Humanitext Reader

デモステネス · 第四十弁論 ボイオトスへの抗弁 第二演説 §56-61

娘の持参金の確保と相手側証言の虚偽の暴露

8 / 8 箇所 · ギリシア語

要旨

原告は、自身の娘の持参金を確保するために、父親の遺産である家を確保することの正当性を訴える。また、被告側が提出したクリトンの証言やティモクラテスの証言が極めて疑わしく欺瞞に満ちていることを暴露し、裁判員に対して法に則った公正な判決を求める。

§56καὶ ἐγὼ μέν, ἐάν, ὃ μὴ γένοιτο, ὑμεῖς με ἐγκαταλίπητε, οὐχ ἕξω ὁπόθεν προῖκα ἐπιδῶ τῇ θυγατρί, ἧς τῇ μὲν φύσει πατήρ εἰμι, τὴν δʼ ἡλικίαν αὐτῆς εἰ ἴδοιτε, οὐκ ἂν θυγατέρα μου ἀλλʼ ἀδελφὴν εἶναι αὐτὴν νομίσαιτε·
そして私は、もし――そのようなことがあってはなりませんが――あなた方が私を見捨てるならば、娘に持参金を持たせて嫁がせるための財源を失うことになります。 私は自然のうえでは彼女の父親ですが、もし彼女の年齢をご覧になれば、私の娘ではなく妹だと思うことでしょう。
οὗτοι δέ, ἐὰν ὑμεῖς μοι βοηθήσητε, οὐδὲν ἐκ τῶν ἰδίων ἀποτείσουσιν, ἀλλʼ ἐκ τῆς οἰκίας τὰ ἐμὰ ἐμοὶ ἀποδώσουσιν, ἣν ἐξειλόμεθα μὲν κοινῇ πάντες εἰς τὴν ἔκτεισιν τῆς προικός, οἰκοῦντες δὲ αὐτὴν οὗτοι μόνοι διατελοῦσιν.
これに対し、もしあなた方が私を助けてくださるなら、この者たちは自分たちの個人的な財産から支払うのではなく、私たちが皆で共同して持参金の支払いのために別個に取り分けておき、今や彼らだけが住み続けているその家から、私のものを私に返すことになるのです。
§57οὔτε γὰρ ἁρμόττει μοι θυγατέρα ἐπίγαμον ἔχοντι οἰκεῖν μετὰ τοιούτων, οἳ οὐ μόνον αὐτοὶ ἀσελγῶς ζῶσιν, ἀλλὰ καὶ ὁμοίους αὑτοῖς ἑτέρους πολλοὺς εἰς τὴν οἰκίαν εἰσάγουσιν, οὔτε μὰ τὸν Δία ἀσφαλὲς εἶναί μοι νομίζω συζῆν τούτοις ἐν τῷ αὐτῷ·
というのも、年頃の娘を持つ私にとって、自ら放蕩に暮らすだけでなく、自分たちに似た他の多くの者たちを家に招き入れているような者たちと同居することはふさわしくありませんし、ゼウスにかけて、彼らと同じ家で暮らすことが安全だとも思えないからです。
ὅπου γὰρ οὕτω φανερῶς μοι ἐπιβουλεύσαντες εἰς Ἄρειον πάγον ἀγῶνα κατεσκεύασαν, τίνος ἂν οὗτοι ἢ φαρμακείας ἢ ἄλλης κακουργίας τοιαύτης ὑμῖν ἀποσχέσθαι δοκοῦσιν;
彼らは私に対してこれほど明白に陰謀を企て、アレオパゴス法廷での裁判まで仕組んだのですから、毒殺やその他のそのような悪事を、あなた方の前で控えるなどとどうして思えるでしょうか。
§58οἵ γε πρὸς τοῖς ἄλλοις (ἀρτίως γὰρ καὶ τοῦτο ἀνεμνήσθην) εἰς τοσαύτην ὑπερβολὴν τόλμης ἥκουσιν, ὥστε καὶ Κρίτωνος μαρτυρίαν ἐνεβάλοντο, ὡς ἐώνηται τὸ τρίτον παρʼ ἐμοῦ μέρος τῆς οἰκίας·
彼らは他のことに加えて(ちょうど今私もこのことを思い出しました)、あまりにも法外な不敵さに達しており、クリトンが私の家の三分の一を私から買い取ったという証言まで提出しました。
ἥν, ὅτι ψευδής ἐστι, ῥᾳδίως εἴσεσθε.
その証言が偽りであることは、容易に明らかになるでしょう。
πρῶτον μὲν γὰρ οὐχ οὕτω μετρίως ζῇ Κρίτων ὥστε παρʼ ἑτέρου οἰκίαν ὠνεῖσθαι, ἀλλʼ οὕτως πολυτελῶς καὶ ἀσώτως ὥστε πρὸς τοῖς ἑαυτοῦ καὶ τὰ τῶν ἄλλων ἀναλίσκειν·
第一に、クリトンは他人から家を買うほどつつましい生活をしているのではなく、きわめて贅沢で自堕落に暮らしており、自分のものだけでなく他人のものまで使い果たすほどだからです。
ἔπειτα οὐ μαρτυρεῖ τούτῳ νῦν, ἀλλʼ ἐμοὶ ἀντιδικεῖ·
第二に、彼は今この者のために証言しているのではなく、私と争っている当事者なのです。
τίς γὰρ ὑμῶν οὐκ οἶδεν ὅτι μάρτυρες μέν εἰσιν οὗτοι, οἷς μὴ μέτεστι τοῦ πράγματος περὶ οὗ ἡ δίκη ἐστίν, ἀντίδικοι δʼ οἱ κοινωνοῦντες τῶν πραγμάτων περὶ ὧν ἂν δικάζηταί τις αὐτοῖς;
訴訟の対象となっている事柄に関わりのない者が証人であり、誰かが彼らを相手に争う事柄を共有している者が共同訴訟人であることを、あなた方のうちの誰が知らないでしょうか。
