§31ἀλλὰ μὴν καὶ ὡς ἀπηγόρευεν ὁ Παρμένων τῷ Ἀριστοκλεῖ καθʼ αὑτοῦ μὴ γιγνώσκειν ἄνευ τῶν συνδιαιτητῶν, μεμαρτύρηται ὑμῖν.
さらに、パルメノンがアリストクレスに対し、共同仲裁人たちなしで自分に不利な裁定を下さないよう禁じていたことも、皆様に証言されています。
ὅταν δὴ ὁ αὐτὸς ἠφανικὼς φαίνηται τὰ γράμματα καθʼ ἃ ἔδει τὴν δίαιταν γενέσθαι, καὶ ἄνευ τῶν συνδιαιτητῶν παρὰ τὴν ἀπόρρησιν φῇ δεδιῃτηκέναι, πῶς ἂν τούτῳ τῷ ἀνθρώπῳ πιστεύσαντες δικαίως ἐμὲ ἀπολέσαιτε;
そうであるのに、まさにそのアリストクレスが、仲裁が行われるべき基準であった文書を紛失させたように見え、かつ禁止に反して共同仲裁人なしで仲裁を行ったと主張しているとき、どうして皆様はこの男を信じて、私を不当に破滅させることができましょうか。
§32σκέψασθε γὰρ τοῦτο, ὦ ἄνδρες δικασταί·
裁判員の方々、このことをお考えください。
εἰ μὴ ἐμὲ νυνί, ἀλλὰ τὸν Παρμένοντα ἐδίωκεν Ἀπατούριος οὑτοσί, εἰσπράττων τὰς εἴκοσι μνᾶς, ἰσχυριζόμενος τῇ Ἀριστοκλέους γνώσει, ὁ δὲ Παρμένων παρὼν ἀπελογεῖτο ὑμῖν καὶ μάρτυρας παρείχετο, τοῦτο μὲν ὅτι οὐ μόνῳ τῷ Ἀριστοκλεῖ, ἀλλὰ τρίτῳ ἐπέτρεψεν, §33εἶθʼ ὅτι ἀπεῖπεν αὐτῷ ἄνευ τῶν συνδιαιτητῶν καθʼ αὑτοῦ μὴ ἀποφαίνεσθαι, καὶ ὅτι ἀπολομένης αὑτῷ τῆς γυναικὸς καὶ τῶν παίδων ὑπὸ τοῦ σεισμοῦ καὶ ἐπὶ τηλικαύτην συμφορὰν ἀπάραντος οἴκαδε, ὁ τὰς συνθήκας ἠφανικὼς ἐρήμην αὑτοῦ ἐν τῇ ἀποδημίᾳ κατέγνω τὴν δίαιταν, ἔστιν ὅστις ἂν ὑμῶν ταῦτα τοῦ Παρμένοντος ἀπολογουμένου τὴν οὕτω παρανόμως γνωσθεῖσαν δίαιταν κυρίαν ἔγνω εἶναι;
もし現在私ではなく、パルメノンをこのアパトゥリオスが訴えており、アリストクレスの裁定に依拠して二十ミナを請求しており、パルメノンが法廷に出頭して皆様に弁明し、アリストクレス一人にではなく、三人(の仲裁人)に委ねたという証拠を提示していたとすれば、さらに、共同仲裁人なしで自分に不利な裁定を下さないようアリストクレスに禁じていたこと、また地震によって妻と子供たちを失い、そのような大災害のために帰郷したとき、契約書を紛失させた者が、彼の不在中に欠席裁判的に仲裁の裁定を下したという証拠を提示していたとすれば、パルメノンがこのように弁明しているときに、皆様のうち誰が、このように違法に下された仲裁裁定を有効と認めたでしょうか。
