Humanitext Reader

狄摩西尼 · 控诉提摩太 §1-8

提摩太的忘恩负义与第一笔借款

第 1 段,共 9 段 · 希腊语

内容简介

原告控诉被告提摩太忘恩负义且不公,指其在面临重大生存危机并陷入困境时曾得到原告父亲的资金支持,如今却在原告父亲去世后否认债务,企图欺骗法庭。为此,原告开始根据精确的银行账目记录,详细叙述提摩太作为将军第二次出航时借入的第一笔资金(1351德拉克马和2奥博尔)的具体经过。

§1μηδενὶ ὑμῶν ἄπιστον γενέσθω, ὦ ἄνδρες δικασταί, εἰ Τιμόθεος ὀφείλων ἀργύριον τῷ πατρὶ τῷ ἐμῷ φεύγει νῦν ὑπʼ ἐμοῦ ταύτην τὴν δίκην.
诸位陪审员,如果提摩太虽然欠了我父亲的钱,现在却被我提起这一诉讼,请你们任何人不要觉得不可信。
ἀλλʼ ἐπειδὰν ὑμᾶς ἀναμνήσω τόν τε καιρὸν ἐν ᾧ τὸ συμβόλαιον ἐγένετο, καὶ τὰ συμβάντα τούτῳ ἐν ἐκείνῳ τῷ χρόνῳ, καὶ εἰς ὅσην ἀπορίαν κατέστη οὗτος, τότε ἡγήσεσθε τὸν μὲν πατέρα τὸν ἐμὸν βέλτιστον γενέσθαι περὶ Τιμόθεον, τοῦτον δὲ οὐ μόνον ἀχάριστον εἶναι, ἀλλὰ καὶ ἀδικώτατον πάντων ἀνθρώπων,
但是,当我向你们提起这笔交易发生时的时机、当时发生在他身上的事情,以及他陷入了多么大的困境时,那时你们就会认为我的父亲对提摩太是极其仁慈的,而这个人不仅忘恩负义,而且是所有人中最不公正的。
§2ὅς γε τυχὼν παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ ὅσων ἐδεήθη καὶ λαβὼν ἀργύριον ἀπὸ τῆς τραπέζης, ἐν πολλῇ ἀπορίᾳ ὢν κἀν κινδύνοις τοῖς μεγίστοις καθεστηκὼς περὶ τῆς ψυχῆς, οὐ μόνον οὐκ ἀπέδωκε χάριν, ἀλλὰ καὶ τὸ δοθὲν ἀποστερεῖ με.
他从我的父亲那里得到了他所需要的一切,并从银行拿到了钱,当时他正处于极大的困境之中,面临着关乎生命的极大危险,他不仅没有报恩,反而企图剥夺我被给予之物。
καίτοι σφαλέντος μὲν τούτου ἀπώλλυτο καὶ τῷ πατρὶ τῷ ἐμῷ τὸ συμβόλαιον· οὔτε γὰρ ἐπʼ ἐνεχύρῳ οὔτε μετὰ μαρτύρων ἔδωκεν· σωθέντος δὲ ἐπὶ τούτῳ ἐγίγνετο, ὁπότε βούλοιτο εὐπορήσας ἡμῖν ἀποδοῦναι.
然而,如果他失败了,我父亲的这笔交易也就落空了;因为父亲既没有要抵押,也没有在证人面前给钱;但既然他得救了,只要他富裕起来,只要他愿意,随时都可以归还给我们。
§3ἀλλʼ ὅμως, ὦ ἄνδρες δικασταί, οὐ περὶ πλείονος ἐποιήσατο ὁ πατὴρ περιουσίαν χρημάτων μᾶλλον ἢ οὐ Τιμοθέῳ ὑπηρετῆσαι ὧν ἐδεήθη αὐτοῦ, ἐν ἀπορίᾳ ὄντι.
但尽管如此,诸位陪审员,我父亲并没有把多余的财产看得比在提摩太处于困境中时,满足他所请求的帮助更重要。
ᾤετο μὲν οὖν, ὦ ἄνδρες δικασταί, ὁ πατήρ, εἰ σωθείη Τιμόθεος τότε ἐξ ἐκείνων τῶν κινδύνων καὶ ἀφίκοιτο οἴκαδε παρὰ βασιλέως, εὐπορωτέρου γενομένου τούτου ἢ ὡς τότε διέκειτο, οὐ μόνον τὰ ἑαυτοῦ κομιεῖσθαι, ἀλλὰ καὶ ἄλλου εἴ του δέοιτο πρὸς Τιμόθεον πρᾶξαι ὑπάρξειν αὑτῷ.
诸位陪审员,我父亲认为,如果提摩太当时能从那些危险中得救,并从波斯国王那里回到家,由于他会变得比当时更加富裕,自己不仅能收回自己的钱,而且如果自己需要向提摩太办理其他事情,提摩太也会为他效劳。
