面,至于他本人,尽管他的所有朋友和亲属,甚至连你们的盟友阿凯塔斯和亚森都为他求情,你们也只是勉强同意免予起诉,但还是撤销了他的将军职务。
§11ἐν τοιαύταις δὲ ὢν διαβολαῖς καὶ ἀπορίᾳ χρημάτων πολλῇ (ἡ μὲν γὰρ οὐσία ὑπόχρεως ἦν ἅπασα, καὶ ὅροι αὐτῆς ἕστασαν, καὶ ἄλλοι ἐκράτουν· ὁ μὲν ἐν πεδίῳ ἀγρὸς ἀποτίμημα τῷ παιδὶ τῷ Εὐμηλίδου καθειστήκει, ἑξήκοντα δὲ τριηράρχοις τοῖς συνεκπλεύσασιν αὐτῷ ἑπτὰ μνῶν ἑκάστῳ ἡ ἄλλη οὐσία ὑπέκειτο, ἃς οὗτος αὐτοὺς στρατηγῶν ἠνάγκασε τοῖς ναύταις τροφὴν διαδοῦναι· §12ἐπειδὴ δὲ ἀποχειροτονηθεὶς ἐν τῷ λόγῳ ἀπήνεγκεν ἐκ τῶν στρατιωτικῶν χρημάτων αὐτὸς δεδωκὼς εἰς τὰς ναῦς τὰς ἑπτὰ μνᾶς ταύτας τότε, φοβούμενος μὴ καταμαρτυρήσωσιν αὑτοῦ οἱ τριήραρχοι καὶ ἐξελέγχηται ψευδόμενος, δάνεισμα ποιεῖται ἰδίᾳ παρʼ ἑκάστου αὐτῶν τὰς ἑπτὰ μνᾶς καὶ ὑποτίθησιν αὐτοῖς τὴν οὐσίαν, ἃς νῦν αὐτοὺς ἀποστερεῖ καὶ τοὺς ὅρους ἀνέσπακεν), §13πανταχόθεν δὲ ἀπορούμενος, καὶ ἐν ἀγῶνι τῷ μεγίστῳ καθεστηκὼς περὶ τοῦ σώματος διὰ τὸ συμβεβηκέναι τῇ πόλει τοιαῦτα πράγματα, ἄμισθον μὲν τὸ στράτευμα καταλελύσθαι ἐν Καλαυρείᾳ, πολιορκεῖσθαι δὲ τοὺς περὶ Πελοπόννησον συμμάχους ὑπὸ Λακεδαιμονίων, κατηγορούντων δὲ τοῦτον αἴτιον εἶναι τῆς παρούσης ἀτυχίας Ἰφικράτους καὶ Καλλιστράτου, ἔτι δὲ τῶν ἀφικνουμένων ἀπὸ στρατεύματος ἀπαγγελλόντων ἐν τῷ δήμῳ τὴν παροῦσαν ἔνδειαν καὶ ἀπορίαν, τὰ δὲ καὶ διʼ ἐπιστολῶν ἑκάστου πυνθανομένου παρὰ τῶν οἰκείων καὶ ἐπιτηδείων ὡς διέκειντο (ὧν ἀκούοντες ὑμεῖς ἐν τῷ δήμῳ τότε ἀναμνήσθητε πῶς ἕκαστος περὶ αὐτοῦ τὴν γνώμην εἶχεν· §14οὐ γὰρ ἀγνοεῖτε τὰ λεγόμενα), μέλλων τοίνυν καταπλεῖν ἐπὶ τὴν κρίσιν, ἐν Καλαυρείᾳ δανείζεται χιλίας δραχμὰς παρὰ Ἀντιφάνους τοῦ Λαμπτρέως, ὃς ἐπέπλει ταμίας Φιλίππῳ τῷ ναυκλήρῳ, ἵνα διαδοίη τοῖς Βοιωτίοις τριηράρχοις, καὶ παραμένωσιν ἕως ἂν αὐτῷ ἡ κρίσις γένηται, καὶ μὴ καταλυθεισῶν πρότερον τῶν Βοιωτίων τριήρων καὶ διαπελθόντων τῶν στρατιωτῶν μᾶλλον αὐτῷ ὀργίζησθε ὑμεῖς.