§34μὴ γὰρ ὅτι ἀμφισβητουμένων ἁπάντων, ἀλλʼ εἰ ἦσαν μὲν αἱ συνθῆκαι, ὡμολογεῖτο δὲ εἷς εἶναι ὁ διαιτητὴς Ἀριστοκλῆς, μὴ ἀπεῖπεν δὲ ὁ Παρμένων αὐτῷ καθʼ αὑτοῦ μὴ διαιτᾶν, ἀλλὰ συνέβη πρὶν τὴν ἀπόφασιν γενέσθαι τῆς διαίτης ἡ συμφορὰ τῷ ἀνθρώπῳ, τίς οὕτως ὠμός ἐστιν ἀντίδικος ἢ διαιτητὴς ὃς οὐκ ἂν ἀνεβάλετο εἰς τὸ ἐπιδημῆσαι τὸν ἄνθρωπον;
すべてが争われている場合は言うに及ばず、もし契約書が存在し、アリストクレスが唯一の仲裁人であることが合意されており、パルメノンが彼に自分への不利な裁定を下すことを禁じていなかったとしても、裁定が下される前にあの災害がその男に起こったとしたら、その男が戻ってくるまで延期しなかったような、それほど冷酷な敵対者や仲裁人がいるでしょうか。
εἰ δὲ ὁ Παρμένων εἰς λόγον καταστὰς πανταχοῦ δικαιότερʼ ἂν φαίνοιτο λέγων τούτου, πῶς ἂν ὀρθῶς ἐμοῦ καταγιγνώσκοιτε, ᾧ τὸ παράπαν πρὸς τὸν ἄνθρωπον τουτονὶ μηδὲν συμβόλαιόν ἐστιν;
そして、もしパルメノンが議論に加わったなら、この男よりも全面的に正しいことを言っているとみなされるはずであるなら、この男と全く何の契約関係もない私に対して、どうして正当に敗訴の判決を下すことができましょうか。
§35ὅτι μὲν οὖν ἐγὼ μὲν ὀρθῶς τὴν παραγραφὴν πεποίημαι, Ἀπατούριος δὲ τὰ ψευδῆ ἐγκέκληκε καὶ παρὰ τοὺς νόμους τὴν λῆξιν πεποίηται, ἐκ πολλῶν οἶμαι ἐπιδεδεῖχθαι τοῦτο ὑμῖν, ὦ ἄνδρες δικασταί·
したがって、私が正しく異議を申し立て、アパトゥリオスが虚偽の告発をし、法律に反して訴訟を起こしたことは、多くの点から皆様に示されたと私は考えます。
τὸ δὲ κεφάλαιον, πρὸς ἐμὲ οὐδʼ ἐπιχειρήσει λέγειν Ἀπατούριος ὡς συνθῆκαί τινες αὐτῷ εἰσίν.
要するに、アパトゥリオスは私に対して何らかの契約書が存在するなどと主張しようとさえしないでしょう。
ὅταν δὲ λέγῃ ψευδόμενος, ὡς ἐν ταῖς πρὸς τὸν Παρμένοντα συνθήκαις ἐνεγράφην ἐγγυητής, ἀπαιτεῖτε αὐτὸν τὰς συνθήκας,
しかし、彼が嘘をついて、パルメノンとの契約書の中に私が保証人として登録されていたと主張するときには、彼にその契約書を提示するよう要求してください。
§36καὶ ἐνταῦθα αὐτῷ ἀπαντᾶτε, ὅτι πάντες ἄνθρωποι, ὅταν πρὸς ἀλλήλους ποιῶνται συγγραφάς, τούτου ἕνεκα σημηνάμενοι τίθενται παρʼ οἷς ἂν πιστεύσωσιν, ἵνα, ἐάν τι ἀντιλέγωσιν, ᾖ αὐτοῖς ἐπανελθοῦσιν ἐπὶ τὰ γράμματα, ἐντεῦθεν τὸν ἔλεγχον ποιήσασθαι περὶ τοῦ ἀμφισβητουμένου.
