§48χωρὶς δὲ τούτων ἐνθυμεῖσθε ὡς ἄτοπόν ἐστιν, εἰ οὗτος τὸν πατέρα ὡς ἁμαρτόντα εἰς αὑτὸν λοιδορήσει, διὰ τὰ ἐκείνου ἁμαρτήματα ὑμέτερος πολίτης γεγενημένος.
除此之外,请考虑这是多么荒谬:此人通过父亲的那些过错才得以成为你们的公民,如今却要把父亲当作对自己犯下过错的人来进行非难。
κἀγὼ μὲν διὰ τὴν τούτων μητέρα τὰ δύο μέρη τῆς οὐσίας ἀφαιρεθείς, ὅμως ὑμᾶς αἰσχύνομαι λέγειν περὶ ἐκείνης τι φλαῦρον·
而我虽然因为他们的母亲而被剥夺了三分之二的财产,但在你们面前,我依然为对她口出恶言感到羞耻。
§49οὗτος δʼ, ὃν ἠνάγκασεν αὑτῷ πατέρα γενέσθαι, τοῦτον οὐκ αἰσχύνεται ψέγων ἐναντίον ὑμῶν, ἀλλʼ εἰς τοῦτο ἀμαθίας ἥκει, ὥστε τῶν νόμων ἀπαγορευόντων μηδὲ τοὺς τῶν ἄλλων πατέρας κακῶς λέγειν τεθνεῶτας, οὗτος, οὗ φησιν υἱὸς εἶναι, τοῦτον λοιδορήσει, ᾧ προσῆκεν καὶ εἴ τις ἄλλος ἐβλασφήμει περὶ αὐτοῦ ἀγανακτεῖν.
而此人不仅不以为耻,在你们面前指责那个他强迫其成为自己父亲的人,甚至愚昧到了如此地步:虽然法律禁止诽谤他人已故的父亲,他却要诽谤那个他自称是其儿子的父亲,而原本即使是别人诽谤他的父亲,他也应当感到愤慨才是。
§50οἴομαι δʼ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπειδὰν τῶν ἄλλων ἀπορῇ, κακῶς τέ με ἐπιχειρήσειν λέγειν καὶ διαβάλλειν πειράσεσθαι, διεξιόνθʼ ὡς ἐγὼ μὲν καὶ ἐτράφην καὶ ἐπαιδεύθην καὶ ἔγημα ἐν τῇ τοῦ πατρὸς οἰκίᾳ, αὐτὸς δὲ οὐδενὸς τούτων μετέσχεν.
裁判官诸位,我认为当他无话可说时,就会企图对我不利并试图诽谤我,详述我是如何在父亲家里被抚养、接受教育并结婚的,而他自己却没有分享到其中任何一样好处。
ὑμεῖς δʼ ἐνθυμεῖσθʼ ὅτι ἐμὲ μὲν ἡ μήτηρ παῖδα καταλιποῦσα ἐτελεύτησεν, ὥστε μοι ἱκανὸν ἦν ἀπὸ τοῦ τόκου τῆς προικὸς καὶ τρέφεσθαι καὶ παιδεύεσθαι· §51ἡ δὲ τούτων μήτηρ Πλαγγών, τρέφουσα μεθʼ αὑτῆς τούτους καὶ θεραπαίνας συχνὰς καὶ αὐτὴ πολυτελῶς ζῶσα, καὶ εἰς ταῦτα τὸν πατέρα τὸν ἐμὸν χορηγὸν ἑαυτῇ ὑπὸ τῆς ἐπιθυμίας ἔχουσα καὶ πολλὰ δαπανᾶν ἀναγκάζουσα, οὐκ ἴσα δήπου τῆς ἐκείνου οὐσίας ἐμοὶ ἀνήλωκεν, ὥστε πολὺ μᾶλλον προσήκει ἐμὲ τούτοις ἐγκαλεῖν ἢ αὐτὸν ἐγκλήματʼ ἔχειν ὑπὸ τούτων.
但请你们记住,我的母亲去世时留下了尚是孩童的我,因此对我来说,仅凭她嫁妆的利息就足够抚养我并供我接受教育了;而他们的母亲プランゴン不仅将他们抚养在身边,还雇佣了许多女仆,自己也生活得极尽奢华,而且由于我父亲对她的迷恋,使他成为了她的出资人,并强迫他花费巨资,因此她从我父亲的财产中消耗的分量,绝非我所能比。 所以,我指责他们,比起我被他们指责,要合理得多。
§52ὃς πρὸς τοῖς ἄλλοις εἴκοσι μὲν μνᾶς δανεισάμενος μετὰ τοῦ πατρὸς παρὰ Βλεπαίου τοῦ τραπεζίτου εἰς ὠνήν τινα μετάλλων, ἐπειδὴ ὁ πατὴρ ἐτελεύτησεν, τὰ μὲν μέταλλα πρὸς τούτους ἐνειμάμην, τὸ δάνειον δʼ αὐτὸς εἰσεπράχθην, ἑτέρας δὲ χιλίας εἰς τὴν τοῦ πατρὸς ταφὴν παρὰ Λυσιστράτου Θορικίου δανεισάμενος ἰδίᾳ ἐκτέτεικα.
