§10μου τῷ πατρὶ φάσκων υἱὸς εἶναι ἐκείνου—συνόδων δὲ γιγνομένων πολλῶν ὑπὲρ τούτων, καὶ τοῦ πατρὸς οὐκ ἂν φάσκοντος πεισθῆναι, ὡς οὗτοι γεγόνασιν ἐξ αὑτοῦ, τελευτῶσα ἡ Πλαγγών, ὦ ἄνδρες δικασταί (πάντα γὰρ εἰρήσεται τἀληθῆ πρὸς ὑμᾶς), μετὰ τοῦ Μενεκλέους ἐνεδρεύσασα τὸν πατέρα μου καὶ ἐξαπατήσασα ὅρκῳ, ὃς μέγιστος δοκεῖ καὶ δεινότατος παρὰ πᾶσιν ἀνθρώποις εἶναι, ὡμολόγησεν τριάκοντα μνᾶς λαβοῦσα τούτους μὲν τοῖς αὑτῆς ἀδελφοῖς εἰσποιήσειν υἱεῖς, αὐτὴ δέ, ἂν πρὸς τῷ διαιτητῇ προκαλῆται αὐτὴν ὁ πατήρ μου ὀμόσαι ἦ μὴν τοὺς παῖδας ἐξ αὑτοῦ γεγονέναι, οὐ δέξεσθαι τὴν πρόκλησιν·
私の父に対して自分がその息子であると主張しました。 これに関して何度も会合が持たれ、父が彼らを自分の子と認めることを拒んでいたところ、裁判員諸官、ついにプランゴンは(あなた方には真実をすべてお話しいたしますが)、メネクレスと共謀して私の父に罠を仕掛け、すべての人間にとって最も重大で最も厳かなものとされる誓いをもって父を欺きました。 彼女は、三十ミナを受け取って彼らを自分の兄弟たちの養子にすること、また、もし私の父が仲裁人の前で、子供たちが父から生まれたものであると誓うよう彼女に挑戦を突きつけても、自らはその挑戦を受け入れないことに合意したのです。
τούτων γὰρ γενομένων οὔτε τούτους ἀποστερήσεσθαι τῆς πολιτείας, τῷ τε πατρί μου οὐκέτι δυνήσεσθαι αὐτοὺς πράγματα παρέχειν, τῆς μητρὸς αὐτῶν οὐ δεξαμένης τὸν ὅρκον.
そうすれば、彼らが市民権を奪われることもなく、また彼女が誓いを受け入れないことによって、父に対してそれ以上面倒をかけることもできなくなると考えたからでした。
§11συγχωρηθέντων δὲ τούτων—τί ἂν ὑμῖν μακρολογοίην;
しかし、これが合意されたにもかかわらず――長々と話す必要がどこにあるでしょう。
ὡς γὰρ πρὸς τὸν διαιτητὴν ἀπήντησεν, παραβᾶσα πάντα τὰ ὡμολογημένα ἡ Πλαγγὼν δέχεταί τε τὴν πρόκλησιν καὶ ὄμνυσιν ἐν τῷ Δελφινίῳ ἄλλον ὅρκον ἐναντίον τῷ προτέρῳ, ὡς καὶ ὑμῶν οἱ πολλοὶ ἴσασιν·
彼女は仲裁人の前に出向くと、すべての合意を破り、プランゴンはその挑戦を受け入れ、デルフィニオンにおいて、先の合意とは正反対の、別の誓いを立てたのです。 これはあなた方の多くも知っている通りです。
περιβόητος γὰρ ἡ πρᾶξις ἐγένετο.
この一件は世間の知るところとなったからです。
καὶ οὕτως ὁ πατήρ μου διὰ τὴν ἑαυτοῦ πρόκλησιν ἀναγκασθεὶς ἐμμεῖναι τῇ διαίτῃ, ἐπὶ μὲν τοῖς γεγενημένοις ἠγανάκτει καὶ βαρέως ἔφερεν, καὶ εἰς τὴν οἰκίαν οὐδʼ ὣς εἰσδέξασθαι τούτους ἠξίωσεν, εἰς δὲ τοὺς φράτερας ἠναγκάσθη εἰσαγαγεῖν.