ὃ Κρίτωνι συμβέβηκεν.
そしてこれがクリトンに当てはまることなのです。
§59ἔτι δὲ τοσούτων ὑμῶν ὄντων, ὦ ἄνδρες δικασταί, καὶ τῶν ἄλλων Ἀθηναίων, ἄλλος μὲν οὐδεὶς αὐτῷ παραγενέσθαι μεμαρτύρηκε, Τιμοκράτης δὲ μόνος, ὥσπερ ἀπὸ μηχανῆς, μαρτυρεῖ μὲν δεκάτην ἑστιᾶσαι τούτῳ τὸν ἐμὸν πατέρα, ἡλικιώτης ὢν τοῦ νυνὶ φεύγοντος τὴν δίκην, φησὶν δὲ πάντα ἁπλῶς εἰδέναι ἃ δὴ τούτοις συμφέρει, μαρτυρεῖ δὲ νυνὶ μόνος Κρίτωνι παρεῖναι, ὅτε παρʼ ἐμοῦ τὴν οἰκίαν ἐωνεῖτο.
さらに、裁判員諸官、あなた方や他のアテナイ人がこれほど多くいるというのに、他の誰も彼に立ち会ったと証言しておらず、ただティモクラテス一人だけが、まるで機械仕掛けで現れたかのように、私の父がこの者のためにデカテの饗宴を催したと証言し(彼は今この裁判の被告となっている男と同い年なのですが)、彼らに有利なことなら何でも一から十まで知っていると主張し、そして今度はただ一人、クリトンが私から家を買い取ったときに立ち会っていたと証言しているのです。
ὃ τίς ἂν ὑμῶν πιστεύσειεν;
これをあなた方のうちの誰が信じるでしょうか。
ἄλλως τε καὶ ὅτι οὐ περὶ τῆς οἰκίας, πότερα ἐώνηται Κρίτων αὐτὴν ἢ μή, νυνὶ δικάζομαι, ἀλλὰ περὶ προικός, ἣν ἐνεγκαμένης τῆς μητρὸς οἱ νόμοι κελεύουσιν ἐμὲ κομίζεσθαι.
ましてや、クリトンがその家を買い取ったか否かという家のことについて、私は今裁判を起こしているのではなく、母が持参し、法律が私に回収することを命じている持参金について争っているのですから。
§60ὥστε καθάπερ ὑμῖν ἐγὼ καὶ ἐκ μαρτύρων πολλῶν καὶ ἐκ τεκμηρίων ἐπέδειξα, ἐπενεγκαμένην μὲν τὴν μητέρα μου τάλαντον προῖκα, οὐ κομισάμενον δὲ τοῦτʼ ἐμὲ ἐκ τῆς πατρῴας οὐσίας, ἐξαίρετον δʼ ἡμῖν γενομένην τὴν οἰκίαν εἰς ταῦτα, οὕτω κελεύετε καὶ τοῦτον ἐπιδεικνύναι ὑμῖν, ἢ ὡς οὐκ ἀληθῆ λέγω, ἢ ὡς οὐ προσήκει μοι κομίσασθαι τὴν προῖκα·
したがって、私が多くの証人と証拠によってあなた方に示したように、私の母が一タラントンの持参金を持参したこと、私がこれを父親の財産から回収していないこと、そしてこの目的のためにその家が私たちに別個に取り分けられたこと、そのように、この者に対しても、私が真実を語っていないこと、あるいは私が持参金を受け取ることがふさわしくないということをあなた方に示すよう要求してください。
περὶ τούτων γὰρ ὑμεῖς νυνὶ τὴν ψῆφον οἴσετε.
なぜなら、あなた方は今、これらの点について投票を行うことになるからです。
§61ἐὰν δὲ μὴ ἔχων περὶ ὧν φεύγει τὴν δίκην μήτε μάρτυρας ἀξιόχρεως παρασχέσθαι μήτʼ ἄλλο πιστὸν μηδέν, ἑτέρους παρεμβάλλῃ λόγους κακουργῶν, καὶ βοᾷ καὶ σχετλιάζῃ μηδὲν πρὸς τὸ πρᾶγμα, πρὸς Διὸς καὶ θεῶν μὴ ἐπιτρέπετε αὐτῷ, ἀλλὰ βοηθεῖτέ μοι τὰ δίκαια, ἐξ ἁπάντων τῶν εἰρημένων ἐνθυμούμενοι, ὅτι πολὺ δικαιότερόν ἐστι τὴν τῆς ἐμῆς μητρὸς προῖκα τῇ ἐμῇ θυγατρὶ εἰς ἔκδοσιν ὑμᾶς ψηφίσασθαι, ἢ Πλαγγόνα καὶ τούτους πρὸς τοῖς ἄλλοις καὶ τὴν οἰκίαν τὴν εἰς τὴν προῖκα ἐξαίρετον γενομένην ἀφελέσθαι ἡμᾶς παρὰ πάντα τὰ δίκαια.
もし彼が、自分が被告となっている訴訟の事柄について、信頼に足る証人も他の確たる証拠も提示できないまま、悪意をもって他の話を挟み込み、事件とは何の関係もないことについて叫び散らし不満を漏らすなら、ゼウスと諸神にかけて、彼にそれを許さないでください。 そうではなく、これまで述べられたすべてのことから次のことを心に留め、私に正当な救済の手を差し伸べてください。 すなわち、あなた方が私の母の持参金を私の娘の嫁入りのために投票することの方が、プランゴンとこの者たちに、他のすべてのことに加えて、持参金のために別個に取り分けられていたその家まで、あらゆる正義に反して私たちから奪い取ることを許すことよりも、はるかに正しいということです。

