§48χωρὶς δὲ τούτων ἐνθυμεῖσθε ὡς ἄτοπόν ἐστιν, εἰ οὗτος τὸν πατέρα ὡς ἁμαρτόντα εἰς αὑτὸν λοιδορήσει, διὰ τὰ ἐκείνου ἁμαρτήματα ὑμέτερος πολίτης γεγενημένος.
これらとは別に、この者が、父親の過ちのおかげであなた方の市民になれたというのに、その父親を自分に対して過ちを犯した者として非難することが、いかに不条理であるかを考えてみてください。
κἀγὼ μὲν διὰ τὴν τούτων μητέρα τὰ δύο μέρη τῆς οὐσίας ἀφαιρεθείς, ὅμως ὑμᾶς αἰσχύνομαι λέγειν περὶ ἐκείνης τι φλαῦρον·
そして私は、彼らの母親のせいで財産の三分の二を奪われたにもかかわらず、あなた方を前にして彼女について何か悪いことを言うのを恥ずかしく思っています。
§49οὗτος δʼ, ὃν ἠνάγκασεν αὑτῷ πατέρα γενέσθαι, τοῦτον οὐκ αἰσχύνεται ψέγων ἐναντίον ὑμῶν, ἀλλʼ εἰς τοῦτο ἀμαθίας ἥκει, ὥστε τῶν νόμων ἀπαγορευόντων μηδὲ τοὺς τῶν ἄλλων πατέρας κακῶς λέγειν τεθνεῶτας, οὗτος, οὗ φησιν υἱὸς εἶναι, τοῦτον λοιδορήσει, ᾧ προσῆκεν καὶ εἴ τις ἄλλος ἐβλασφήμει περὶ αὐτοῦ ἀγανακτεῖν.
しかしこの者は、自分を父親たらしめることを強要した相手であるその父親を、あなた方の前で非難することを恥じず、法律が、他人の亡くなった父親であっても悪く言うことを禁じているにもかかわらず、自分がその息子であると主張する当の父親を非難しようとしており、他の誰かがその父親を中傷したとしても自ら憤慨すべき立場にあるというのに、そのような無恥の極みに達しています。
§50οἴομαι δʼ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπειδὰν τῶν ἄλλων ἀπορῇ, κακῶς τέ με ἐπιχειρήσειν λέγειν καὶ διαβάλλειν πειράσεσθαι, διεξιόνθʼ ὡς ἐγὼ μὲν καὶ ἐτράφην καὶ ἐπαιδεύθην καὶ ἔγημα ἐν τῇ τοῦ πατρὸς οἰκίᾳ, αὐτὸς δὲ οὐδενὸς τούτων μετέσχεν.
裁判員諸官、この者は他の論点に窮したときには、私が父親の家で養育され、教育を受け、結婚したのに対し、自分はこれらの恩恵に一切あずかれなかったなどと詳しく述べて、私を悪く言い、中傷しようと試みるだろうと思います。
ὑμεῖς δʼ ἐνθυμεῖσθʼ ὅτι ἐμὲ μὲν ἡ μήτηρ παῖδα καταλιποῦσα ἐτελεύτησεν, ὥστε μοι ἱκανὸν ἦν ἀπὸ τοῦ τόκου τῆς προικὸς καὶ τρέφεσθαι καὶ παιδεύεσθαι·
しかしあなた方は、私の母は私を子供のまま残して亡くなったため、私にとっては母の持参金の利息だけで養育され、教育されるのに十分であったということを考えてみてください。
§51ἡ δὲ τούτων μήτηρ Πλαγγών, τρέφουσα μεθʼ αὑτῆς τούτους καὶ θεραπαίνας συχνὰς καὶ αὐτὴ πολυτελῶς ζῶσα, καὶ εἰς ταῦτα τὸν πατέρα τὸν ἐμὸν χορηγὸν ἑαυτῇ ὑπὸ τῆς ἐπιθυμίας ἔχουσα καὶ πολλὰ δαπανᾶν ἀναγκάζουσα, οὐκ ἴσα δήπου τῆς ἐκείνου οὐσίας ἐμοὶ ἀνήλωκεν, ὥστε πολὺ μᾶλλον προσήκει ἐμὲ τούτοις ἐγκαλεῖν ἢ αὐτὸν ἐγκλήματʼ ἔχειν ὑπὸ τούτων.
これに対して、彼らの母プランゴンは、この者たちを自分の手元で育て、多くの女奴隷を囲い、自らも贅沢に暮らし、さらにその欲望によって私の父を自分のための資金源とし、多くの出費を強要したのですから、父親の財産から私と同額しか消費しなかったはずがありません。 したがって、私が彼らを責めることの方が、私が彼らから責められることよりもはるかに道理にかなっているのです。
§52ὃς πρὸς τοῖς ἄλλοις εἴκοσι μὲν μνᾶς δανεισάμενος μετὰ τοῦ πατρὸς παρὰ Βλεπαίου τοῦ τραπεζίτου εἰς ὠνήν τινα μετάλλων, ἐπειδὴ ὁ πατὴρ ἐτελεύτησεν, τὰ μὲν μέταλλα πρὸς τούτους ἐνειμάμην, τὸ δάνειον δʼ αὐτὸς εἰσεπράχθην, ἑτέρας δὲ χιλίας εἰς τὴν τοῦ πατρὸς ταφὴν παρὰ Λυσιστράτου Θορικίου δανεισάμενος ἰδίᾳ ἐκτέτεικα.