そして、私の父は自ら行った挑戦のために調停の裁定に従わざるを得なくなり、起こったことに憤慨し、重苦しい気持ちになりながらも、彼らを家の中に受け入れることはやはり拒みましたが、フラトリアに登録せざるを得なくなりました。
καὶ τοῦτον μὲν ἐνέγραψε Βοιωτόν, τὸν δʼ ἕτερον Πάμφιλον.
そして、この者をボイオトス、もう一人をパンフィロスという名で登録したのです。
§12ἐμὲ δʼ εὐθὺς ἔπειθε περὶ ὀκτωκαίδεκʼ ἔτη γεγενημένον τὴν Εὐφήμου γῆμαι θυγατέρα, βουλόμενος παῖδας ἐξ ἐμοῦ γενομένους ἐπιδεῖν.
そして、父は私が十八歳ほどになるとすぐに、エウフェモスの娘と結婚するよう私を説得しました。 私から生まれる子供たちを見届けたいと願ったからです。
ἐγὼ δέ, ὦ ἄνδρες δικασταί, νομίζων δεῖν καὶ πρότερον καὶ ἐπειδὴ οὗτοι ἐλύπουν αὐτὸν δικαζόμενοι καὶ πράγματα παρέχοντε, ἐμὲ τοὐναντίον εὐφραίνειν ἅπαντα ποιοῦντα ὅσα ἐκείνῳ χαριεῖσθαι μέλλοιμι, ἐπείσθην αὐτῷ.
裁判員諸官、私は、以前からも、また彼らが訴訟を起こし面倒をかけて父を苦しめていたときにも、自分は逆に、父の気に入るようなことをすべて行い、父を喜ばせるべきだと考えていたので、父に従いました。
§13γήμαντος δέ μου τὸν τρόπον τοῦτον, ἐκεῖνος μὲν τὸ θυγάτριόν μοι ἐπιδὼν γενόμενον, οὐ πολλοῖς ἔτεσιν ὕστερον ἀρρωστήσας ἐτελεύτησεν·
私がこのように結婚すると、父は私の生まれたばかりの娘を見届け、その数年後に病に倒れて亡くなりました。
ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, ζῶντος μὲν τοῦ πατρὸς οὐδὲν ᾤμην δεῖν ἐναντιοῦσθαι αὐτῷ, τελευτήσαντος δὲ ἐκείνου εἰσεδεξάμην τε τούτους εἰς τὴν οἰκίαν καὶ τῶν ὄντων ἁπάντων μετέδωκα, οὐχ ὡς ἀδελφοῖς οὖσιν (οὐδὲ γὰρ ὑμῶν τοὺς πολλοὺς λελήθασιν ὃν τρόπον οὗτοι γεγόνασιν), νομίζων δʼ ἀναγκαῖον εἶναί μοι, ἐπειδὴ ὁ πατὴρ ἐξηπατήθη, πείθεσθαι τοῖς νόμοις τοῖς ὑμετέροις.
裁判員諸官、私は父の生存中は父に逆らうべきではないと考えており、父が亡くなると、彼らを家に迎え入れ、すべての財産を分け与えました。 彼らが本当の兄弟だからではなく(彼らがどのようにして生まれたか、あなた方の多くもよくご存知のはずです)、父が騙されたとはいえ、あなた方の法律に従うことが私に課せられた義務であると考えたからでした。
§14καὶ οὕτως ὑπʼ ἐμοῦ εἰς τὴν οἰκίαν εἰσδεχθέντες, ὡς ἐνεμόμεθα τὰ πατρῷα, ἀξιοῦντος ἐμοῦ ἀπολαβεῖν τὴν τῆς μητρὸς προῖκα ἀντενεκάλουν καὶ οὗτοι, καὶ ἔφασαν ὀφείλεσθαι καὶ τῇ αὑτῶν μητρὶ τὴν ἴσην προῖκα.