§4ἐπειδὴ δὲ οὐχ ὡς ἐκεῖνος ᾠήθη συμβέβηκεν, ἀλλʼ ἃ μετὰ χάριτος ἔλαβεν Τιμόθεος ἀπὸ τῆς τραπέζης δεηθεὶς τοῦ πατρὸς τοῦ ἐμοῦ, ταῦτα διʼ ἔχθρας καὶ δίκης τετελευτηκότος ἐκείνου ἐξελεγχθεὶς μὲν ὡς ὀφείλει οἴεται δεῖν ἀποδοῦναι, ἐὰν δὲ δύνηται ὑμᾶς πεῖσαι ὡς οὐκ ὀφείλει, ἐξαπατήσας τῷ λόγῳ, ἀποστερῆσαι ἡμᾶς τῶν χρημάτων, ἀναγκαῖόν μοι δοκεῖ εἶναι ἐξ ἀρχῆς ἅπαντα διηγήσασθαι ὑμῖν, τά τε ὀφειλόμενα, καὶ εἰς ὅ τι ἕκαστον αὐτῶν κατεχρήσατο, καὶ τοὺς χρόνους ἐν οἷς τὸ συμβόλαιον ἐγένετο.
但是,事情并没有像他想象的那样发生,提摩太在向我父亲请求后,怀着感激之情从银行拿走的这些钱,现在我父亲已经去世,通过敌对和诉讼,一方面,如果他被证实确实欠债,他认为必须归还,但另一方面,如果他能用言辞欺骗你们,说服你们他并不欠债,他便企图剥夺我们的这笔钱。 因此,我认为有必要从头向你们讲述一切:所欠的款项、他将其中每一笔用于何处,以及交易发生的具体时间。
§5θαυμάσῃ δὲ μηδεὶς ὑμῶν εἰ ἀκριβῶς ἴσμεν· οἱ γὰρ τραπεζῖται εἰώθασιν ὑπομνήματα γράφεσθαι ὧν τε διδόασιν χρημάτων καὶ εἰς ὅ τι καὶ ὧν ἄν τις τιθῆται, ἵνα ᾖ αὐτοῖς γνώριμα τά τε ληφθέντα καὶ τὰ τεθέντα πρὸς τοὺς λογισμούς.
请你们任何人不要奇怪我们为何能精确地知道;因为银行家们习惯于记录下他们所付出的资金及其用途,以及人们所存入的资金,以便在结算时,他们能清楚地了解取出和存入的项目。
§6ἐπὶ Σωκρατίδου γὰρ ἄρχοντος μουνιχιῶνος μηνὸς μέλλων ἐκπλεῖν τὸν ὕστερον ἔκπλουν Τιμόθεος οὑτοσί, περὶ ἀναγωγὴν ἤδη ὢν ἐν τῷ Πειραιεῖ, προσδεηθεὶς ἀργυρίου, προσελθὼν τῷ πατρὶ τῷ ἐμῷ ἐν τῷ λιμένι, ἐκέλευσεν αὐτὸν χρῆσαι χιλίας τριακοσίας πεντήκοντα μίαν δύʼ ὀβολώ· τοσούτου γὰρ ἔφη προσδεῖσθαι· καὶ δοῦναι ἐκέλευσεν Ἀντιμάχῳ τῷ ταμίᾳ τῷ ἑαυτοῦ, ὃς τούτῳ διῴκει τότε πάντα.
因为在索克拉提得斯担任执政官的慕尼基昂月,这位提摩太正准备进行他后来的那次航行,当时他已经在比雷埃夫斯准备出海,因为还需要更多的钱,他在港口来到我父亲面前,请求他借给一千三百五十一德拉克马和两个奥博尔——因为他说他还需要这么多——并请求他把这笔钱付给他的财务官安提马科斯,此人当时为他管理着一切事务。
§7καὶ ὁ μὲν δανεισάμενος τὸ ἀργύριον παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ Τιμόθεος ἦν καὶ κελεύσας δοῦναι Ἀντιμάχῳ τῷ ταμίᾳ τῷ ἑαυτοῦ, ὁ δὲ λαβὼν τὸ ἀργύριον ἀπὸ τῆς τραπέζης παρὰ Φορμίωνος Αὐτόνομος, ὅσπερ Ἀντιμάχῳ διετέλει γραμματεύων τὸν ἅπαντα χρόνον.
从我父亲那里借钱并要求付给其财务官安提马科斯的是提摩太,而从银行通过波尔米翁的手拿到钱的是奥托诺莫斯,此人一直担任安提马科斯的书记官。
§8δοθέντος τοίνυν τοῦ ἀργυρίου τούτου ἐγράψατο μὲν ὀφείλοντα τὸν κελεύσαντα χρῆσαι Τιμόθεον, ὑπόμνημα δὲ ἐγράψατο, ᾧ τε οὗτος ἐκέλευσε δοῦναι, Ἀντιμάχῳ, καὶ ὃν ὁ Ἀντίμαχος συνέπεμψεν ἐπὶ τὴν τράπεζαν ληψόμενον τὸ ἀργύριον, τὸν Αὐτόνομον, τὰς χιλίας τριακοσίας δραχμὰς καὶ πεντήκοντα καὶ μίαν καὶ δύʼ ὀβολώ.
因此,当这笔钱付出后,我父亲记下了请求借贷的提摩太是债务人,并写下了一份备忘录,记录了他要求付钱的对象安提马科斯,以及安提马科斯派往银行取钱的奥托诺莫斯,金额为一千三百五十一德拉克马和两个奥博尔。
τὸ μὲν τοίνυν πρῶτον χρέως, ὃ ἐκπλέων ἔλαβεν στρατηγῶν τὸ ὕστερον, τοσοῦτον ὀφείλει.
因此,他在作为将军进行后来的航行时所借的第一笔债务,就是他所欠的这笔钱。