語釈・文法注

  1. §57τίνος ἂν οὗτοι ἢ φαρμακείας ἢ ἄλλης κακουργίας τοιαύτης ὑμῖν ἀποσχέσθαι δοκοῦσιν; — 助詞 ἄν は直説法現在形である δοκοῦσιν ではなく、その補文不定詞である ἀποσχέσθαι(「控える」)に係る。これにより不定詞句は希求法(ἀπόσχοιντο ἄν)に相当する潜在・可能の意味を帯び、「控えると思われるだろうか」という反語的表現になる。
  2. §58οἷς μὴ μέτεστι τοῦ πράγματος — 非人称動詞 μέτεστι は「〜(与格)に…(属格)の分け前・関わりがある」を意味する構文を取る。ここでは関係代名詞である与格 οἷς がその対象を、属格 τοῦ πράγματος(「事柄」)が関わりの対象を示しており、「その事柄に関わりのない人々」という関係節を形成している。否定辞 μὴ は、この関係節が一般的な「〜であるような人々」という条件的一般関係節であることを示す。
  3. §61ὅτι πολὺ δικαιότερόν ἐστι τὴν τῆς ἐμῆς μητρὸς προῖκα τῇ ἐμῇ θυγατρὶ εἰς ἔκδοσιν ὑμᾶς ψηφίσασθαι, ἢ Πλαγγόνα καὶ τούτους πρὸς τοῖς ἄλλοις καὶ τὴν οἰκίαν τὴν εἰς τὴν προῖκα ἐξαίρετον γενομένην ἀφελέσθαι ἡμᾶς — 比較級の形容詞 δικαιότερον を用いて、2つの対格不定詞構文(前半の ψηφίσασθαι と後半の ἀφελέσθαι)が ἤ(「〜よりも」)によって比較されている。前半の不定詞の意味上の主語は ὑμᾶς(「あなた方が投票すること」)であり、後半の不定詞の意味上の主語は Πλαγγόνα καὶ τούτους(「プランゴンとこの者たちが……奪い取ること」)である。

この箇所を引用する

デモステネス, 第四十弁論 ボイオトスへの抗弁 第二演説 §56-61. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0014.tlg040.humanitext-grc2:56-61

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。