§1μηδενὶ ὑμῶν ἄπιστον γενέσθω, ὦ ἄνδρες δικασταί, εἰ Τιμόθεος ὀφείλων ἀργύριον τῷ πατρὶ τῷ ἐμῷ φεύγει νῦν ὑπʼ ἐμοῦ ταύτην τὴν δίκην.
裁判員諸官よ、ティモテオスが私の父に金を借りていながら、今私からこの訴訟を起こされているとしても、あなたがたの誰も信じがたいと思わないでほしい。
ἀλλʼ ἐπειδὰν ὑμᾶς ἀναμνήσω τόν τε καιρὸν ἐν ᾧ τὸ συμβόλαιον ἐγένετο, καὶ τὰ συμβάντα τούτῳ ἐν ἐκείνῳ τῷ χρόνῳ, καὶ εἰς ὅσην ἀπορίαν κατέστη οὗτος, τότε ἡγήσεσθε τὸν μὲν πατέρα τὸν ἐμὸν βέλτιστον γενέσθαι περὶ Τιμόθεον, τοῦτον δὲ οὐ μόνον ἀχάριστον εἶναι, ἀλλὰ καὶ ἀδικώτατον πάντων ἀνθρώπων,
そうではなく、私があなたがたに、その貸借が行われた時期と、その時に彼に起こった出来事、および彼がいかに大きな困窮に陥っていたかを思い起こさせるならば、その時あなたがたは、私の父がティモテオスに対してこの上なく親切であったこと、そして彼が恩知らずであるだけでなく、すべての人の中で最も不義な者であることを認めるであろう。
§2ὅς γε τυχὼν παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ ὅσων ἐδεήθη καὶ λαβὼν ἀργύριον ἀπὸ τῆς τραπέζης, ἐν πολλῇ ἀπορίᾳ ὢν κἀν κινδύνοις τοῖς μεγίστοις καθεστηκὼς περὶ τῆς ψυχῆς, οὐ μόνον οὐκ ἀπέδωκε χάριν, ἀλλὰ καὶ τὸ δοθὲν ἀποστερεῖ με.
彼は、私の父から必要なだけのものを手に入れ、銀行から金を受け取ったのであるが、当時大いなる困窮にあり、命に関わる最大の危機に直面していたにもかかわらず、恩を返さないばかりか、与えられたものを私から奪い取ろうとしている。
καίτοι σφαλέντος μὲν τούτου ἀπώλλυτο καὶ τῷ πατρὶ τῷ ἐμῷ τὸ συμβόλαιον·
ところで、もし彼が破滅していたなら、私の父にとってもその貸借関係は失われていただろう。
οὔτε γὰρ ἐπʼ ἐνεχύρῳ οὔτε μετὰ μαρτύρων ἔδωκεν·
担保もなしに、証人もなしに父は与えたのだから。
σωθέντος δὲ ἐπὶ τούτῳ ἐγίγνετο, ὁπότε βούλοιτο εὐπορήσας ἡμῖν ἀποδοῦναι.
しかし、彼が救われたので、彼が裕福になった時に、望むならいつでも我々に返済できるということになっていた。
§3ἀλλʼ ὅμως, ὦ ἄνδρες δικασταί, οὐ περὶ πλείονος ἐποιήσατο ὁ πατὴρ περιουσίαν χρημάτων μᾶλλον ἢ οὐ Τιμοθέῳ ὑπηρετῆσαι ὧν ἐδεήθη αὐτοῦ, ἐν ἀπορίᾳ ὄντι.
しかしながら、裁判員諸官よ、父は余分な財産を持つことを、困窮していたティモテオスが求めたことに応じて彼を助けることよりも重くは見なかったのである。
ᾤετο μὲν οὖν, ὦ ἄνδρες δικασταί, ὁ πατήρ, εἰ σωθείη Τιμόθεος τότε ἐξ ἐκείνων τῶν κινδύνων καὶ ἀφίκοιτο οἴκαδε παρὰ βασιλέως, εὐπορωτέρου γενομένου τούτου ἢ ὡς τότε διέκειτο, οὐ μόνον τὰ ἑαυτοῦ κομιεῖσθαι, ἀλλὰ καὶ ἄλλου εἴ του δέοιτο πρὸς Τιμόθεον πρᾶξαι ὑπάρξειν αὑτῷ.
さて、裁判員諸官よ、父はこう考えていた。 もし当時ティモテオスがそれらの危機から救われ、ペルシア王のもとから帰国したなら、彼が当時よりは裕福になることで、自分自身の金を取り戻せるだけでなく、ティモテオスに何か頼み事をする必要が生じた際にも、ティモテオスが力になってくれるだろう、と。
§4ἐπειδὴ δὲ οὐχ ὡς ἐκεῖνος ᾠήθη συμβέβηκεν, ἀλλʼ ἃ μετὰ χάριτος ἔλαβεν Τιμόθεος ἀπὸ τῆς τραπέζης δεηθεὶς τοῦ πατρὸς τοῦ ἐμοῦ, ταῦτα διʼ ἔχθρας καὶ δίκης τετελευτηκότος ἐκείνου ἐξελεγχθεὶς μὲν ὡς ὀφείλει οἴεται δεῖν ἀποδοῦναι, ἐὰν δὲ δύνηται ὑμᾶς πεῖσαι ὡς οὐκ ὀφείλει, ἐξαπατήσας τῷ λόγῳ, ἀποστερῆσαι ἡμᾶς τῶν χρημάτων, ἀναγκαῖόν μοι δοκεῖ εἶναι ἐξ ἀρχῆς ἅπαντα διηγήσασθαι ὑμῖν, τά τε ὀφειλόμενα, καὶ εἰς ὅ τι ἕκαστον αὐτῶν κατεχρήσατο, καὶ τοὺς χρόνους ἐν οἷς τὸ συμβόλαιον ἐγένετο.
