§1πάντων ἐστὶν ἀνιαρότατον, ὦ ἄνδρες δικασταί, ὅταν τις ὀνόματι μὲν ἀδελφὸς προσαγορευθῇ τινῶν, τῷ δʼ ἔργῳ ἐχθροὺς ἔχῃ τούτους, καὶ ἀναγκάζηται πολλὰ καὶ δεινὰ παθὼν ὑπʼ αὐτῶν εἰσιέναι εἰς δικαστήριον, ὃ νῦν ἐμοὶ συμβέβηκεν.
裁判員諸官、名前の上では誰かの兄弟と呼ばれながら、実際にはその者たちを敵に持ち、彼らから多くの不当な扱いを受けて法廷に赴くことを余儀なくされることほど、あらゆることの中で最も苦痛なことはありません。 これこそが、今まさに私の身に起こったことなのです。
§2οὐ γὰρ μόνον ἀτύχημά μοι ἐξ ἀρχῆς ἐγένετο, διότι Πλαγγὼν ἡ τούτων μήτηρ ἐξαπατήσασα τὸν πατέρα μου καὶ ἐπιορκήσασα φανερῶς, ἠνάγκασεν αὐτὸν ὑπομεῖναι τούτους ποιήσασθαι, καὶ διὰ τοῦτο τὰ δύο μέρη τῶν πατρῴων ἀπεστερήθην· ἀλλὰ πρὸς τούτοις ἐξελήλαμαι μὲν ἐκ τῆς πατρῴας οἰκίας ὑπὸ τούτων, ἐν ᾗ καὶ ἐγενόμην καὶ ἐτράφην, καὶ εἰς ἣν οὐχ ὁ πατὴρ αὐτοὺς ἀλλʼ ἐγὼ τελευτήσαντος ἐκείνου παρεδεξάμην,
というのも、最初から私に不運が降りかかったからだけではありません。 彼らの母プランゴンが私の父を騙し、公然と偽誓をして、彼らを息子として引き取ることを父に強要し、そのために私が父の遺産の三分之二を奪われたというだけでなく、これに加えて、私は自分が生まれ育ち、父の死後に彼らを(父ではなく)私が迎え入れた父の家から、彼らによって追い出されたのです。
§3ἀποστεροῦμαι δὲ τὴν προῖκα τῆς ἐμαυτοῦ μητρός, περὶ ἧς νυνὶ δικάζομαι, αὐτὸς μὲν τούτοις δίκας ὑπὲρ ὧν ἐνεκάλουν μοι πάντων δεδωκώς, πλὴν εἴ τινα νῦν ἕνεκα τῆς δίκης ταύτης ἀντειλήχασίν μοι συκοφαντοῦντες, ὡς καὶ ὑμῖν ἔσται καταφανές, παρὰ δὲ τούτων ἐν ἕνδεκα ἔτεσιν οὐ δυνάμενος τυχεῖν τῶν μετρίων, ἀλλὰ νῦν εἰς ὑμᾶς καταπεφευγώς.
また、私は自分の母の持参金を奪われており、それについて今訴訟を起こしています。 私は彼らが私を非難したすべての事柄について彼らに賠償を支払ったにもかかわらず(ただし、この裁判のために、今彼らが嫌がらせで私に対して起こしたいくつかの反訴は除きますが、そのことはあなた方にも明らかになるでしょう)、彼らからは十一年の間、穏当な解決を得ることができず、今やあなた方に救いを求めて避難してきたのです。
§4δέομαι οὖν ἁπάντων ὑμῶν, ὦ ἄνδρες δικασταί, μετʼ εὐνοίας τέ μου ἀκοῦσαι οὕτως ὅπως ἂν δύνωμαι λέγοντος, κἂν ὑμῖν δοκῶ δεινὰ πεπονθέναι, συγγνώμην ἔχειν μοι ζητοῦντι κομίσασθαι τἀμαυτοῦ, ἄλλως τε καὶ εἰς θυγατρὸς ἔκδοσιν·
そこで、裁判員諸官、私に好意を寄せて、私ができる限り語るのを聞いてくださるよう、また、もし私が不当な目に遭ったと思われるなら、私の財産、とりわけ娘を嫁がせるための財産を取り戻そうとする私に同情を寄せてくださるよう、あなた方全員に懇願します。
συνέβη γάρ μοι δεηθέντος τοῦ πατρὸς ὀκτωκαιδεκέτη γῆμαι, καὶ διὰ τοῦτο εἶναί μοι θυγατέρα ἤδη ἐπίγαμον.
