§10μου τῷ πατρὶ φάσκων υἱὸς εἶναι ἐκείνου—συνόδων δὲ γιγνομένων πολλῶν ὑπὲρ τούτων, καὶ τοῦ πατρὸς οὐκ ἂν φάσκοντος πεισθῆναι, ὡς οὗτοι γεγόνασιν ἐξ αὑτοῦ, τελευτῶσα ἡ Πλαγγών, ὦ ἄνδρες δικασταί (πάντα γὰρ εἰρήσεται τἀληθῆ πρὸς ὑμᾶς), μετὰ τοῦ Μενεκλέους ἐνεδρεύσασα τὸν πατέρα μου καὶ ἐξαπατήσασα ὅρκῳ, ὃς μέγιστος δοκεῖ καὶ δεινότατος παρὰ πᾶσιν ἀνθρώποις εἶναι, ὡμολόγησεν τριάκοντα μνᾶς λαβοῦσα τούτους μὲν τοῖς αὑτῆς ἀδελφοῖς εἰσποιήσειν υἱεῖς, αὐτὴ δέ, ἂν πρὸς τῷ διαιτητῇ προκαλῆται αὐτὴν ὁ πατήρ μου ὀμόσαι ἦ μὴν τοὺς παῖδας ἐξ αὑτοῦ γεγονέναι, οὐ δέξεσθαι τὴν πρόκλησιν· τούτων γὰρ γενομένων οὔτε τούτους ἀποστερήσεσθαι τῆς πολιτείας, τῷ τε πατρί μου οὐκέτι δυνήσεσθαι αὐτοὺς πράγματα παρέχειν, τῆς μητρὸς αὐτῶν οὐ δεξαμένης τὸν ὅρκον.
向我的父亲提起诉讼,声称是他的儿子。 在为此举行了多次会议而我父亲拒绝相信他们是由他所生的时候,审判官老爷们,普兰贡最终(因为我将向你们吐露全部实情)与梅内克莱斯合谋,给我父亲设下陷阱,用在所有人看来最重大也最庄严的誓言欺骗了他。 她同意在获得三十米纳后,将这些人作为儿子过继给自己的兄弟,而她自己,如果我的父亲在仲裁人面前挑战她,要她发誓证明这些孩子确实是由他所生,她将不接受这一挑战;因为她认为,如果这样做,他们既不会被剥夺公民权,而且由于他们的母亲不接受誓言,他们也无法再给我父亲制造麻烦。
§11συγχωρηθέντων δὲ τούτων—τί ἂν ὑμῖν μακρολογοίην;
但在这些事情达成协议后——我何必向你们长篇大论呢?
ὡς γὰρ πρὸς τὸν διαιτητὴν ἀπήντησεν, παραβᾶσα πάντα τὰ ὡμολογημένα ἡ Πλαγγὼν δέχεταί τε τὴν πρόκλησιν καὶ ὄμνυσιν ἐν τῷ Δελφινίῳ ἄλλον ὅρκον ἐναντίον τῷ προτέρῳ, ὡς καὶ ὑμῶν οἱ πολλοὶ ἴσασιν· περιβόητος γὰρ ἡ πρᾶξις ἐγένετο.
因为当她在仲裁人面前出庭时,普兰贡违背了所有达成的协议,接受了挑战,并在德尔菲尼翁神庙里立下了与之前相反的另一个誓言,正如你们大多数人也知道的那样;因为这件事闹得沸沸扬扬。
καὶ οὕτως ὁ πατήρ μου διὰ τὴν ἑαυτοῦ πρόκλησιν ἀναγκασθεὶς ἐμμεῖναι τῇ διαίτῃ, ἐπὶ μὲν τοῖς γεγενημένοις ἠγανάκτει καὶ βαρέως ἔφερεν, καὶ εἰς τὴν οἰκίαν οὐδʼ ὣς εἰσδέξασθαι τούτους ἠξίωσεν, εἰς δὲ τοὺς φράτερας ἠναγκάσθη εἰσαγαγεῖν.
因此,我的父亲由于自己提出的挑战而被迫服从仲裁,他对所发生的一切感到愤怒和沉重,即便如此他也不屑于将他们接进自己的家里,但被迫将他们引介给宗族成员。
καὶ τοῦτον μὲν ἐνέγραψε Βοιωτόν, τὸν δʼ ἕτερον Πάμφιλον.
他将这个人登记为波伊奥托斯,将另一个登记为潘菲洛斯。
§12ἐμὲ δʼ εὐθὺς ἔπειθε περὶ ὀκτωκαίδεκʼ ἔτη γεγενημένον τὴν Εὐφήμου γῆμαι θυγατέρα, βουλόμενος παῖδας ἐξ ἐμοῦ γενομένους ἐπιδεῖν.
随后,在我大约十八岁的时候,他立即劝我娶尤菲莫斯的女儿为妻,因为他希望看到我的孩子们出生。
ἐγὼ δέ, ὦ ἄνδρες δικασταί, νομίζων δεῖν καὶ πρότερον καὶ ἐπειδὴ οὗτοι ἐλύπουν αὐτὸν δικαζόμενοι καὶ πράγματα παρέχοντε, ἐμὲ τοὐναντίον εὐφραίνειν ἅπαντα ποιοῦντα ὅσα ἐκείνῳ χαριεῖσθαι μέλλοιμι, ἐπείσθην αὐτῷ.