私は、他のことに加えて、鉱山の購入資金として父とともに銀行家ブレパイオスから二十ミナを借り入れていたのですが、父が亡くなったとき、鉱山は彼らと分割したにもかかわらず、その借入金は私一人に請求されました。 また、父親の葬儀費用としてトリコスのリシストラトスから別に千ドラクマを借り入れ、個人として返済しました。
ὡς δʼ ἀληθῆ καὶ ταῦτα λέγω, ἐκ τούτων τῶν μαρτυριῶν εἴσεσθε.
私がこれらの点についても真実を語っていることは、以下の証言からお分かりいただけるでしょう。
ΜΑΡΤΥΡΙΑΙ.
証言。
§53τοσαῦτα τοίνυν ἐμοῦ ἐλαττουμένου φανερῶς, οὑτοσὶ νῦν σχετλιάζων καὶ δεινοπαθῶν καὶ τὴν προῖκά με τῆς μητρὸς ἀποστερήσει;
このように私が明らかに多大な不利益を被っているというのに、この者は今、不満を漏らし、不当な扱いを受けたと大騒ぎして、私から母の持参金を奪おうというのでしょうか。
ἀλλʼ ὑμεῖς, ὦ ἄνδρες δικασταί, πρὸς Διὸς καὶ θεῶν, μὴ καταπλαγῆτε ὑπὸ τῆς κραυγῆς τῆς τούτου·
しかし裁判員諸官、ゼウスをはじめとする諸神にかけて、この者のわめき声に圧倒されないでください。
πολὺς γάρ, πολὺς καὶ τολμηρός ἐστιν ἅνθρωπος, καὶ οὕτως κακοῦργος, ὥστε περὶ ὧν ἂν μὴ ἔχῃ μαρτυρίας παρασχέσθαι, ταῦτα φήσει ὑμᾶς εἰδέναι, ὦ ἄνδρες δικασταί, ὃ πάντες ποιοῦσιν οἱ μηδὲν ὑγιὲς λέγοντες.
この男は極めて饒舌で、不敵であり、非常にずる賢いため、証言を提示できない事柄については、裁判員諸官、あなた方がそれをご存じであると主張するでしょう。 これは、まともなことを言わない者が皆行う手口なのです。
§54ὑμεῖς οὖν, ἐάν τι τοιοῦτον τεχνάζῃ, μὴ ἐπιτρέπετε αὐτῷ, ἀλλʼ ἐξελέγχετε, καὶ ὅ τι ἂν μὴ ἕκαστος ὑμῶν εἰδῇ, μηδὲ τὸν πλησίον δοκιμαζέτω εἰδέναι, ἀλλʼ ἀξιούτω τοῦτον ἀποδεικνύναι σαφῶς ὑπὲρ ὧν ἂν λέγῃ, καὶ μὴ ὑμᾶς φάσκοντα εἰδέναι, περὶ ὧν αὐτὸς οὐδὲν ἕξει εἰπεῖν δίκαιον, ἀποδιδράσκειν τὴν ἀλήθειαν, ἐπεὶ καὶ ἐγώ, ὦ ἄνδρες δικασταί, πάντων ὑμῶν εἰδότων ὃν τρόπον ἀναγκασθεὶς ὁ πατήρ μου ἐποιήσατο τούτους, οὐδὲν ἧττον δικάζομαι νῦν αὐτοῖς καὶ μάρτυρας ὑποδίκους παρέσχημαι.
したがって、もし彼がそのような策謀を用いるならば、それを許さず、追及してください。 そして、あなた方の一人ひとりが自ら知らないことは、隣人も知っているはずだと決めつけないでください。 むしろ、彼が主張する事柄について明確な証明を示すよう彼に要求してください。 彼自身が正当な釈明を何もできないことについて、あなた方が知っていると主張することで、真実から逃れさせないようにしてください。 なぜなら、裁判員諸官、私の父がどのように強要されてこの者たちを認知したかを、あなた方全員が知っているにもかかわらず、私は今、彼らに対して裁判を起こし、偽証罪の責任を負う証人たちをわざわざ立てているからです。
§55καίτοι οὐκ ἴσος γʼ ἡμῖν ἐστιν ὁ κίνδυνος, ἀλλʼ ἐμοὶ μέν, ἐὰν ὑμεῖς νυνὶ ὑπὸ τούτων ἐξαπατηθῆτε, οὐκ ἐξέσται ἔτι δικάσασθαι περὶ τῆς προικός·
もっとも、私たちにとっての危険は対等ではありません。 私にとっては、もしあなた方が今この者に欺かれるならば、もはや持参金について再び裁判を起こすことはできなくなります。
τούτοις δʼ, εἰ φασὶν ἀδίκως ἀποδιαιτῆσαί μου τὸν διαιτητὴν τὰς δίκας, καὶ τότʼ ἐξῆν εἰς ὑμᾶς ἐφεῖναι καὶ νῦν ἐγγενήσεται πάλιν, ἐὰν βούλωνται, παρʼ ἐμοῦ λαβεῖν ἐν ὑμῖν τὸ δίκαιον.
一方、彼らにとっては、もし仲裁人が私に対して下した却下決定が不当であると主張するならば、当時もあなた方の法廷に上訴することができましたし、今からでも望むなら、あなた方の前で私から正当な権利を勝ち取る機会が再び残されているのです。