というのも、私は父の懇願により十八歳で結婚することになり、そのために私にはすでに結婚適齢期の娘がいるからなのです。
§5ὥστʼ ἐμοὶ μὲν δικαίως ἂν ἀδικουμένῳ διὰ πολλὰ βοηθήσαιτε, τούτοις δὲ εἰκότως ἂν ὀργίζοισθε·
したがって、あなた方が不当な扱いを受けている私を多くの理由から助けるのは当然のことであり、また彼らに対して怒るのも当然のことです。
οἵτινες, ὦ γῆ καὶ θεοί, ἐξὸν αὐτοῖς τὰ δίκαια ποιήσασι μὴ εἰσιέναι εἰς δικαστήριον, οὐκ αἰσχύνονται μὲν ἀναμιμνῄσκοντες ὑμᾶς εἴ τι ἢ ὁ πατὴρ ἡμῶν μὴ ὀρθῶς διεπράξατο ἢ οὗτοι εἰς ἐκεῖνον ἥμαρτον, ἀναγκάζουσι δʼ ἐμὲ δικάζεσθαι αὑτοῖς.
彼らは、天と神々に誓って言いますが、法廷に来ずに正しいことを行うことができたにもかかわらず、私たちの父が正しく行わなかったことや、自分たちが父に対して犯した過ちをあなた方に思い出させることを恥じることもなく、私に自分たちを相手に裁判を起こすことを強要しているのです。
ἵνα δὲ ἀκριβῶς εἰδῆτε, ὡς οὐκ ἐγὼ τούτου αἴτιός εἰμι ἀλλʼ οὗτοι, ἐξ ἀρχῆς ὑμῖν, ὡς ἂν ἐν βραχυτάτοις δύνωμαι, διηγήσομαι τὰ πραχθέντα.
しかし、私がこのことの原因ではなく、彼らが原因であることをあなた方が正確に知ることができるよう、最初から、できる限り簡潔に、これまで行われたことを説明いたしましょう。
§6ἡ γὰρ μήτηρ ἡ ἐμή, ὦ ἄνδρες δικασταί, θυγάτηρ μὲν ἦν Πολυαράτου Χολαργέως, ἀδελφὴ δὲ Μενεξένου καὶ Βαθύλλου καὶ Περιάνδρου.
裁判員諸官、私の母はホラルゴス区のポリアラトスの娘であり、メネクセノス、バテュロス、ペリアンドロスの姉妹でした。
ἐκδόντος δὲ αὐτὴν τοῦ πατρὸς Κλεομέδοντι τῷ Κλέωνος υἱεῖ, καὶ προῖκα τάλαντον ἐπιδόντος, τὸ μὲν πρῶτον τούτῳ συνῴκει·
彼女の父が彼女をクレオンの息子クレオメドンに嫁がせ、一タラントンの持参金を添えたとき、彼女は最初彼と暮らしました。
γενομένων δʼ αὐτῇ τριῶν μὲν θυγατέρων, υἱοῦ δʼ ἑνὸς Κλέωνος, καὶ μετὰ ταῦτα τοῦ ἀνδρὸς αὐτῇ τελευτήσαντος, ἀπολιποῦσα τὸν οἶκον καὶ κομισαμένη τὴν προῖκα,
彼女に三人の娘と一人の息子クレオンが生まれ、その後夫が亡くなると、彼女は家を去って持参金を取り戻しました。
§7πάλιν ἐκδόντων αὐτὴν τῶν ἀδελφῶν Μενεξένου καὶ Βαθύλλου (ὁ γὰρ Περίανδρος ἔτι παῖς ἦν) καὶ τὸ τάλαντον ἐπιδόντων, συνῴκησε τῷ ἐμῷ πατρί.