そしてこの点で彼に反論してください、すなわち、すべての人々は、お互いに契約を交わすとき、異議が生じた場合にその文書に立ち戻り、そこから争点について検証を行うことができるように、署名(封印)した上で、信頼できる人々の元に保管するのだ、と。
ὅταν δʼ ἀφανίσας τις τἀκριβὲς λόγῳ ἐξαπατᾶν πειρᾶται, πῶς ἂν δικαίως πιστεύοιτε;
しかし、真実を消し去っておきながら、言葉で欺こうとする者を、どうして正当に信用できましょうか。
§37ἀλλὰ νὴ Δία (τὸ ῥᾷστον τοῖς ἀδικεῖν καὶ συκοφαντεῖν προῃρημένοις) μαρτυρήσει τις αὐτῷ κατʼ ἐμοῦ.
しかし、ゼウスにかけて、不正を働き誣告することを選んだ者たちにとって最も容易なことですが、誰かが彼のために私に不利な証言をするでしょう。
ἐὰν οὖν ἐπισκήψωμαι αὐτῷ, πόθεν τὴν ἀπόδειξιν ποιήσεται τοῦ ἀληθῆ μαρτυρεῖν;
したがって、もし私がその者を偽証として告発するなら、彼は自分が真実を証言しているという証明をどこから得るのでしょうか。
ἐκ τῶν συνθηκῶν;
契約書からでしょうか。
τοῦτο τοίνυν μὴ ἀναβαλλέσθω, ἀλλʼ ἤδη φερέτω ὁ ἔχων τὰς συνθήκας.
それなら、このことを先延ばしにせず、契約書を持っている者は今すぐそれを持参しなさい。
εἰ δʼ ἀπολωλέναι φησίν, πόθεν λάβω ἐγὼ τὸν ἔλεγχον καταψευδομαρτυρηθείς;
もし紛失したと彼が言うなら、偽証された私はどこから検証を行えばよいのでしょうか。
εἰ μὲν γὰρ παρʼ ἐμοὶ ἐτέθη τὸ γραμματεῖον, ἐνῆν αἰτιάσασθαι Ἀπατουρίῳ, ὡς ἐγὼ διὰ τὴν ἐγγύην ἠφάνικα τὰς συνθήκας·
なぜなら、もしその文書が私のところに保管されていたなら、私が保証を免れるために契約書を紛失させたのだと、アパトゥリオスが非難することもできたでしょう。
§38εἰ δὲ παρὰ τῷ Ἀριστοκλεῖ, διὰ τί, εἴπερ ἄνευ τῆς τούτου γνώμης ἀπολώλασιν αἱ συνθῆκαι, τῷ μὲν λαβόντι αὐτὰς καὶ οὐ παρέχοντι οὐ δικάζεται, ἐμοὶ δʼ ἐγκαλεῖ, μάρτυρα παρεχόμενος κατʼ ἐμοῦ τὸν ἠφανικότα τὰς συνθήκας, ᾧ προσῆκεν αὐτὸν ὀργίζεσθαι, εἴπερ μὴ κοινῇ μετὰ τούτου ἐκακοτέχνει;
しかし、もしアリストクレスのところに保管されていたなら、もし彼の意図に反して契約書が失われたのだとすれば、なぜ彼はそれを受け取りながら提示しない者を訴えず、契約書を紛失させた張本人を私に不利な証人として立てながら、私を非難するのでしょうか。 もしこの者と共同で悪だくみを企てていなかったのであれば、彼はこの者に対して怒るのが当然であったはずです。
εἴρηταί μοι τὰ δίκαια, ὅσα ἐδυνάμην.
私からは、できる限りの正当な主張を述べました。
ὑμεῖς οὖν κατὰ τοὺς νόμους γιγνώσκετε τὰ δίκαια.
ですから皆様は、法律に従って正当な判決を下してください。