除其他事外,我还曾与父亲一起向银行家ブレパイオス借了二十米纳用于购买矿山,当父亲去世后,我将矿山与他们平分了,但那笔借款却只向我一人索偿;此外,我还向トリコスのリシストラトス借了另外一千德拉克马用于父亲的葬礼,并已私下独自偿还。
ὡς δʼ ἀληθῆ καὶ ταῦτα λέγω, ἐκ τούτων τῶν μαρτυριῶν εἴσεσθε.
至于我在这些事上所言非虚,你们将从以下证言中得知。
ΜΑΡΤΥΡΙΑΙ.
证言。
§53τοσαῦτα τοίνυν ἐμοῦ ἐλαττουμένου φανερῶς, οὑτοσὶ νῦν σχετλιάζων καὶ δεινοπαθῶν καὶ τὴν προῖκά με τῆς μητρὸς ἀποστερήσει;
在我显然承受了如此多不利的情况下,此人如今竟想通过抱怨和装出受尽委屈的样子,来剥夺我母亲的嫁妆吗?
ἀλλʼ ὑμεῖς, ὦ ἄνδρες δικασταί, πρὸς Διὸς καὶ θεῶν, μὴ καταπλαγῆτε ὑπὸ τῆς κραυγῆς τῆς τούτου· πολὺς γάρ, πολὺς καὶ τολμηρός ἐστιν ἅνθρωπος, καὶ οὕτως κακοῦργος, ὥστε περὶ ὧν ἂν μὴ ἔχῃ μαρτυρίας παρασχέσθαι, ταῦτα φήσει ὑμᾶς εἰδέναι, ὦ ἄνδρες δικασταί, ὃ πάντες ποιοῦσιν οἱ μηδὲν ὑγιὲς λέγοντες.
然而,裁判官诸位,看在宙斯和众神的份上,请不要被此人的叫嚣所吓倒;因为这个家伙非常聒噪、极其嚣张,而且十分奸诈,以至于对于那些无法提供证言的事,他会声称裁判官诸位你们是知情的——这是所有不怀好意、满口胡言的人都会使用的伎俩。
§54ὑμεῖς οὖν, ἐάν τι τοιοῦτον τεχνάζῃ, μὴ ἐπιτρέπετε αὐτῷ, ἀλλʼ ἐξελέγχετε, καὶ ὅ τι ἂν μὴ ἕκαστος ὑμῶν εἰδῇ, μηδὲ τὸν πλησίον δοκιμαζέτω εἰδέναι, ἀλλʼ ἀξιούτω τοῦτον ἀποδεικνύναι σαφῶς ὑπὲρ ὧν ἂν λέγῃ, καὶ μὴ ὑμᾶς φάσκοντα εἰδέναι, περὶ ὧν αὐτὸς οὐδὲν ἕξει εἰπεῖν δίκαιον, ἀποδιδράσκειν τὴν ἀλήθειαν, ἐπεὶ καὶ ἐγώ, ὦ ἄνδρες δικασταί, πάντων ὑμῶν εἰδότων ὃν τρόπον ἀναγκασθεὶς ὁ πατήρ μου ἐποιήσατο τούτους, οὐδὲν ἧττον δικάζομαι νῦν αὐτοῖς καὶ μάρτυρας ὑποδίκους παρέσχημαι.
因此,如果他玩弄这样的花招,请不要容许他,而要拆穿他;你们每个人自己所不知道的事,也不要断定旁人就知道,而要要求他对他所说的话给出明确的证明,不要让他借口说你们知情,从而在自己无法做出任何合理解释的事情上逃避真相。 因为裁判官诸位,即使你们所有人都知道我的父亲是在何种被迫的情况下才认领了他们,我如今仍然对他们提起诉讼,并提供了要承担伪证法律责任的证人。
§55καίτοι οὐκ ἴσος γʼ ἡμῖν ἐστιν ὁ κίνδυνος, ἀλλʼ ἐμοὶ μέν, ἐὰν ὑμεῖς νυνὶ ὑπὸ τούτων ἐξαπατηθῆτε, οὐκ ἐξέσται ἔτι δικάσασθαι περὶ τῆς προικός· τούτοις δʼ, εἰ φασὶν ἀδίκως ἀποδιαιτῆσαί μου τὸν διαιτητὴν τὰς δίκας, καὶ τότʼ ἐξῆν εἰς ὑμᾶς ἐφεῖναι καὶ νῦν ἐγγενήσεται πάλιν, ἐὰν βούλωνται, παρʼ ἐμοῦ λαβεῖν ἐν ὑμῖν τὸ δίκαιον.
然而,我们面临的风险并不是均等的:对我来说,如果你们如今被他们欺骗,我就无法再就嫁妆问题提起诉讼;而对他们来说,如果他们声称仲裁人是不公地判定我胜诉,当时他们既可以向你们上诉,如今如果他们愿意,依然可以再次通过你们向我讨回公道。