そして、彼女の兄弟であるメネクセノスとバテュロス(ペリアンドロスはまだ子供でした)が彼女を再び嫁がせ、同じく一タラントンの持参金を添えたとき、彼女は私の父と結婚しました。
καὶ γίγνομαι αὐτοῖς ἐγώ τε καὶ ἄλλος ἀδελφὸς νεώτερος ἐμοῦ, ὃς ἔτι παῖς ὢν ἐτελεύτησεν.
そして彼らの間に私と、私より若く、まだ子供のときに亡くなったもう一人の弟が生まれました。
ὡς δʼ ἀληθῆ λέγω, περὶ τούτων ὑμῖν πρῶτον τοὺς μάρτυρας παρέξομαι.
私が真実を言っていることを示すため、まずこれらについての証人を提示いたします。
ΜΑΡΤΥΡΕΣ. §8τὴν μὲν τοίνυν μητέρα τὴν ἐμὴν οὕτως ὁ πατήρ μου γήμας εἶχε γυναῖκα ἐν τῇ οἰκίᾳ τῇ ἑαυτοῦ, ἐμέ τε ἐπαίδευεν καὶ ἠγάπα, ὥσπερ καὶ ὑμεῖς ἅπαντες τοὺς ὑμετέρους παῖδας ἀγαπᾶτε.
ΜΑΡΤΥΡΕΣ. このようにして、私の父は私の母を妻として自分の家に迎え入れ、私を教育し、あなた方すべてが自分の子供たちを愛するように私を愛してくれました。
τῇ δὲ τούτων μητρὶ Πλαγγόνι ἐπλησίασεν ὅντινα δή ποτʼ οὖν τρόπον·
一方、彼らの母プランゴンに対しては、どのような方法であれ、父は関係を持ちました。
οὐ γὰρ ἐμὸν τοῦτο λέγειν ἐστίν.
もっとも、そのことについて語ることは私の役目ではありません。
§9καὶ οὕτως οὐ πάντα γε ἦν ὑπὸ τῆς ἐπιθυμίας κεκρατημένος, ὥστε οὐδὲ τῆς μητρὸς τῆς ἐμῆς ἀποθανούσης ἠξίωσεν αὐτὴν εἰς τὴν οἰκίαν παρʼ ἑαυτὸν εἰσδέξασθαι, οὐδὲ τούτους, ὡς υἱεῖς εἰσιν αὑτοῦ, πεισθῆναι·
そして、父は情欲に完全に支配されていたわけではなかったので、私の母が亡くなった後も、彼女を自分の家に入れることを良しとせず、また彼らが自分の息子であると信じることもありませんでした。
ἀλλὰ τὸν μὲν ἄλλον χρόνον οὗτοι διῆγον οὐκ ὄντες τοῦ ἐμοῦ πατρός, ὡς καὶ ὑμῶν οἱ πολλοὶ ἴσασιν, ἐπειδὴ δὲ οὗτος αὐξηθεὶς καὶ μεθʼ αὑτοῦ παρασκευασάμενος ἐργαστήριον συκοφαντῶν, ὧν ἡγεμὼν ἦν Μνησικλῆς καὶ Μενεκλῆς ἐκεῖνος ὁ τὴν Νῖνον ἑλών, μεθʼ ὧν οὗτος ἐδικάζετό
それどころか、彼らはそれまでの間、私の父の子供ではない者として暮らしており、それはあなた方の多くが知っている通りです。 しかし、この者が成長し、自分のために告発屋の集団(その指導者はムネシクレスや、あのニノスを陥れたメネクレスでした)を用意すると、彼らとともに、この者は裁判を起こし……