词汇与语法注释

  1. 1εἰ Τιμόθεος — 连词 εἰ 在这里不仅引导条件从句(“如果”),而是在表示惊讶、难以置信或惊奇的词语(此处为 ἄπιστον γενέσθω)之后,起到实质性从句(“……这件事 / ……这一事实”)的作用。
  2. 2ἐπὶ τούτῳ ἐγίγνετο — 介词 ἐπί 加上与格(τούτῳ),再与动词 γίγνομαι 结合,是一种习惯表达,意为“取决于他”或“由他决定”。
  3. 3μᾶλλον ἢ οὐ — 在比较级 μᾶλλον ἤ 之后、不定式(ὑπηρετῆσαι)之前出现的冗余否定词 οὐ。在希腊语语法中,这种冗余否定常用于加强对比,但在翻译成现代语言时不需要译出否定语义。
  4. 4ἃ μετὰ χάριτος ἔλαβεν... ἀποστερῆσαι — 位于主句(ἀναγκαῖόν μοι δοκεῖ εἶναι...)之前的极其复杂的长对比结构。以包含先行词的关系代词 ἃ 开始的关系从句置于句首,并由指示代词 ταῦτα 承接。在此结构内嵌入了提摩太的两种对比心理(μὲν ὡς ὀφείλει οἴεται δεῖν ἀποδοῦναι 对比 ἐὰν δὲ δύνηται... ἀποστερῆσαι ἡμᾶς)。不定式 ἀποστερῆσαι 受前文的 οἴεται(或 οἴεται δεῖν)支配。
  5. 8ἐγράψατο μὲν ὀφείλοντα — 动词 ἐγράψατο(“记录 / 登记”)带有一个宾格宾语(以 Τιμόθεον 结尾的短语),并伴随一个补充性的现在分词(ὀφείλοντα),表示“将提摩太登记为债务人(欠款者)”。

引用这一段

狄摩西尼, 控诉提摩太 §1-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg049.humanitext-grc2:1-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。