而我,审判官老爷们,认为无论是在以前,还是在这些人通过打官司和制造麻烦来折磨他的时候,我都应该相反地通过做一切能取悦他的事情来让他高兴,于是我听从了他的话。
§13γήμαντος δέ μου τὸν τρόπον τοῦτον, ἐκεῖνος μὲν τὸ θυγάτριόν μοι ἐπιδὼν γενόμενον, οὐ πολλοῖς ἔτεσιν ὕστερον ἀρρωστήσας ἐτελεύτησεν·
我以这种方式结婚后,他在见到了我的小女儿出生后,没过几年便生病去世了。
ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, ζῶντος μὲν τοῦ πατρὸς οὐδὲν ᾤμην δεῖν ἐναντιοῦσθαι αὐτῷ, τελευτήσαντος δὲ ἐκείνου εἰσεδεξάμην τε τούτους εἰς τὴν οἰκίαν καὶ τῶν ὄντων ἁπάντων μετέδωκα, οὐχ ὡς ἀδελφοῖς οὖσιν (οὐδὲ γὰρ ὑμῶν τοὺς πολλοὺς λελήθασιν ὃν τρόπον οὗτοι γεγόνασιν), νομίζων δʼ ἀναγκαῖον εἶναί μοι, ἐπειδὴ ὁ πατὴρ ἐξηπατήθη, πείθεσθαι τοῖς νόμοις τοῖς ὑμετέροις.
审判官老爷们,我在父亲在世时认为不应当在任何事情上违背他,但在他去世后,我将他们接进了家里,并将所有的财产分给他们,这并不是因为他们是我的兄弟(因为他们是如何出生的,你们大多数人也并非不知情),而是因为我认为,既然父亲被欺骗了,我有必要服从你们的法律。
§14καὶ οὕτως ὑπʼ ἐμοῦ εἰς τὴν οἰκίαν εἰσδεχθέντες, ὡς ἐνεμόμεθα τὰ πατρῷα, ἀξιοῦντος ἐμοῦ ἀπολαβεῖν τὴν τῆς μητρὸς προῖκα ἀντενεκάλουν καὶ οὗτοι, καὶ ἔφασαν ὀφείλεσθαι καὶ τῇ αὑτῶν μητρὶ τὴν ἴσην προῖκα.
在他们被我这样接进家里后,当我们分配父亲的遗产时,在我要求收回我母亲的嫁妆时,这些人也提起了反诉,声称也欠他们母亲同样数额的嫁妆。
συμβουλευσάντων δʼ ἡμῖν τῶν παρόντων, τὰ μὲν ἄλλα πάντα ἐνειμάμεθα, τὴν δὲ οἰκίαν καὶ τοὺς παῖδας τοὺς διακόνους τοῦ πατρὸς ἐξαιρέτους ἐποιησάμεθα, §15ἵνʼ ἐκ μὲν τῆς οἰκίας, ὁποτέροις ἂν ἡμῶν φαίνηται ὀφειλομένη ἡ προίξ, οὗτοι αὐτὴν κομίσωνται, ἐκ δὲ τῶν παίδων κοινῶν ὄντων, ἐάν τι οὗτοι τῶν πατρῴων ἐπιζητῶσιν, πυνθάνωνται, καὶ βασανίζοντες αὐτοὺς καὶ ἄλλῳ ὅτῳ ἂν τρόπῳ βούλωνται ζητοῦντες.
在旁人的建议下,我们分配了所有其他财产,但将房屋和作为父亲侍从的奴隶保留下来不予分配,以便如果查明嫁妆应当欠我们中的哪一方,他们就可以从房屋中予以收回,而对于共同持有的奴隶,如果这些人想对父亲遗产的任何部分进行盘查,他们可以通过对奴隶施以拷问,或者以他们想采用的其他任何方式进行调查。
ὅτι δὲ καὶ ταῦτʼ ἀληθῆ λέγω, ἐκ τούτων τῶν μαρτυριῶν εἴσεσθε.
关于我在这些事情上也是说真话,你们将从以下证词中得知。
ΜΑΡΤΥΡΙΑΙ §16μετὰ ταῦτα τοίνυν οὗτοί τε ἐμοὶ δίκας ἔλαχον ὑπὲρ ὧν ἐνεκάλουν κἀγὼ τούτοις ὑπὲρ τῆς προικός.
证据此后,这些人就他们指控我的事情起诉了我,我也起诉了他们要求归还嫁妆。
καὶ τὸ μὲν πρῶτον παραγραψάμενοι Σόλωνα Ἑρχιέα διαιτητὴν τούτῳ ἐπετρέψαμεν δικάσαι περὶ ὧν ἐνεκαλοῦμεν ἀλλήλοις· ὡς δʼ οὐκ ἀπήντων οὗτοι, ἀλλʼ ἐφυγοδίκουν καὶ χρόνος διετρίβετο συχνός, τῷ μὲν Σόλωνι συνέβη τελευτῆσαι τὸν βίον, οὗτοι δὲ πάλιν ἐξ ὑπαρχῆς λαγχάνουσί μοι τὰς δίκας, καὶ ἐγὼ τούτῳ, προσκαλεσάμενος αὐτὸν καὶ ἐπιγραψάμενος ἐπὶ τὸ ἔγκλημα Βοιωτόν· τοῦτο γὰρ αὐτῷ ὁ πατὴρ ἔθετο τοὔνομα.
起初,我们选择埃尔奇亚的索隆作为仲裁人,委托他裁决我们互相指控的事情;但由于这些人不出庭,而是逃避审判,拖延了很长时间,期间索隆不幸去世了。 于是,这些人再次从头开始起诉我,我也起诉了这个人,传唤了他并在起诉书上写下了“波伊奥托斯”这个名字;因为这是我父亲给他取的名字。