しかし、事態は父が考えたようにはならず、ティモテオスが私の父に懇願して、好意によって銀行から受け取ったものを、父の死後、敵対関係と訴訟を通じて、一方で、もし彼が借りていることが証明されたなら返済せざるを得ないと思っているものの、他方で、もし言論によってあなたがたを欺いて借りていないと説得できるならば、我々からその金を騙し取ろうとしているので、私は最初からすべてを、すなわち借入金と、その一つひとつを彼が何に使ったか、およびその貸借が行われた時期をあなたがたに詳しく説明することが必要であると思う。
§5θαυμάσῃ δὲ μηδεὶς ὑμῶν εἰ ἀκριβῶς ἴσμεν·
そして、私たちが正確に知っていることを、あなたがたの誰も不思議に思わないでほしい。
οἱ γὰρ τραπεζῖται εἰώθασιν ὑπομνήματα γράφεσθαι ὧν τε διδόασιν χρημάτων καὶ εἰς ὅ τι καὶ ὧν ἄν τις τιθῆται, ἵνα ᾖ αὐτοῖς γνώριμα τά τε ληφθέντα καὶ τὰ τεθέντα πρὸς τοὺς λογισμούς.
銀行家たちは、貸し出す金とその使途、また誰かが預け入れる金について、記録をつける習慣があるからである。 それは、清算の際、引き出されたものと預けられたものが彼らに明らかであるようにするためである。
§6ἐπὶ Σωκρατίδου γὰρ ἄρχοντος μουνιχιῶνος μηνὸς μέλλων ἐκπλεῖν τὸν ὕστερον ἔκπλουν Τιμόθεος οὑτοσί, περὶ ἀναγωγὴν ἤδη ὢν ἐν τῷ Πειραιεῖ, προσδεηθεὶς ἀργυρίου, προσελθὼν τῷ πατρὶ τῷ ἐμῷ ἐν τῷ λιμένι, ἐκέλευσεν αὐτὸν χρῆσαι χιλίας τριακοσίας πεντήκοντα μίαν δύʼ ὀβολώ·
というのも、ソクラティデスがアルコンであった時のムニキオン月に、こちらのティモテオスは、二度目の出航のために出航しようとしており、すでにペイライエウスで出航の準備をしていたのであるが、さらに金が必要になり、港にいた私の父のところにやってきて、千三百五十一ドラクメと二オボロスを貸してくれるように頼んだ。
τοσούτου γὰρ ἔφη προσδεῖσθαι·
それだけさらに必要だと言ったのである。
καὶ δοῦναι ἐκέλευσεν Ἀντιμάχῳ τῷ ταμίᾳ τῷ ἑαυτοῦ, ὃς τούτῳ διῴκει τότε πάντα.
そして、当時彼のすべての用事を処理していた彼の財務官アンティマコスにそれを支払うように頼んだ。
§7καὶ ὁ μὲν δανεισάμενος τὸ ἀργύριον παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ Τιμόθεος ἦν καὶ κελεύσας δοῦναι Ἀντιμάχῳ τῷ ταμίᾳ τῷ ἑαυτοῦ, ὁ δὲ λαβὼν τὸ ἀργύριον ἀπὸ τῆς τραπέζης παρὰ Φορμίωνος Αὐτόνομος, ὅσπερ Ἀντιμάχῳ διετέλει γραμματεύων τὸν ἅπαντα χρόνον.
そして、私の父から金を借り、財務官アンティマコスにそれを支払うように頼んだのはティモテオスであり、銀行のポルミオンから金を受け取ったのは、アンティマコスの書記をずっと務めていたアウトノモスであった。
§8δοθέντος τοίνυν τοῦ ἀργυρίου τούτου ἐγράψατο μὲν ὀφείλοντα τὸν κελεύσαντα χρῆσαι Τιμόθεον, ὑπόμνημα δὲ ἐγράψατο, ᾧ τε οὗτος ἐκέλευσε δοῦναι, Ἀντιμάχῳ, καὶ ὃν ὁ Ἀντίμαχος συνέπεμψεν ἐπὶ τὴν τράπεζαν ληψόμενον τὸ ἀργύριον, τὸν Αὐτόνομον, τὰς χιλίας τριακοσίας δραχμὰς καὶ πεντήκοντα καὶ μίαν καὶ δύʼ ὀβολώ.
そこで、この金が支払われたとき、私の父は貸し付けを求めたティモテオスを債務者として記録し、また、彼が支払うように頼んだ相手であるアンティマコスと、アンティマコスが金を受け取るために銀行に送ったアウトノモスの両名について、千三百五十一ドラクメと二オボロスを記録にとどめたのである。
τὸ μὲν τοίνυν πρῶτον χρέως, ὃ ἐκπλέων ἔλαβεν στρατηγῶν τὸ ὕστερον, τοσοῦτον ὀφείλει.
したがって、彼が将軍として二度目の出航をする際に受け取った最初の債務は、これだけの額に上る。