こうして私が彼らを家に迎え入れ、私たちが父の遺産を分割していたとき、私が母の持参金を回収することを要求すると、彼らもまた反訴し、自分たちの母にも同額の持参金が支払われるべきだと主張しました。
συμβουλευσάντων δʼ ἡμῖν τῶν παρόντων, τὰ μὲν ἄλλα πάντα ἐνειμάμεθα, τὴν δὲ οἰκίαν καὶ τοὺς παῖδας τοὺς διακόνους τοῦ πατρὸς ἐξαιρέτους ἐποιησάμεθα,
同席していた者たちの助言により、私たちは他のすべての財産を分割しましたが、家と、父の召使いであった奴隷たちを共同のものとして除外しておきました。
§15ἵνʼ ἐκ μὲν τῆς οἰκίας, ὁποτέροις ἂν ἡμῶν φαίνηται ὀφειλομένη ἡ προίξ, οὗτοι αὐτὴν κομίσωνται, ἐκ δὲ τῶν παίδων κοινῶν ὄντων, ἐάν τι οὗτοι τῶν πατρῴων ἐπιζητῶσιν, πυνθάνωνται, καὶ βασανίζοντες αὐτοὺς καὶ ἄλλῳ ὅτῳ ἂν τρόπῳ βούλωνται ζητοῦντες.
それは、私たちのうちどちらに持参金が支払われるべきかが明らかになった際、その者が家からそれを回収できるようにするためであり、また共同の財産とした奴隷たちについては、もし彼らが父の遺産に関して何かを調べたいと思えば、彼らを拷問にかけるなり、他にどのような方法でも望むやり方で尋問して調査できるようにするためでした。
ὅτι δὲ καὶ ταῦτʼ ἀληθῆ λέγω, ἐκ τούτων τῶν μαρτυριῶν εἴσεσθε.
私がこれらのことも真実を言っていることは、以下の証言からお分かりいただけるでしょう。
ΜΑΡΤΥΡΙΑΙ §16μετὰ ταῦτα τοίνυν οὗτοί τε ἐμοὶ δίκας ἔλαχον ὑπὲρ ὧν ἐνεκάλουν κἀγὼ τούτοις ὑπὲρ τῆς προικός.
ΜΑΡΤΥΡΙΑΙ この後、彼らは私の非難したことについて私を訴え、私も持参金を求めて彼らを訴えました。
καὶ τὸ μὲν πρῶτον παραγραψάμενοι Σόλωνα Ἑρχιέα διαιτητὴν τούτῳ ἐπετρέψαμεν δικάσαι περὶ ὧν ἐνεκαλοῦμεν ἀλλήλοις·
そして最初は、エルキア区のソロンを仲裁人に選定し、私たちが互いに告発した事柄についての裁判を彼に委ねました。
ὡς δʼ οὐκ ἀπήντων οὗτοι, ἀλλʼ ἐφυγοδίκουν καὶ χρόνος διετρίβετο συχνός, τῷ μὲν Σόλωνι συνέβη τελευτῆσαι τὸν βίον, οὗτοι δὲ πάλιν ἐξ ὑπαρχῆς λαγχάνουσί μοι τὰς δίκας, καὶ ἐγὼ τούτῳ, προσκαλεσάμενος αὐτὸν καὶ ἐπιγραψάμενος ἐπὶ τὸ ἔγκλημα Βοιωτόν·
しかし、彼らが出廷せず、裁判を回避してかなりの時間が経過するうちに、ソロンは他界してしまいました。 そこで彼らは再び最初から私を相手に訴訟を起こし、私も、彼を召喚し、訴状の被告名に「ボイオトス」と記載して、彼を相手に訴訟を起こしました。
τοῦτο γὰρ αὐτῷ ὁ πατὴρ ἔθετο τοὔνομα.
これこそが、父が彼に与えた名前だからです。