—— 由于他当时处于如此的指责和极大的资金匮乏之中(因为他的全部财产都已被抵押,其上立有抵押标石,且由他人控制;平原上的农田已作为给欧美利德斯之子的偿还担保,而其余财产则抵押给了与他一同出航的六十位三列桨战船船长,每人七明那,这是他作为将军时强迫他们发给水兵们作口粮的;然而,当他在免职后的账目报告中,声称自己当时已从军费中支付了这七明那用于船只时,他因害怕船长们作不利于他的证言而拆穿其谎言,便私下向他们每个人将这七明那转为个人借款,并向他们抵押了财产,而他如今却企图赖掉这笔钱,甚至拔掉了抵押标石),且因城邦发生了如此的变故而四处碰壁、面临关乎生命的极大审判:一方面,军队在卡劳里亚因无饷而解散;另一方面,伯罗奔尼撒周围的盟友正受到拉刻代蒙人的包围;而伊菲克拉特斯和卡利斯特拉托斯又在指责此人是当前不幸的罪魁祸首;此外,那些从军队归来的人还在人民大会上报告当前的匮乏和困境,且每个人也通过其亲属和朋友的书信了解到他们当时的处境(当你们当时在人民大会上听到这些时,请回忆一下每个人对他持有什么样的看法;因为你们并非不知道那些传言),因此,在他准备航回接受审判时,他在卡劳里亚向兰普特赖区的安提法内斯借了一千德拉克马,此人当时作为船主菲利普斯的财务官在船上,以便将这笔钱分发给波奥蒂亚人的战船船长们,使他们能够留守直到他的审判进行,而不至于因波奥蒂亚人的战船提前解散、士兵散去而使你们对他更加愤怒。
§15οἱ μὲν γὰρ πολῖται ἠνείχοντο κακοπαθοῦντες καὶ παρέμενον· οἱ δὲ Βοιωτοὶ οὐκ ἔφασαν παραμενεῖν, εἰ μή τις αὐτοῖς τὴν καθʼ ἡμέραν τροφὴν δώσει.
因为公民们即便遭受痛苦也忍耐并留了下来,但波奥蒂亚人却声称,除非有人给他们发放每日的口粮,否则他们将不会留下来。
τότε οὖν ἀναγκαζόμενος δανείζεται τὰς χιλίας δραχμὰς παρὰ τοῦ Ἀντιφάνους, ὃς ἐπέπλει ταμιεύων Φιλίππῳ τῷ ναυκλήρῳ, καὶ δίδωσι τῷ Βοιωτίῳ ἄρχοντι τῶν νεῶν.
因此,当时他被迫向作为船主菲利普斯的财务官在船上的安提法内斯借了一千德拉克马,并付给了波奥蒂亚的船队指挥官。
§16ἐπειδὴ δὲ ἀφίκετο δεῦρο, ἀπῄτουν αὐτὸν ὅ τε Φίλιππος καὶ Ἀντιφάνης τὰς χιλίας δραχμὰς ἃς ἐδανείσατο ἐν Καλαυρείᾳ, καὶ ἠγανάκτουν ὅτι οὐ ταχὺ ἀπελάμβανον.
当他到达这里后,菲利普斯和安提法内斯都向他讨还他在卡劳里亚所借的一千德拉克马,并因未能迅速收回而感到愤怒。
φοβούμενος δὲ οὗτος τοὺς ἐχθροὺς τοὺς ἑαυτοῦ, μὴ πύθοιντο ὅτι, ἃς ἐν τῷ λόγῳ ἀπήνεγκεν χιλίας δραχμὰς δεδωκὼς εἰς τὰς Βοιωτίας ναῦς ἐκ τῶν στρατιωτικῶν χρημάτων,
然而,此人害怕他的政敌们发现:他曾在账目中报告说自己已经从军费中付给波奥蒂亚船只的那一千德拉克马,实际上是由菲利普斯借出而此时却被拖欠的;同时他也害怕菲利普斯在审判中作不利于他的证言。
§17ταύτας Φίλιππος δανείσας ἀποστερεῖται, καὶ ἅμα δεδιὼς τὸν Φίλιππον, μὴ καταμαρτυροίη αὑτοῦ ἐν τῷ ἀγῶνι, προσελθὼν τῷ πατρὶ τῷ ἐμῷ ἐδεήθη ἀπαλλάξαι τὸν Φίλιππον καὶ χρῆσαι αὑτῷ τὰς χιλίας δραχμάς, ἵνα ἀποδοίη Φιλίππῳ.
于是,他来到我父亲面前,恳求我父亲打发走菲利普斯并借给他一千德拉克马,以便他可以偿还给菲利普斯。
ὁρῶν δὲ ὁ πατὴρ ὁ ἐμὸς τό τε μέγεθος τοῦ ἀγῶνος ἡλίκον ἦν τούτῳ, καὶ ὡς ἠπορεῖτο οὗτος, καὶ ἐλεῶν αὐτόν, προσαγαγὼν πρὸς τὴν τράπεζαν ἐκέλευσεν ἀποδοῦναι Φιλίππῳ χιλίας δραχμὰς τὸν Φορμίωνα τὸν ἐπικαθήμενον ἐπὶ τῇ τραπέζῃ, καὶ γράψαι ὀφείλοντα Τιμόθεον.
我父亲看到这场审判对他而言有多么重大,也看到他是如何穷困,便怜悯他,带他来到银行,命令坐在银行柜台前的波尔米翁付给菲利普斯一千德拉克马,并记下提摩太为债务人。